ΓΝΩΜΙΚΑ ΠΑΡΟΙΜΙΕΣ

ΑΓΙΟΓΡΑΦΙΚΑ ΧΩΡΙΑ Δ

ΠΕΡΙ ΔΑΚΡΥΩΝ
ΑΓΙΟΓΡΑΦΙΚΑ ΧΩΡΙΑ Δ
Β Κορ. 2,4 ἐκ γὰρ πολλῆς θλίψεως καὶ συνοχῆς καρδίας ἔγραψα ὑμῖν διὰ πολλῶν δακρύων, οὐχ ἵνα λυπηθῆτε, ἀλλὰ τὴν ἀγάπην ἵνα γνῶτε ἣν ἔχω περισσοτέρως εἰς ὑμᾶς.
Β Τιμ. 1,4 ἐπιποθῶν σε ἰδεῖν, μεμνημένος σου τῶν δακρύων, ἵνα χαρᾶς πληρωθῶ,
Θρ.Ιερ-3,48 Αφέσεις υδάτων καταστάξει ο οφθαλμός μου
Θρ.Ιερ-3,49 Ο οφθαλμός μου κατεπόθη, και ου σιγήσομαι του μη είναι έκνηψιν, εως ού διακύψη και ίδη Κύριος εξ ουρανού
Ιακ-4,9 Ταλαιπωρήσατε και πενθήσατε και κλαύσατε ο γέλως ημών είς πένθος μεταστραφήτω και η χαρά είς κατήφειαν.
Ἰερ.9,1 Τις δώσει κεφαλή μου ύδωρ και οφθαλμοίς μου πηγήν δακρύων, και κλαύσομαι τον λαόν μου τούτον ημέρας και νυκτός, τους τετραυματισμένους θυγατρός λαού μου;
Ματθ-5,4 Μακάριοι οι πενθούντες ότι αυτοι παρακληθήσονται.
Λουκ-6,22 Μακάριοι οι κλαίοντες νύν ότι γελάσετε
Λουκ. 7,38 καὶ στᾶσα ὀπίσω παρὰ τοὺς πόδας αὐτοῦ κλαίουσα, ἤρξατο βρέχειν τοὺς πόδας αὐτοῦ τοῖς δάκρυσι καὶ ταῖς θριξὶ τῆς κεφαλῆς αὐτῆς ἐξέμασσε, καὶ κατεφίλει τοὺς πόδας αὐτοῦ καὶ ἤλειφε τῷ μύρῳ.
Παρ-15,13 Καρδίας ευφραινομένης πρόσωπον θάλλει, εν δε λύπαις ούσης σκυθρωπάζει.
Πραξ. 20,19 δουλεύων τῷ Κυρίῳ μετὰ πάσης ταπεινοφροσύνης καὶ πολλῶν δακρύων καὶ πειρασμῶν τῶν συμβάντων μοι ἐν ταῖς ἐπιβουλαῖς τῶν Ἰουδαίων,
Πραξ.20,31 διὸ γρηγορεῖτε, μνημονεύοντες ὅτι τριετίαν νύκτα καὶ ἡμέραν οὐκ ἐπαυσάμην μετὰ δακρύων νουθετῶν ἕνα ἕκαστον.
Ψαλμ-6,7 Ἐκοπίασα ἐν τῷ στεναγμῷ μου, λούσω καθ᾿ ἑκάστην νύκτα τὴν κλίνην μου, ἐν δάκρυσί μου τὴν στρωμνήν μου βρέξω.
Ψαλμ-41,4 Εγενήθη τα δακρυά μου εμοί άρτος ημέρας και νυκτός εν τώ λέγεσθαί μοι καθ' εκάστην ημέραν . πού εστιν ο θεός σου;
ΠΕΡΙ ΔΑΝΕΙΣΜΟΥ ΚΑΙ ΕΓΓΥΗΣΕΩΝ
Δευτ-15,8 Ανοίγων ανοίξεις τάς χείρας σου αυτώ και δάνειον δανειείς αυτώ όσον επιδέεται, καθότι ενδεείται.
Δευτ-15,10 Διδούς δώσεις αυτώ και δάνειον δανειείς αυτώ όσον επιδέεται, και ού λυπηθήση τη καρδία σου διδόντος σου αυτώ, ότι διά το ρήμα τούτο ευλογήσει σε Κύριος ο Θεός σου εν πάσι τοίς έργοις και έν πάσιν, ού αν επιβάλης την χείρα σου
Ἐξοδ. 22,25 Ἐὰν δὲ αργύριον εκδανείσης τω αδελφω τω πενιχρω παρά σοί, ουκ έση αυτόν κατεπείγων, ουκ επιθήσεις αυτω τόκον. 
Εξοδ-22,26 Εάν δε ενεχύρασμα ενεχυράσης το ιμάτιον του πλησίον, πρό δυσμών ηλίου αποδώσεις αυτώ.
Λουκ. 6,34 καὶ ἐὰν δανείζητε παρ᾿ ὧν ἐλπίζετε ἀπολαβεῖν, ποία ὑμῖν χάρις ἐστί; καὶ γὰρ ἁμαρτωλοὶ ἁμαρτωλοῖς δανείζουσιν ἵνα ἀπολάβωσι τὰ ἴσα.
Λουκ. 6,35 πλὴν ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν καὶ ἀγαθοποιεῖτε καὶ δανείζετε μηδὲν ἀπελπίζοντες, καὶ ἔσται ὁ μισθὸς ὑμῶν πολύς, καὶ ἔσεσθε υἱοὶ ὑψίστου, ὅτι αὐτὸς χρηστός ἐστιν ἐπὶ τοὺς ἀχαρίστους καὶ πονηρούς.
Λουκ-6,38 Δίδοτε, και δοθήσεται υμίν μέτρον καλόν, πεπιεσμένον και σεσαλευμένον και υπέρεκχυνόμενον δώσουσιν είς τον κόλπον υμών.
Ματθ-5,42 Τώ αιτούντι σε δίδου και τον θέλοντα από σού δανείσασθαι μη αποστραφής.
Ματθ. 18,27 σπλαγχνισθεὶς δὲ ὁ κύριος τοῦ δούλου ἐκείνου ἀπέλυσεν αὐτὸν καὶ τὸ δάνειον ἀφῆκεν αὐτῷ.
Παρ. 6,1-2 Υἱέ, ἐὰν ἐγγυήσῃ σὸν φίλον, παραδώσεις σὴν χεῖρα ἐχθρῷ· παγὶς γὰρ ἰσχυρὰ ἀνδρὶ τὰ ἴδια χείλη, καὶ ἁλίσκεται χείλεσιν ἰδίου στόματος.
Παρ-6,3 Ποίει, υἱέ, ἃ ἐγώ σοι ἐντέλλομαι, καὶ σώζου· ἥκεις γὰρ εἰς χεῖρας κακῶν διὰ σὸν φίλον. ἴσθι μὴ ἐκλυόμενος, παρόξυνε δὲ καὶ τὸν φίλον σου, ὃν ἐνεγγυήσω.
Παρ-20,4 Ονειδιζόμενος οκνηρός ούκ αισχύνεται, ωσαύτως και ο δανειζόμενος σίτον εν αμήτω.
Παρ-22,26 Μη δίδου σεαυτόν είς εγγύην αισχυνόμενος πρόσωπον . εάν γάρ μη έχεις πόθεν αποτίσης, λήψονται το στρώμα το υπο τας πλευράς σου.
Παρ-29,13 Δανειστού και χρεωφειλέτου αλλήλοις συνελθόντων, επισκοπήν αμφοτέρων ποιείται ο Κύριος.
Σειρ-8,12 Μη δανείσης άνθρώπω ισχυροτέρω σου . και αν δανείσεις ως απολωλεκώς γίνου.
Σειρ-8,13 Μη εγγυήση υπέρ δύναμίν σου . και αν εγγυήση, ως αποτίσων φρόντιζε.
Σειρ-18,33 Μη γίνου πτωχός συμβολοκοπών εκ δανεισμού, και ουδέν σοί εστιν έν μαρσιπείω.
Σειρ-29,1 Ο ποιών έλεος δανειεί τώ πλησίον, και ο επισχύων τη χειρί αυτού τηρεί εντολάς.
Σειρ-29,2 Δάνεισον τώ πλησίον εν καιρώ χρείας αυτού, και πάλιν απόδος τώ πλησίον είς τον καιρόν
Σειρ-29,4 Πολλοί ως εύρεμα ενόμισαν δάνος και παρέσχον πόνον τοίς βοηθήσασιν αυτοίς.
Ψαλμ. 36,21 Δανείζεται  ὁ ἁμαρτωλὸς καὶ οὐκ ἀποτίσει, ὁ δὲ δίκαιος οἰκτείρει καὶ δίδωσιν·
Ψαλμ.111,5 Χρηστὸς ἀνὴρ ὁ οἰκτείρων καὶ κιχρῶν· οἰκονομήσει τοὺς λόγους αὐτοῦ ἐν κρίσει,
ΠΕΡΙ ΔΕΗΣΕΩΝ
Α Πετρ. 3,12 ὅτι ὀφθαλμοὶ Κυρίου ἐπὶ δικαίους καὶ ὦτα αὐτοῦ εἰς δέησιν αὐτῶν, πρόσωπον δὲ Κυρίου ἐπὶ ποιοῦντας κακά.
Α Τιμ. 2,1 Παρακαλῶ οὖν πρῶτον πάντων ποιεῖσθαι δεήσεις, προσευχάς, ἐντεύξεις, εὐχαριστίας, ὑπὲρ πάντων ἀνθρώπων,
Α Τιμ. 5,5 ἡ δὲ ὄντως χήρα καὶ μεμονωμένη ἤλπικεν ἐπὶ τὸν Θεὸν καὶ προσμένει ταῖς δεήσεσι καὶ ταῖς προσευχαῖς νυκτὸς καὶ ἡμέρας·
Β Τιμ. 1,3 Χάριν ἔχω τῷ Θεῷ, ᾧ λατρεύω ἀπὸ προγόνων ἐν καθαρᾷ συνειδήσει, ὡς ἀδιάλειπτον ἔχω τὴν περὶ σοῦ μνείαν ἐν ταῖς δεήσεσί μου νυκτὸς καὶ ἡμέρας,
Εβρ. 5,7 ὃς ἐν ταῖς ἡμέραις τῆς σαρκὸς αὐτοῦ δεήσεις τε καὶ ἱκετηρίας πρὸς τὸν δυνάμενον σῴζειν αὐτὸν ἐκ θανάτου μετὰ κραυγῆς ἰσχυρᾶς καὶ δακρύων προσενέγκας, καὶ εἰσακουσθεὶς ἀπὸ τῆς εὐλαβείας,
Εφ. 6,18 διὰ πάσης προσευχῆς καὶ δεήσεως, προσευχόμενοι ἐν παντὶ καιρῷ ἐν Πνεύματι, καὶ εἰς αὐτὸ τοῦτο ἀγρυπνοῦντες ἐν πάσῃ προσκαρτερήσει καὶ δεήσει περὶ πάντων τῶν ἁγίων,
Ιακ. 5,16 ἐξομολογεῖσθε ἀλλήλοις τὰ παραπτώματα, καὶ εὔχεσθε ὑπὲρ ἀλλήλων, ὅπως ἰαθῆτε· πολὺ ἰσχύει δέησις δικαίου ἐνεργουμένη.
Λουκ. 1,13 εἶπε δὲ πρὸς αὐτὸν ὁ ἄγγελος· μὴ φοβοῦ, Ζαχαρία· διότι εἰσηκούσθη ἡ δέησίς σου, καὶ ἡ γυνή σου Ἐλισάβετ γεννήσει υἱόν σοι, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰωάννην·
Λουκ. 2,37 καὶ αὐτὴ χήρα ὡς ἐτῶν ὀγδοήκοντα τεσσάρων, ἣ οὐκ ἀφίστατο ἀπὸ τοῦ ἱεροῦ νηστείαις καὶ δεήσεσι λατρεύουσα νύκτα καὶ ἡμέραν·
Πραξ.1,14 οὗτοι πάντες ἦσαν προσκαρτεροῦντες ὁμοθυμαδὸν τῇ προσευχῇ καὶ τῇ δεήσει σὺν γυναιξὶ καὶ Μαρίᾳ τῇ μητρὶ τοῦ Ἰησοῦ καὶ σὺν τοῖς ἀδελφοῖς αὐτοῦ.
Ρωμ. 10,1 Ἀδελφοί, ἡ μὲν εὐδοκία τῆς ἐμῆς καρδίας καὶ ἡ δέησις ἡ πρὸς τὸν Θεὸν ὑπὲρ τοῦ Ἰσραήλ ἐστιν εἰς σωτηρίαν·
Φιλιπ.1,4 πάντοτε ἐν πάσῃ δεήσει μου ὑπὲρ πάντων ὑμῶν μετὰ χαρᾶς τὴν δέησιν ποιούμενος
Φιλιπ.1,19 οἶδα γὰρ ὅτι τοῦτό μοι ἀποβήσεται εἰς σωτηρίαν διὰ τῆς ὑμῶν δεήσεως καὶ ἐπιχορηγίας τοῦ Πνεύματος Ἰησοῦ Χριστοῦ,
Φιλιπ. 4,6 μηδὲν μεριμνᾶτε, ἀλλ᾿ ἐν παντὶ τῇ προσευχῇ καὶ τῇ δεήσει μετὰ εὐχαριστίας τὰ αἰτήματα ὑμῶν γνωριζέσθω πρὸς τὸν Θεόν.
ΠΕΡΙ ΔΕΙΛΙΑΣ
Αποκ. 21,8 Τοῖς δὲ δειλοῖς καὶ ἀπίστοις καὶ ἐβδελυγμένοις καὶ φονεῦσι καὶ πόρνοις καὶ φαρμακοῖς καὶ εἰδωλολάτραις καὶ πᾶσι τοῖς ψευδέσι τὸ μέρος αὐτῶν ἐν τῇ λίμνῃ τῇ καιομένῃ ἐν πυρὶ καὶ θείῳ, ὅ ἐστιν ὁ θάνατος ὁ δεύτερος.
Β-Τιμ-1,7 Οὐ γὰρ ἔδωκεν ἡμῖν ὁ Θεὸς πνεῦμα δειλίας, ἀλλὰ δυνάμεως καὶ ἀγάπης καὶ σωφρονισμοῦ.
Β-Τιμ-1,8 Μή ούν επαισχυνθής τό μαρτύριον τού Κυρίου ημών μηδέ εμέ τόν δέσμιον αυτού, αλλά συγκακοπάθησον τώ ευαγγελίω κατά δύναμην Θεού.
Δευτ-20,8 Τις ο άνθρωπος ο φοβούμενος και δειλός τη καρδία; Πορευέσθω και αποστραφήτω είς την οικία αυτού, ίνα μη δειλιάνη την καρδία του αδελφού αυτού ώσπερ η αυτού.
Δευτ-31,6 Ανδρίζου και ίσχυε, μη φοβού μηδέ δειλιάσης μηδέ πτοηθής από προσώπου αυτών, ότι Κύριος ο Θεός σου ο προπορευόμενος μεθ' υμών εν υμίν, ούτε μη σε ανή, ούτε μη σε εγκαταλίπη.
Δευτ-31,7 Και Κύριος ο συμπορευόμενος μετά σου ουκ ανήσει σε, ου δέ μή σε εγκαταλίπη . μη φοβού μηδέ δειλία.
Ιωάν.14,27 Εἰρήνην ἀφίημι ὑμῖν, εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν· οὐ καθὼς ὁ κόσμος δίδωσιν, ἐγὼ δίδωμι ὑμῖν. Μὴ ταρασσέσθω ὑμῶν ἡ καρδία μηδὲ δειλιάτω.
Μαρκ. 4,40 καὶ εἶπεν αὐτοῖς· τί δειλοί ἐστε οὕτω; πῶς οὐκ ἔχετε πίστιν;
Ματθ. 8 ,26 καὶ λέγει αὐτοῖς· τί δειλοί ἐστε, ὀλιγόπιστοι; τότε ἐγερθεὶς ἐπετίμησε τοῖς ἀνέμοις καὶ τῇ θαλάσσῃ, καὶ ἐγένετο γαλήνη μεγάλη.
Παρ-19,15 Δειλία κατέχει ανδρόγυνον, ψυχή δέ αέργου πεινάσει.
Σειρ-2,12 Ουαί καρδίας δειλαίς και χερσί παρειμέναις και αμαρτωλώ επιβαίνοντι επι δύο τρίβους.
Σειρ-22,18 Χάρακες επί μετεώρου κείμενοι κατέναντι ανέμου ου μη υπομείνωσιν . Ούτως καρδία δειλή επί διανοήματος μωρού κατέναντι παντός φόβου ου μη υπομείνη.
ΠΕΡΙ ΔΕΙΠΝΩΝ ΚΑΙ ΣΥΜΠΟΣΙΩΝ
Λουκᾷ 14,12-14 Ἔλεγε δὲ καὶ τῷ κεκληκότι αυτόν· όταν ποιής άριστον ή δείπνον, μη φώνει τους φίλους σου μηδέ τους αδελφούς σου μηδέ τους συγγενείς σου μηδέ γείτονας πλουσίους, μήποτε και αυτοί σε αντικαλέσωσι, και γενήσεταί σοι ανταπόδομα. ἀλλ’ όταν ποιής δοχήν, κάλει πτωχούς, αναπήρους, χωλούς, τυφλούς, και μακάριος έση, ότι ουκ έχουσιν ανταποδούναί σοι· ανταποδοθήσεται γαρ σοι εν τη αναστάσει των δικαίων.
Παρ-23,1-3 Ἐὰν καθίσης δειπνείν επί τραπέζης δυναστών, νοητώς νόει τα παρατιθέμενά σοι και επίβαλλε την χείρά σου, ειδώς ότι τοιαύτά σε δεί παρασκευάσαι· ει δε απληστότερος ει, μη επιθύμει των εδεσμάτων αυτού, ταύτα γαρ έχεται ζωής ψευδούς.
Παρ-23,6 Μη συνδειπνεί ανδρί βασκάνω, μηδέ επιθύμει των βρωμάτων αυτού
Πραξ. 6,2 Προσκαλεσάμενοι δε οι δώδεκα το πλήθος των μαθητών είπον· ουκ αρεστόν εστιν ημάς καταλείψαντας τον λόγον του Θεού διακονείν τραπέζαις.
Σειρ.9,16 Ἄνδρες δίκαιοι έστωσαν σύνδειπνοί σου, και εν φόβω Κυρίου έστω το καύχημά σου.
Σειρ. 31,12 Ἐπὶ τραπέζης μεγάλης ἐκάθισας, μὴ ἀνοίξης επ’ αὐτῆς φάρυγγά σου και μη είπης· πολλά γε τα επ ‘ αυτής.
Σειρ. 31,16 Φάγε ὠς ἄνθρωπος τα παρακείμενά σοι και μη διαμασώ, μη μισηθής.
Σειρ. 31,17 Παύσαι πρώτος χάριν παιδείας και μη απληστεύου, μήποτε προσκόψης·
Σειρ. 31,18 Καὶ εἰ ἀνὰ μέσον πλειόνων ἐκάθισας, πρότερος αυτών μη εκτείνης την χείρά σου.
Σειρ. 31,19 Ως ικανόν ανθρώπω πεπαιδευμένω το ολίγον, και επί της κοίτης αυτού ουκ ασθμαίνει.
Ψαλμ-100,5 Υπερηφάνω οφθαλμώ και απλήστω καρδία, τούτω ου συνήσθιον.
ΠΕΡΙ ΔΕΝΔΡΩΝ ΚΑΙ ΦΥΤΩΝ
Γεν-1,11 Και είπεν ο θεός βλαστησάτω η γή βοτάνην χόρτου σπείρον σπέρμα κατά γένος και καθ' ομοιότητα,
Γεν-1,11 και ξύλον κάρπιμον ποιούν καρπόν, ού το σπέρμα αυτού εν αυτώ κατά γένος επι της γής.Και εγένετο ούτως.
Γεν-1,12 Και εξήνεγκεν η γη βοτάνην χόρτου σπείρον σπέρμα κατά γένος και καθ' ομοιότητα και ξύλον κάρπιμον ποιούν καρπόν ού το σπέρμα αυτού εν αυτώ κατά γένος επί της γής.
Γεν-1,29 Και είπεν ο Θεός, ίδού δέδωκα υμίν πάντα χόρτον σπόριμον σπείρον σπέρμα, ό έστιν επάνω πάσης της γής και πάν ξύλον, ό έχει εν εαυτώ καρπόν σπέρματος σπορίμου υμίν έσται εις βρώσιν.
Ψαλμ-103,14 Ο εξανατέλλων χόρτον τοίς κτήνεσι και χλόην τη δουλεία των ανθρώπων.
Ψαλμ-103,16 Χορτασθήσονται τά ξύλα του πεδίου, αι κέδροι του Λιβάνου, ας εφύτευσας.
ΠΕΡΙ ΔΕΥΤΕΡΑΣ ΠΑΡΟΥΣΙΑΣ
Δαν. 7,9-10.- «Ἐθεώρουν ἕως οὗ θρόνοι ἐτέθησαν καὶ ὁ παλαιὸς ἡμερῶν ἐκάθητο. Καὶ τὸ ἔνδυμα αὐτοῦ λευκὸν ὡσεὶ χιών, καὶ ἡ θρὶξ τῆς κεφαλῆς αὐτοῦ ὡσεὶ ἔριον καθαρόν· καὶ ὁ θρόνος αὐτοῦ φλὸξ πυρός, καὶ οἱ τροχοὶ αὐτοῦ πῦρ φλέγον. Ποταμὸν πυρὸς εἷλκεν ἐκπορευόμενος ἔμπροσθεν αὐτοῦ. Χίλιαι χιλιάδες ἐλειτούργουν αὐτῷ, καὶ μυρίαι μυριάδες παρειστήκεισαν αὐτῷ. Ἔμπροσθεν αὐτοῦ κριτήριον ἐκάθισεν, καὶ αἱ βίβλοι ἠνεῴχθησαν».
Δαν. 11,1-3.- «Ἐν τῷ καιρῷ ἐκείνῳ ἀναστήσεται Μιχαὴλ ὁ ἄρχων ὁ μέγας, ὁ ἐστηκὼς ἐπὶ τοὺς υἱοὺς τοῦ λαοῦ· καὶ ἔσται καιρὸς θλίψεως, οἷος οὐ γέγονεν ἀφ’ οὗ γεγένηται ἔθνος ἐπὶ τῆς γῆς, ἕως καιροῦ ἐκείνου. Καὶ ἐν τῷ καιρῷ ἐκείνῳ σωθήσεται ὁ λαός
σου πᾶς ὁ εὑρεθεὶς γεγεγραμμένος ἐν τῇ βίβλῳ ταύτῃ, καὶ πολλοὶ τῶν καθευδόντων ἐν γῆς χώματι ἐξεγερθήσονται. Οὗτοι εἰς ζωὴν αἰώνιον, καὶ οὗτοι εἰς ὀνειδισμὸν καὶ αἰσχύνην αιώνιον· καὶ οἱ συνιέντες ἐκλάμψουσιν ὡς ἡ λαμπρότης τοῦ στερεώματος, καὶ ἀπὸ τῶν δικαίων τῶν πολλῶν ὡσεὶ ἀστέρες εἰς τὸν αἰῶνα».
Ἠσ. 13,9-11.- «Ἰδοὺ ἡμέρα Κυρίου ἀνίατος ἔρχεται μετὰ θυμοῦ καὶ ὀργῆς, θῆναι τὴν ἡκουμένην ὅλην ἔρημον καὶ τοὺς ἁμαρτωλοὺς ἀπολέσει ἐξ αὐτῆς».
Ἠσ. 54,17.- «Πᾶσα φωνὴ ἀναστήσεται πρὸς σὲ εἰς κρίσιν, καὶ πάντας αὐτοὺς ἐτάσει· οἱ δὲ ἔνοχοι ἔσονται ἐν λύπῃ».
Ἠσ. 66,15.- «Ἰδοὺ Κύριος ὡς πῦρ ἥξει καὶ ὡς καταιγὶς τὰ ἅρματα αὐτοῦ, ἀποδοῦναι ἐν θυμῷ ἐκδίκησιν καὶ ἀποσκορακισμὸν ἐν φλογὶ πυρός. Ἐν γὰρ τῷ πυρὶ Κυρίου κριθήσεται πᾶσα ἡ γῆ».
Ἰούδα 14-15.- «Ἰδοὺ ἔρχεται Κύριος ἐν μυριάσιν ἁγίοις αὐτοῦ, ποιῆσαι κρίσιν κατὰ πάντων τῶν ἔργων αὐτῶν ὧν ἠσέβησαν, καὶ περὶ πάντων τῶν σκληρῶν λόγων ὧν ἐλάλησαν κατ’ αὐτοῦ οἱ ἁμαρτωλοί».
Ἰωὴλ 2,11.- «Μεγάλη ἡ ἡμέρα Κυρίου, μεγάλη καὶ ἐπιφανὴς σφόδρα. Τίς ἔσται ὁ ἱκανὸς αὐτῇ;».
Ἰωὴλ 4,12-16.- «Ἐξεγειρέσθω καὶ ἀναβαινέτω πάντα τὰ ἔθνη εἰς τὴν κοιλάδα Ἰωσαφάτ, ὅτι ἐκεῖ καθιῶ τοῦ διακρῖναι πάντα τὰ ἔθνη εἰς τὴν κύκλωθεν. Ἐξαποστείλατε δρέπανα, ὅτι παρέστηκεν ὁ τρυγητός. Εἰσπορεύεσθε, πατεῖτε, διότι πλήρης ἤ ληνός· ὑπερχεῖται τὰ ὑπολήνια, ὅτι ἐπληθύνθη τὰ κακὰ αὐτῶν. Ἦχοι ἐξήχησαν ἐν τῇ κοιλάδι τῆς δίκης· ὁ ἥλιος καὶ ἡ σελήνη συσκοτάσουσι, καὶ οἱ ἀστέρες οὐ δώσουσι τὸ φέγγος αὑτῶν· ὁ δὲ Κύριος ἐκ Σιὼν ἀνακράξεται καὶ ἐξ Ἱερουσαλὴμ δώσει τὴν φωνὴν αὑτοῦ, καὶ σεισθήσεται ὁ οὐρανὸς καὶ ἡ γῆ».
Λουκᾶ 17,26-30. «Καθὼς ἐγένετο ἐν ταῖς ἡμέραις Νῶε, οὕτως ἔσται καὶ ἐν ταῖς ἡμέραις τοῦ Υἱοῦ τοῦ ἀνθρώπου. Ἤσθιον, ἔπινον, ἐγάμουν, ἐξεγαμίσκοντο, ἄχρι ἧς ἡμέρας εἰσῆλθε Νῶε εἰς τὴν κιβωτόν, καὶ ἦλθεν ὁ κατακλυσμὸς καὶ ἀπώλεσε πάντας. Ὁμοίως καὶ ὡς ἐγένετο ἐν ταῖς ἡμέραις Λώτ· ἤσθιον, ἔπινον, ἠγόραζον, ἐπώλουν, ἐφύτευον, ᾠκοδόμουν· ᾖ δὲ ἡμέρᾳ ἐξῆλθε Λὼτ ἀπὸ Σοδόμων, ἔβρεξεν θεῖον ἀπ’ οὐρανοῦ καὶ ἀπώλεσεν ἅπαντας. Κατὰ ταῦτα ἔσται ἡ ἡμέρᾳ ἐν ᾗ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἀποκαλύπτεται».
Λουκᾶ 21,25-27.- «Τότε ἔσται σημεῖα ἐν ἡλίῳ, σελήνῃ, καὶ ἄστροις, καὶ ἐπὶ τῆς γῆς συνοχὴ ἐθνῶν ἐν ἀπορίᾳ, ἠχούσης θαλάσσης καὶ σάλου, ἀποψυχόντων ἀνθρώπων ἀπὸ φόβου καὶ προσδοκίας τῶν ἐπερχομένων τῇ οἰκουμένῃ. Αἱ γὰρ δυνάμεις τῶν οὐρανῶν σαλευθήσονται, καὶ τότε ὄψονται τὸν Υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐν νεφέλῃ μετὰ δυνάμεως καὶ δόξης πολλῆς. «Προσέχετε ἑαυτοῖς μήποτε βαρυνθῶσιν ὑμῶν αἱ καρδίαι ἐν κραιπάλῃ καὶ μέθῃ καὶ μερίμναις βιωτικαῖς, καὶ αἰφνιδίως ἐφ’ ὑμᾶς ἐπιστῇ ἡ ἡμέρα ἐκείνη. Ὡς παγὶς γὰρ ἐπελεύσεται ἐπὶ πάντας τοὺς καθημένους ἐπὶ πρόσωπον πάσης τῆς γῆς».
Μαλαχ. 3,1-2.- «Ἰδοὺ ἔρχεται, λέγει Κύριος ὁ παντοκράτωρ· καὶ τὶς ὑπομενεῖ ἡμέραν εἰσόδου αὐτοῦ; Διότι αὐτὸς εἰσπορεύεται ὡς πῦρ ἐν χωνευτηρίῳ, καὶ ὡς πόα πλυνόντων, καὶ καθιεῖται χωνεύων καὶ καθαρίζων ὡς τὸ ἀργύριον».
Μαλαχ. 4,4.- «Ἰδοὺ ἐγὼ ἀποστέλλω Ἠλίαν τὸν Θεσβίτην πρὶν ἐλθεῖν τὴν ἡμέραν Κυρίου τὴν μεγάλην καὶ ἐπιφανῆ».
Ματθ. 16,27.- «Μέλλει ὁ Υἱὸς τοῦ ἀνθρώπου ἔρχεσθαι ἐν δόξῃ τοῦ Πατρὸς αὑτοῦ μετὰ τῶν ἀγγέλων αὑτοῦ, καὶ τότε ἀποδώσει ἑκάστῳ κατὰ τὴν πρᾶξιν».
Ματθ-24,14 Και κηρυχθήσεται τούτο το ευαγγέλιον της βασιλείας εν όλη τη οικουμένη εις μαρτύριον πάσι τοις έθνεσι και τότε ήξει το τέλος
Ματθ-24,15 Όταν ούν ιδήτε το βδέλυγμα της ερημώσεως το ρηθέν δια Δανιήλ του προφήτου έστως εν τόπω αγίω ο αναγινώσκων νοήτω.
Ματθ-24,16-18 Τότε οί εν Ιουδαία φευγέτωσαν επί τα όρη, ο επί του δώματος μη καταβαινέτω άραι τα έκ της οίκιας αυτού, και ο εν αγρώ μη επιστρέψατω οπίσω άραι τα ιμάτια αυτού.
Ματθ-24,19-20 Ουαί δε ταις εν γαστρί εχούσας και ταις θηλαζούσας εν εκείναις ταις ημέραις. Προσεύχεσθε δε ίνα μή γένηται η φυγή ημών χειμώνος μηδέ σαββάτω.
Ματθ-24,21 Εσται γάρ τότε θλίψις μεγάλη, οία ού γέγονεν απ' αρχής κόσμου έως του νυν ούδ ού μη γένηται.
Ματθ-24,22 Και ει μη εκολοβώθησαν αι ημέραι εκείναι, ούκ αν εσώθη πάσα σάρξ, διά δε τους εκλεκτούς κολοβωθήσονται αι ημέραι εκείναι.
Ματθ-24,23 Τότε εάν τις υμίν είπη ιδού ώδε ο Χριστός ή ώδε, μη πιστεύσητε
Ματθ-24,24 Εγερθήσονται γάρ ψευδόχριστοι και ψευδοπροφήται και δώσουσι σημεία μεγάλα και τέρατα ώστε πλανήσαι ει δυνατόν και τους εκλεκτούς.
Ματθ-24,25-26 Ιδού προείρηκα υμίν. Εάν ούν είπουσιν υμίν, ιδού εν τή ερήμω εστί, μή εξέλθητε, ιδού εν τοίς ταμείοις, μή πιστεύσητε
Ματθ-24,27 Ώσπερ η αστραπή εξέρχεται από ανατολών και φαίνεται ώς δυσμών, ούτως έσται και η παρουσία του υιού τού ανθρώπου.
Ματθ-24,29 Ευθέως δε μετά την θλίψιν των ημερών εκείνων ο ήλιος σκοτισθήσεται και η σελήνη ου δώσει το φέγγος αυτής
Ματθ-24,29 και οι αστέρες πεσούνται από του ουρανού και αι δυνάμεις των ουρανών σαλευθήσονται.
Ματθ-24,30 Και τότε φανήσεται το σημείον του υιού του ανθρώπου εν τω ουρανώ και τότε κόψονται πάσαι οι φυλαί της γής
Ματθ-24,30 Και όψονται τον υιό του ανθρώπου ερχόμενον επί των νεφελών του ουρανού μετά δυναμεώς και δόξης πολλής.
Ματθ-24,31 Και αποστελεί τους αγγέλους αυτού μετά σάλπιγγος φωνής μεγάλης και επισυνάξουσι τους εκλεκτούς αυτού εκ των τεσσάρων ανέμων απ' άκρων ουρανών έως άκρων αυτών.
Ματθ-24,36 Περί δε της ημέρας εκείνης και ώρας ούδείς οίδεν, ούδε οι άγγελοι των ουρανών, ή μη ο πατήρ μου μόνος.
Ματθ-24,37 Ωσπερ δε αι ημέραι του Νώε, ούτως έσται και η παρουσία του υιού το ανθρώπου.
Ματθ-24,38 Ωσπερ γάρ ήσαν εν τας ημέραις ταις πρό του κατακλυσμού τρώγοντες και πίνοντες, γαμούντες και εκγαμίζοντες, άχρι ής ημέρας εισήλθε Νώε είς την κιβωτόν
Ματθ-24,39 και ουκ έγνωσαν έως ήλθεν ο κατακλυσμός και ήρεν άπαντας, ούτως έσται και η παρουσία του υιού του ανθρώπου.
Ματθ-24,40-41 Τότε δύο έσονται εν τω αγρώ, ο είς παραλαμβάνεται και ο είς αφίεται . δύο αλήθουσαι εν τώ μυλώνι, μία παραλαμβάνεται και μία αφίεται.
Β Θεσ-2,3 Μη τις υμάς εξαπατήση κατ μηδένα τρόπον ότι εάν μη έλθη η αποστασία πρώτον και αποκαλυφθή ο άνθρωπος της αμαρτίας, ο υιός της απώλειας.
Β Θεσ-2,4 Ο αντικείμενος και υπεραιρόμενος επί πάντα λεγόμενον Θεόν ή σέβασμα, ώστε αυτόν είς τον ναόν του Θεού ως Θεόν καθίσαι, αποδεικνύντα ευατόν ότι εστι Θεός.
Β Θεσ-2,7 Το γάρ μυστήριον ήδη ενεργείται της ανομίας, μόνον ο κατέχων άρτι έως εκ μέσου γένηται
Β Θεσ-2,8 Και τότε αποκαλυφθήσεται ο άνομος, όν ο Κύριος αναλώσει τω πνεύματι του στόματος αυτού και καταργήσει τη επιφανεία της παρουσίας αυτού.
Β Θεσ-2,9 ου εστιν η παρουσία κατ' ενέργειαν του σατανά εν πάση δυνάμει και σημείοις και τέρασι ψεύδους,
Β Θεσ-2,10 και εν πάση απάτη της αδικίας εν τοίς απολλυμένοις, ανθ' ών την αγάπην της αληθείας ούκ εδέξαντο είς το σωθήναι αυτούς
Β Θεσ-2,11-12 και δια τούτο πέμψει αυτοίς ο Θεός ενέργειαν πλάνης είς το πιστεύσαι αυτούς τω ψεύδει, ίνα κριθώσι πάντες οι μή πιστεύσαντες τή αληθεία αλλ' ευδοκήσαντες εν τη αδικία.
Α Κορ-15,51 Ιδού μυστήριον υμίν λέγω . πάντες μέν ού κοιμηθησόμεθα, πάντες δέ αλλαγησόμεθα
Α Κορ-15,52 εν ατόμω, εν ριπή οφθαλμού, εν τη εσχάτη σάλπιγγι . σαλπίσει γάρ, και οι νεκροί εγερθήσονται άφθαρτοι, και ημείς αλλαγησόμεθα.
Α Θεσ-4,15 Τούτο γάρ υμίν λέγομεν εν λόγω Κυρίου ου μή φθάσωμεν τούς κοιμηθέντας,
Α Θεσ-4,16 ότι αυτός ο Κύριος εν κελεύσματι, εν φωνή αρχαγγέλου και εν σάλπιγγι Θεού καταβήσεται απ' ουρανού, και οι νεκροί εν Χριστώ αναστήσονται πρώτον,
Α Θεσ-4,17 έπειτα εμείς οι ζώντες οι περιλειπόμενοι άμα σύν αυτοίς αρπαγησόμεθα εν νεφέλαις είς απάντησιν τού Κυρίου είς αέρα, και ούτω πάντοτε σύν Κυρίω εσόμεθα.
Σοφον. 1,14.- «Εὐλαβεῖσθε ἀπὸ προσώπου Κυρίου, διότι ἐγγὺς ἡ ἡμέρα Κυρίου. Ἡτοίμασε Κύριος τὴν θυσίαν αὑτοῦ, ἡγίασε τοὺς κλητοὺς αὑτοῦ. Ἐγγὺς ἡ ἡμέρα Κυρίου ἡ μεγάλη, ἐγγὺς καὶ ταχεῖα σφόδρα. Φωνὴ ἡ ἡμέρα Κυρίου πικρὰ καὶ σκληρὰ τέτακται· ἡμέρα ὀργῆς, ἡ ἡμέρα ἐκείνη ἡμέρα θλίψεως καὶ ἀνάγκης καὶ ἀφανισμοῦ· ἡμέρα σκότους καὶ γνόφου».
ΠΕΡΙ ΔΗΜΙΟΥΡΓΗΜΑΤΩΝ ΤΟΥ ΘΕΟΥ
Βαροὺχ 3,32-36 Ὁ κατασκευάσας την γην εις τον αιώνα χρόνον, ενέπλησεν αυτήν κτηνών τετραπόδων· ο αποστέλλων το φως, και πορεύεται, εκάλεσεν αυτό, και υπήκουσεν αυτω τρόμω· οι δε αστέρες έλαμψαν εν ταις φυλακαίς αυτών και ευφράνθησαν. εκάλεσεν αυτούς και είπον· πάρεσμεν, έλαμψαν μετ ‘ ευφροσύνης τω ποιήσαντι αυτούς. ούτος ο Θεός ημών, ου λογισθήσεται έτερος προς αυτόν.
Γεν. 1,31 Και είδεν ο Θεός τα πάντα, όσα εποίησε, και ιδού καλά λίαν.
Ησ. 45,12 Ἐγώ εποίησα γην και άνθρωπον επ’ αυτής, εγώ τη χειρί μου εστερέωσα τον ουρανόν, εγώ πάσι τοις άστροις ενετειλάμην.
Ησ. 57,16 Πνεύμα γαρ παρ’ ἐμού εξελεύσεται και πνοήν πάσαν εγώ εποίησα.
Ἰερ. 10,12-13 Κύριος ο ποιήσας την γην εν τη ισχύϊ αυτού, ο ανορθώσας την οικουμένην εν τη σοφία αυτού και τη φρονήσει αυτού εξέτεινε τον ουρανόν, και πλήθος ύδατος εν ουρανω, και ανήγαγε νεφέλας εξ εσχάτου της γης, αστραπάς εις υετόν εποίησε και εξήγαγε φως εκ θησαυρών αυτού.
Σειρ. 38,4 Κύριος ἔκτισεν ἐκ γῆς φάρμακα, καὶ ἀνὴρ φρόνιμος οὐ προσοχθιεῖ αὐτοῖς.
Σειρ. 42,24-25 Πάντα δισσά, εν κατέναντι του ενός, και ουκ ἐποίησεν οὐδέν ἐλλείπον· ἓν τοῦ ἐνός ἐστερέωσε τὰ ἀγαθά, καὶ τις πλησθήσεται ορών δόξαν αυτού;
Σοφ.Σολομ.1,13-15 Ὅτι ο Θεός θάνατον ουκ εποίησεν, ουδέ τέρπεται επ’ απωλεία ζώντων. ἔκτισε γαρ εις το είναι τα πάντα, και σωτήριοι αι γενέσεις του κόσμου, και ουκ έστιν εν αυταίς φάρμακον ολέθρου ούτε άδου βασίλειον επί γης. δικαιοσύνη γαρ αθάνατός εστιν.
Σοφ.Σολομ.13,5 Ἐκ γαρ μεγέθους καλλονής κτισμάτων αναλόγως ο γενεσιουργός αυτών θεωρείται.
Ψαλμ. 73,16 Σή ἐστιν ἡ ἡμέρα, καὶ σή ἐστιν ὑ νύξ, σὺ κατηρτίσω φαύσιν και ήλιον.
Ψαλμ. 73,17 Σὺ ἐποίησας πάντα τὰ ὠραία τῆς γῆς· θέρος καὶ ἔαρ, σὺ ἔπλασας αὐτά.
Ψαλμ. 88,12 Σοί εἰσιν οἱ οὐρανοί, καὶ σή ἐστιν ἡ γῆ··την οικουμένην και το πλήρωμα αυτής σὺ εθεμελίωσας.
Ψαλμ. 94,5 Ὅτι αυτού εστιν η θάλασσα, και αυτός εποίησεν αυτήν, και την ξηράν αι χείρες αυτού έπλασαν.
Ψαλμ. 103,24 Ὡς εμεγαλύνθη τα έργα σου, Κύριε· πάντα εν σοφία εποίησας, επληρώθη η γη της κτίσεώς σου.
ΠΕΡΙ ΔΙΑΒΟΛΟΥ ΚΑΙ ΑΚΑΘΑΡΤΩΝ ΠΝΕΥΜΑΤΩΝ
Α΄Βασ.16,23 Καὶ ἐγενήθη ἐν τῷ εἶναι πνεύμα πονηρόν επί Σαούλ και ελάμβανε Δαυίδ την κινύραν και έψαλλεν εν χειρί αυτού. και ανέψυχε Σαούλ, και αγαθόν αυτω. και αφίστατο απ ‘ αυτού το πνεύμα το πονηρόν.
Α Θεσ. 2,18 διὸ ἠθελήσαμεν ἐλθεῖν πρὸς ὑμᾶς, ἐγὼ μὲν Παῦλος καὶ ἅπαξ καὶ δίς, καὶ ἐνέκοψεν ἡμᾶς σατανᾶς.
Α Ιωάν. 3,8 ποιῶν τὴν ἁμαρτίαν ἐκ τοῦ διαβόλου ἐστίν, ὅτι ἀπ᾿ ἀρχῆς διάβολος ἁμαρτάνει. εἰς τοῦτο ἐφανερώθη υἱὸς τοῦ Θεοῦ ἵνα λύσῃ τὰ ἔργα τοῦ διαβόλου.
Α Ιω. 3,10 ἐν τούτῳ φανερά ἐστι τὰ τέκνα τοῦ Θεοῦ καὶ τὰ τέκνα τοῦ διαβόλου. πᾶς μὴ ποιῶν δικαιοσύνην οὐκ ἔστιν ἐκ τοῦ Θεοῦ, καὶ μὴ ἀγαπῶν τὸν ἀδελφόν αὐτοῦ.
Α Κορ. 5,5 παραδοῦναι τὸν τοιοῦτον τῷ σατανᾷ εἰς ὄλεθρον τῆς σαρκός, ἵνα τὸ πνεῦμα σωθῇ ἐν τῇ ἡμέρᾳ τοῦ Κυρίου Ἰησοῦ.
Α Κορ. 7,5 μὴ ἀποστερεῖτε ἀλλήλους, εἰ μή τι ἂν ἐκ συμφώνου πρὸς καιρόν, ἵνα σχολάζητε τῇ νηστείᾳ καὶ τῇ προσευχῇ καὶ πάλιν ἐπὶ τὸ αὐτὸ συνέρχησθε, ἵνα μὴ πειράζῃ ὑμᾶς ὁ σατανᾶς διὰ τὴν ἀκρασίαν ὑμῶν.
Α Πετρ-5,8 Νήψατε, γρηγορήσατε . ο αντίδικος υμών διάβολος ως λέων ωρυόμενος περιπατεί ζητών τίνα καταπίη
Αποκ. 12,9 καὶ ἐβλήθη ὁ δράκων, -ὁ ὄφις ὁ μέγας ὁ ἀρχαῖος, ὁ καλούμενος Διάβολος καὶ ὁ Σατανᾶς, ὁ πλανῶν τὴν οἰκουμένην ὅλην, ἐβλήθη εἰς τὴν γῆν, καὶ οἱ ἄγγελοι αὐτοῦ μετ᾿ αὐτοῦ ἐβλήθησαν.
Αποκ. 12,12 Οὐαὶ τὴν γῆν καὶ τὴν θάλασσαν, ὅτι κατέβη ὁ διάβολος πρὸς ὑμᾶς ἔχων θυμὸν μέγαν, εἰδὼς ὅτι ὀλίγον καιρὸν ἔχει.
Αποκ. 20,2 καὶ ἐκράτησε τὸν δράκοντα, τὸν ὄφιν τὸν ἀρχαῖον, ὅς ἐστι Διάβολος καὶ ὁ Σατανᾶς ὁ πλανῶν τὴν οἰκουμένην, καὶ ἔδησεν αὐτὸν χίλια ἔτη,
Αποκ-20,3 και έβαλεν αυτόν είς την άβυσσον, και έκλεισε και εσφράγισεν επάνω αυτού, ίνα μη πλανά έτι τά έθνη, άχρι τελεσθή τά χίλια έτη· μετά ταύτα δεί αυτόν λυθήναι μικρόν χρόνον.
Αποκ. 20,7 Καὶ ὅταν τελεσθῇ τὰ χίλια ἔτη, λυθήσεται ὁ σατανᾶς ἐκ τῆς φυλακῆς αὐτοῦ,
Αποκ. 20,10 καὶ ὁ διάβολος ὁ πλανῶν αὐτοὺς ἐβλήθη εἰς τὴν λίμνην τοῦ πυρὸς καὶ τοῦ θείου, ὅπου καὶ τὸ θηρίον καὶ ὁ ψευδοπροφήτης, καὶ βασανισθήσονται ἡμέρας καὶ νυκτὸς εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Α Τιμ. 1,20 ὧν ἐστιν Ὑμέναιος καὶ Ἀλέξανδρος, οὓς παρέδωκα τῷ σατανᾷ, ἵνα παιδευθῶσι μὴ βλασφημεῖν
Α Τιμ. 5,15 ἤδη γ άρ τινες ἐξετράπησαν ὀπίσω τοῦ σατανᾶ.
Β Θεσ. 2,9 οὗ ἐστιν ἡ παρουσία κατ᾿ ἐνέργειαν τοῦ σατανᾶ ἐν πάσῃ δυνάμει καὶ σημείοις καὶ τέρασι ψεύδους
Β Κορ. 2,11 ἵνα μὴ πλεονεκτηθῶμεν ὑπὸ τοῦ σατανᾶ· οὐ γὰρ αὐτοῦ τὰ νοήματα ἀγνοοῦμεν.
Β Κορ. 11,14 καὶ οὐ θαυμαστόν· αὐτὸς γὰρ ὁ σατανᾶς μετασχηματίζεται εἰς ἄγγελον φωτός.
Εφεσ-4,27 Μηδέ δίδοτε τόπον τώ διαβόλω.
Εφεσ-6,11 Ενδύσασθε την πανοπλίαν του Θεού προς το δύνασθαι  υμάς στήναι προς τας μεθοδείας του διαβόλου
Ζαχ.3,1-2 Καὶ ἔδειξέ μοι Κύριος Ιησούν, τον ιερέα τον μέγαν, εστώτα προ προσώπου αγγέλου Κυρίου, και ο διάβολος ειστήκει εκ δεξιών αυτού του αντικείσθαι αυτω. και είπε Κύριος προς τον διάβολον· επιτιμήσαι Κύριος εν σοί, διάβολε, και επιτιμήσαι Κύριος εν σοί ο εκλεξάμενος την Ιερουσαλήμ· ουκ ιδού τούτο ως δαλός εξεσπασμένος εκ πυρός;
Ησ.14,12-15 Πῶς ἐξέπεσεν ἐκ τοῦ οὐρανοῦ ὁ ἐωσφόρος ὁ πρωῒ ἀνατέλλων; συνετρίβη εις την γην ο αποστέλλων προς πάντα τα έθνη. Σὺ δὲ εἶπας ἐν τῇ διανοία σου· εις τον ουρανόν αναβήσομαι, επάνω των αστέρων του ουρανού θήσω τον θρόνον μου, καθιώ εν όρει υψηλω, επί τα όρη τα υψηλά τα προς Βορράν, ἀναβήσομαι επάνω των νεφών, έσομαι όμοιος τω Υψίστω. Νῦν δὲ εἰς ἄδην καταβήση καὶ εἰς τὰ θεμέλια τῆς γῆς.
Ιακ-4,7 Υποτάγητε ούν τώ Θεώ, αντίστητε τώ διαβόλω, και φεύξεται αφ' υμών.
Ιωαν-6,70 Απεκρίθη αυτοίς ο Ιησούς . ουκ εγώ υμάς τους δώδεκα εξελεξάμην; Και εξ υμών είς διάβολος εστιν.
Ιωαν-8,44 Υμείς εκ του πατρός του διαβόλου εστέ, και τάς επιθυμίας του πατρός υμών θέλετε ποιείν.
Ιωαν-10,20 Έλεγον δε πολλοί εξ αυτών . δαιμόνιον έχει και μαίνεται . τι αυτού ακούετε; Άλλοι έλεγον . ταύτα τα ρήματα ουκ έστι δαιμονίζομενου . μη δαιμόνιον δύναται τυφλών οφθαλμούς ανοίγειν;
Ιωαν-13,2 Και δείπνου γενομένου, του διαβόλου ήδη βεβληκότος είς την καρδίαν Ιούδα Σίμωνος Ισκαριώτου ίνα αυτόν παραδώ
Ιωάν. 13,27 καὶ μετὰ τὸ ψωμίον τότε εἰσῆλθεν εἰς ἐκεῖνον ὁ σατανᾶς. λέγει οὖν αὐτῷ ὁ Ἰησοῦς· ὃ ποιεῖς, ποίησον τάχιον.
Λουκ.10,18-20 Εἶπε δὲ αὐτοῖς· ἐθεώρουν τὸν σατανᾶν ὡς ἀστραπὴν ἐκ τοῦ οὐρανοῦ πεσόντα. ιδού δίδωμι υμίν την εξουσίαν του πατείν επάνω όφεων και σκορπίων και επί πάσαν την δύναμιν του εχθρού, και ουδέν υμάς ου μη αδικήση. Πλήν εν τούτω μη χαίρετε, οτί τα πνεύματα υμίν υποτάσσεται· χαίρετε δε ότι τα ονόματα υμών εγράφη εν τοίς ουρανοίς.
Λουκ. 11,18 εἰ δὲ καὶ ὁ σατανᾶς ἐφ᾿ ἑαυτὸν διεμερίσθη, πῶς σταθήσεται ἡ βασιλεία αὐτοῦ, ὅτι λέγετε ἐν Βεελζεβούλ με ἐκβάλλειν τὰ δαιμόνια;
Λουκ. 22,3 Εἰσῆλθε δὲ ὁ σατανᾶς εἰς Ἰούδαν τὸν ἐπικαλούμενον Ἰσκαριώτην, ὄντα ἐκ τοῦ ἀριθμοῦ τῶν δώδεκα,
Λουκ. 22,31 Εἶπε δὲ ὁ Κύριος· Σίμων Σίμων, ἰδοὺ ὁ σατανᾶς ἐξῃτήσατο ὑμᾶς τοῦ σινιάσαι ὡς τὸν σῖτον·
Μαρκ. 1,13 καὶ ἦν ἐκεῖ ἐν τῇ ἐρήμῳ ἡμέρας τεσσαράκοντα πειραζόμενος ὑπὸ τοῦ σατανᾶ, καὶ ἦν μετὰ τῶν θηρίων, καὶ οἱ ἄγγελοι διηκόνουν αὐτῷ.
Μαρκ-3,23 Και προσκαλεσάμενος αυτούς εν παραβολαίς έλεγεν αυτοίς . πως δύναται σατανάς σατανά εκβάλειν;
Μάρκ-3,26 Και ει ο σατανάς ανέστη εφ' εαυτόν και μεμέρισται, ού δύναται σταθήναι, αλλά τέλος έχει.
Μαρκ. 4,15 οὗτοι δέ εἰσιν οἱ παρὰ τὴν ὁδὸν ὅπου σπείρεται ὁ λόγος, καὶ ὅταν ἀκούσωσιν, εὐθὺς ἔρχεται ὁ σατανᾶς καὶ αἴρει τὸν λόγον τὸν ἐσπαρμένον ἐν ταῖς καρδίαις αὐτῶν.
Μαρκ-9,28 Και εισελθόντα αυτόν είς οίκον οι μαθηταί αυτού επηρωτών αυτόν κατ' ιδίαν, ότι ημείς ούκ ηδυνήθημεν εκβάλειν αυτό.
Μαρκ-9,29 Και είπεν αυτοίς . Τούτο το γένος εν ουδενί δύναται εξελθείν ει μη εν προσευχή και νηστεία.
Μαρκ-9,38 Απεκρίθη αυτώ ο Ιωαννής λέγων . Διδάσκαλε, είδομεν τίνα εν τώ ονόματί σου εκβάλλοντα δαιμόνια, ός ούκ ακουλουθεί υμίν, και εκωλύσαμεν αυτόν, ότι ούκ ακολουθεί ημίν.
Μαρκ-9,39 Ο δε Ιησούς είπε . μη κώλύετε αυτόν . ουδείς γάρ εστιν ός ποιήσει δύναμιν επί τω ονοματί μου και δυνήσεται τάχυ κακολογήσαι με . ος γάρ ούκ έστι καθ' ημών, υπέρ ημών εστιν.
Ματθ-4,1 Τότε ο Ιησούς ανήχθη είς την έρημον υπο του Πνεύματος πειρασθήναι υπο του διαβόλου
Ματθ-4,3 Και προσελθών αυτώ ο πειράζων είπεν . ει υιός εί του Θεού, είπε ίνα οι λίθοι ούτοι άρτοι γένωνται.
Ματθ-4,5 Τότε παραλαμβάνει αυτόν ο διάβολος είς την αγίαν πόλιν, και ίστησιν αυτόν επί το πτερύγιον του ιερού
Ματθ-4,6 και λέγει αυτώ . ει υιός εί του Θεού, βάλε σεαυτόν κάτω . γέγραπται γάρ ότι τοίς αγγέλοις αυτού εντελείται περί σού, και επί χειρών αρούσί σε, μήποτε προσκόψης προς λίθον τον πόδα σου.
Ματθ-4,7 Έφη αυτώ ο Ιησούς . πάλιν γέγραπται, ούκ εκπειράσεις Κύριον τον Θεό σου.
Ματθ-4,8-9 Πάλιν παραλαμβάνει αυτόν ο διάβολος είς όρος υψηλόν λίαν και δείκνυσιν αυτώ πάσας τάς βασιλείας του κόσμου και την δόξα αυτών και λέγει αυτώ ταύτα πάντα σοι δώσω, εάν πεσών προσκυνήσης μοι.
Ματθ. 4,10 τότε λέγει αὐτῷ ὁ Ἰησοῦς· ὕπαγε ὀπίσω μου, σατανᾶ· γέγραπται γάρ, Κύριον τὸν Θεόν σου προσκυνήσεις καὶ αὐτῷ μόνῳ λατρεύσεις.
Ματθ-4,11 Τότε αφίησιν αυτόν ο διάβολος, και ιδού άγγελοι προσήλθον και διηκόνουν αυτώ.
Ματθ-7,22 Πολλοί ερούσί μοι εν εκείνη την ημέρα . Κύριε Κύριε, ού τώ σώ ονόματι προεφητεύσαμέν, και τώ σώ ονόματι δαιμόνια εξεβάλομεν, και τώ σώ ονοματί δυνάμεις πολλάς εποιήσαμέν;
Ματθ-7,23 Και τότε ομολογήσω αυτοίς ότι ουδέποτε έγνων υμάς . Αποχωρείτε απ' εμού οι εργαζόμενοι την ανομίαν.
Ματθ-8,31 Οἱ δὲ δαίμονες παρεκάλουν αὐτὸν λέγοντες· εἰ εκβάλεις ημάς επίτρεψον ημίν απέλθειν είς την αγέλην των χοίρων. καὶ εἶπεν αὐτοῖς· ὑπάγετε.
Ματθ. 12,26 καὶ εἰ ὁ σατανᾶς τὸν σατανᾶν ἐκβάλλει, ἐφ᾿ ἑαυτὸν ἐμερίσθη· πῶς οὖν σταθήσεται ἡ βασιλεία αὐτοῦ;
Ματθ-12,27 Και ει εγώ εν Βεελζεβούλ εκβάλλω τά δαιμόνια, οι υιοί υμών εν τίνι εκβαλούσι; Διά τούτο αυτοί κριταί έσονται υμών.
Ματθ-12,28 Ει δε εγώ εν Πνεύματι Θεού εκβάλλω τά δαιμόνια, άρα έφθασεν εφ' ημάς η βασιλεία του Θεού.
Ματθ-12,43-44 Όταν δε το ακάθαρτον πνεύμα εξέλθη από του ανθρώπου, διέρχεται δι ανύδρων τόπων ζητούν ανάπαυσιν και ούχ ευρίσκει. Τότε λέγει είς τον οίκο μου επιστρέψω όθεν εξήλθον και ελθον ευρίσκει σχολάζοντα και σαρωμένον και κεκοσμημένον.
Ματθ-12,45 Τότε πορεύται και παραλαμβάνει μεθ' εαυτού επτά έτερα πνεύματα πονηρότερα εαυτού και εισελθόντα κατοικεί εκεί
Ματθ-12,45 και γίνεται τα έσχατα του ανθρώπου εκείνου χείρονα των πρώτων, ούτως έσται και τη γενέα τη πονηρά ταύτη.
Ματθ-13,19 Παντος ακουοντος τον λογον της Βασιλειας και μη συνιέντος, ερχεται ο πονηρος και αίρει το εσπαρμενον εν τη καρδια αυτου
Ματθ. 16,23 ὁ δὲ στραφεὶς εἶπε τῷ Πέτρῳ· ὕπαγε ὀπίσω μου, σατανᾶ· σκάνδαλόν μου εἶ· ὅτι οὐ φρονεῖς τὰ τοῦ Θεοῦ, ἀλλὰ τὰ τῶν ἀνθρώπων.
Ματθ-25,41 Τότε ερεί και τοίς εξ ευωνύμων . πορεύσθε απ' εμού οι κατηραμένοι είς το πύρ το αιώνιον το ητοιμασμένον τω διαβόλω και τοίς αγγέλοις αυτού.
Πραξ. 5,3 εἶπε δὲ Πέτρος· Ἀνανία, διατί ἐπλήρωσεν ὁ σατανᾶς τὴν καρδίαν σου, ψεύσασθαί σε τὸ Πνεῦμα τὸ Ἅγιον καὶ νοσφίσασθαι ἀπὸ τῆς τιμῆς τοῦ χωρίου;
Πραξ-13,10 Ω πλήρης παντός δόλου και πάσης ραδιουργίας, υιέ διαβόλου, εχθρέ πάσης δικαιοσύνης, ου παύση διαστρέφων τάς οδούς Κυρίου τάς ευθείας;
Πραξ-19,15 Αποκριθέν δε το πνεύμα το πονηρόν είπε : Τον Ιησού γινώσκω και τον Παύλον επίσταμαι υμείς δε τίνες εστέ;
Ρωμ. 16,20 ὁ δὲ Θεὸς τῆς εἰρήνης συντρίψει τὸν σατανᾶν ὑπὸ τοὺς πόδας ὑμῶν ἐν τάχει.
Σοφ.Σολ.2,24-25 Φθόνω δε διαβόλου θάνατος εισήλθεν εις τον κόσμον, πειράζουσι δε αυτόν οι της εκείνου μερίδος όντες.
ΠΕΡΙ ΔΙΑΚΟΝΙΑΣ & ΔΙΑΚΟΝΩΝ
Α Κορ. 3,5 Τίς οὖν ἐστι Παῦλος, τίς δὲ Ἀπολλὼς ἀλλ᾿ ἢ διάκονοι δι᾿ ὧν ἐπιστεύσατε, καὶ ἑκάστῳ ὡς ὁ Κύριος ἔδωκεν;
Α Κορ. 12,4-6 Διαιρέσεις δὲ χαρισμάτων εἰσί, τὸ δὲ αὐτὸ Πνεῦμα· καὶ διαιρέσεις διακονιῶν εἰσι, καὶ ὁ αὐτὸς Κύριος· καὶ διαιρέσεις ἐνεργημάτων εἰσίν, ὁ δὲ αὐτός ἐστι Θεός, ὁ ἐνεργῶν τὰ πάντα ἐν πᾶσιν.
Α Κορ. 16,15 Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοί· οἴδατε τὴν οἰκίαν Στεφανᾶ, ὅτι ἐστὶν ἀπαρχὴ τῆς Ἀχαΐας καὶ εἰς διακονίαν τοῖς ἁγίοις ἔταξαν ἑαυτούς·
Αποκ. 2,19 οἶδά σου τὰ ἔργα καὶ τὴν ἀγάπην καὶ τὴν πίστιν καὶ τὴν διακονίαν καὶ τὴν ὑπομονήν σου, καὶ τὰ ἔργα σου τὰ ἔσχατα πλείονα τῶν πρώτων.
Α Τιμ. 1,12 Καὶ χάριν ἔχω τῷ ἐνδυναμώσαντί με Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ὅτι πιστόν με ἡγήσατο, θέμενος εἰς διακονίαν,
Α Τιμ. 3,8 Διακόνους ὡσαύτως σεμνούς, μὴ διλόγους, μὴ οἴνῳ πολλῷ προσέχοντας, μὴ αἰσχροκερδεῖς,
Α Τιμ. 3,12 διάκονοι ἔστωσαν μιᾶς γυναικὸς ἄνδρες, τέκνων καλῶς προϊστάμενοι καὶ τῶν ἰδίων οἴκων.
Α Τιμ. 4,6 Ταῦτα ὑποτιθέμενος τοῖς ἀδελφοῖς καλὸς ἔσῃ διάκονος Ἰησοῦ Χριστοῦ, ἐντρεφόμενος τοῖς λόγοις τῆς πίστεως καὶ τῆς καλῆς διδασκαλίας ᾗ παρηκολούθηκας.
Β Κορ. 3,6 ὃς καὶ ἱκάνωσεν ἡμᾶς διακόνους καινῆς διαθήκης, οὐ γράμματος, ἀλλὰ πνεύματος· τὸ γὰρ γράμμα ἀποκτείνει, τὸ δὲ πνεῦμα ζωοποιεῖ.
Β Κορ. 3,7-9 Εἰ δὲ ἡ διακονία τοῦ θανάτου ἐν γράμμασιν ἐντετυπωμένη ἐν λίθοις ἐγενήθη ἐν δόξῃ, ὥστε μὴ δύνασθαι ἀτενίσαι τοὺς υἱοὺς Ἰσραὴλ εἰς τὸ πρόσωπον Μωϋσέως διὰ τὴν δόξαν τοῦ προσώπου αὐτοῦ τὴν καταργουμένην, πῶς οὐχὶ μᾶλλον ἡ διακονία τοῦ πνεύματος ἔσται ἐν δόξῃ; εἰ γὰρ ἡ διακονία τῆς κατακρίσεως δόξα, πολλῷ μᾶλλον περισσεύει ἡ διακονία τῆς δικαιοσύνης ἐν δόξῃ.
Β Κορ. 4,1 Διὰ τοῦτο, ἔχοντες τὴν διακονίαν ταύτην καθὼς ἠλεήθημεν, οὐκ ἐκκακοῦμεν,
Β Κορ. 5,18 τὰ δὲ πάντα ἐκ τοῦ Θεοῦ τοῦ καταλλάξαντος ἡμᾶς ἑαυτῷ διὰ Ἰησοῦ Χριστοῦ καὶ δόντος ἡμῖν τὴν διακονίαν τῆς καταλλαγῆς,
Β Κορ. 6,3 μηδεμίαν ἐν μηδενὶ διδόντες προσκοπήν, ἵνα μὴ μωμηθῇ ἡ διακονία,
Β Κορ. 6,4 ἀλλ᾿ ἐν παντὶ συνιστῶντες ἑαυτοὺς ὡς Θεοῦ διάκονοι, ἐν ὑπομονῇ πολλῇ, ἐν θλίψεσιν, ἐν ἀνάγκαις, ἐν στενοχωρίαις,
Β Κορ. 8,4 μετὰ πολλῆς παρακλήσεως δεόμενοι ἡμῶν τὴν χάριν καὶ τὴν κοινωνίαν τῆς διακονίας τῆς εἰς τοὺς ἁγίους,
Β Κορ. 9,1 Περὶ μὲν γὰρ τῆς διακονίας τῆς εἰς τοὺς ἁγίους περισσὸν μοί ἐστι τὸ γράφειν ὑμῖν·
Β Κορ. 9,12 ὅτι ἡ διακονία τῆς λειτουργίας ταύτης οὐ μόνον ἐστὶ προσαναπληροῦσα τὰ ὑστερήματα τῶν ἁγίων, ἀλλὰ καὶ περισσεύουσα διὰ πολλῶν εὐχαριστιῶν τῷ Θεῷ· -
Β Κορ. 9,13 διὰ τῆς δοκιμῆς τῆς διακονίας ταύτης δοξάζοντες τὸν Θεὸν ἐπὶ τῇ ὑποταγῇ τῆς ὁμολογίας ὑμῶν εἰς τὸ εὐαγγέλιον τοῦ Χριστοῦ καὶ ἁπλότητι τῆς κοινωνίας εἰς αὐτοὺς καὶ εἰς πάντας,
Β Κορ. 11,15 οὐ μέγα οὖν εἰ καὶ οἱ διάκονοι αὐτοῦ μετασχηματίζονται ὡς διάκονοι δικαιοσύνης, ὧν τὸ τέλος ἔσται κατὰ τὰ ἔργα αὐτῶν.
Β Τιμ. 4,5 σὺ δὲ νῆφε ἐν πᾶσι, κακοπάθησον, ἔργον ποίησον εὐαγγελιστοῦ, τὴν διακονίαν σου πληροφόρησον.
Β Τιμ. 4,11 Λουκᾶς ἐστι μόνος μετ᾿ ἐμοῦ. Μᾶρκον ἀναλαβὼν ἄγε μετὰ σεαυτοῦ· ἔστι γάρ μοι εὔχρηστος εἰς διακονίαν.
Εβρ. 1,14 οὐχὶ πάντες εἰσὶ λειτουργικὰ πνεύματα εἰς διακονίαν ἀποστελλόμενα διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν;
Εφ. 4,12  πρὸς τὸν καταρτισμὸν τῶν ἁγίων εἰς ἔργον διακονίας, εἰς οἰκοδομὴν τοῦ σώματος τοῦ Χριστοῦ,
Ιωάν. 12 ,26 ἐὰν ἐμοὶ διακονῇ τις, ἐμοὶ ἀκολουθείτω, καὶ ὅπου εἰμὶ ἐγώ, ἐκεῖ καὶ ὁ διάκονος ὁ ἐμὸς ἔσται· καὶ ἐάν τις ἐμοὶ διακονῇ, τιμήσει αὐτὸν ὁ πατήρ.
Κολ. 4,17 καὶ εἴπατε Ἀρχίππῳ· βλέπε τὴν διακονίαν ἣν παρέλαβες ἐν Κυρίῳ, ἵνα αὐτὴν πληροῖς.
Λουκ. 10,40 ἡ δὲ Μάρθα περιεσπᾶτο περὶ πολλὴν διακονίαν· ἐπιστᾶσα δὲ εἶπε· Κύριε, οὐ μέλει σοι ὅτι ἡ ἀδελφή μου μόνην με κατέλιπε διακονεῖν; εἰπὲ οὖν αὐτῇ ἵνα μοι συναντιλάβηται.
Μαρκ. 9,35 καὶ καθίσας ἐφώνησε τοὺς δώδεκα καὶ λέγει αὐτοῖς· εἴ τις θέλει πρῶτος εἶναι, ἔσται πάντων ἔσχατος καὶ πάντων διάκονος.
Μαρκ. 10,43 οὐχ οὕτω δὲ ἔσται ἐν ὑμῖν, ἀλλ᾿ ὃς ἐὰν θέλῃ γενέσθαι μέγας ἐν ὑμῖν, ἔσται ὑμῶν διάκονος,
Ματθ. 20,26 οὐχ οὕτως ἔσται ἐν ὑμῖν, ἀλλ᾿ ὃς ἐὰν θέλῃ ἐν ὑμῖν μέγας γενέσθαι, ἔσται ὑμῶν διάκονος,
Ματθ. 23,11 ὁ δὲ μείζων ὑμῶν ἔσται ὑμῶν διάκονος.
Πραξ. 6,4 ἡμεῖς δὲ τῇ προσευχῇ καὶ τῇ διακονίᾳ τοῦ λόγου προσκαρτερήσομεν.
Πραξ. 11,29 τῶν δὲ μαθητῶν καθὼς ηὐπορεῖτό τις, ὥρισαν ἕκαστος αὐτῶν εἰς διακονίαν πέμψαι τοῖς κατοικοῦσιν ἐν τῇ Ἰουδαίᾳ ἀδελφοῖς·
Πραξ. 12,25 Βαρνάβας δὲ καὶ Σαῦλος ὑπέστρεψαν ἐξ Ἱερουσαλὴμ πληρώσαντες τὴν διακονίαν, συμπαραλαβόντες καὶ Ἰωάννην τὸν ἐπικληθέντα Μᾶρκον.
Πραξ. 20,24 ἀλλ᾿ οὐδενὸς λόγον ποιοῦμαι οὐδὲ ἔχω τὴν ψυχήν μου τιμίαν ἐμαυτῷ, ὡς τελειῶσαι τὸν δρόμον μου μετὰ χαρᾶς καὶ τὴν διακονίαν ἣν ἔλαβον παρὰ τοῦ Κυρίου Ἰησοῦ, διαμαρτύρασθαι τὸ εὐαγγέλιον τῆς χάριτος τοῦ Θεοῦ.
Πραξ. 21,19 καὶ ἀσπασάμενος αὐτοὺς ἐξηγεῖτο καθ᾿ ἓν ἕκαστον ὧν ἐποίησεν ὁ Θεός ἐν τοῖς ἔθνεσι διὰ τῆς διακονίας αὐτοῦ.
Ρωμ. 11,13 Ὑμῖν γὰρ λέγω τοῖς ἔθνεσιν. ἐφ᾿ ὅσον μέν εἰμι ἐγὼ ἐθνῶν ἀπόστολος, τὴν διακονίαν μου δοξάζω,
Ρωμ. 12,6-7 ἔχοντες δὲ χαρίσματα κατὰ τὴν χάριν τὴν δοθεῖσαν ἡμῖν διάφορα, εἴτε προφητείαν, κατὰ τὴν ἀναλογίαν τῆς πίστεως, εἴτε διακονίαν, ἐν τῇ διακονίᾳ, εἴτε ὁ διδάσκων, ἐν τῇ διδασκαλίᾳ,
Ρωμ. 13,4 Θεοῦ γὰρ διάκονός ἐστι σοι εἰς τὸ ἀγαθόν. ἐὰν δὲ τὸ κακὸν ποιῇς, φοβοῦ· οὐ γὰρ εἰκῆ τὴν μάχαιραν φορεῖ· Θεοῦ γὰρ διάκονός ἐστιν εἰς ὀργήν, ἔκδικος τῷ τὸ κακὸν πράσσοντι.
ΠΕΡΙ ΔΙΑΝΟΙΑΣ
Α Ιωάν. 5,20 οἴδαμεν δὲ ὅτι ὁ υἱὸς τοῦ Θεοῦ ἥκει καὶ δέδωκεν ἡμῖν διάνοιαν ἵνα γινώσκωμεν τὸν ἀληθινόν· καί ἐσμεν ἐν τῷ ἀληθινῷ, ἐν τῷ υἱῷ αὐτοῦ Ἰησοῦ Χριστῷ. οὗτός ἐστιν ὁ ἀληθινὸς Θεὸς καὶ ζωὴ αἰώνιος.
Α Πετρ. 1,13 Διὸ ἀναζωσάμενοι τὰς ὀσφύας τῆς διανοίας ὑμῶν, νήφοντες, τελείως ἐλπίσατε ἐπὶ τὴν φερομένην ὑμῖν χάριν ἐν ἀποκαλύψει Ἰησοῦ Χριστοῦ,
Β Πετρ. 3,1 Ταύτην ἤδη, ἀγαπητοί, δευτέραν ὑμῖν γράφω ἐπιστολήν, ἐν αἷς διεγείρω ὑμῶν ἐν ὑπομνήσει τὴν εἰλικρινῆ διάνοιαν,
Εβρ. 8,10 ὅτι αὕτη ἡ διαθήκη ἣν διαθήσομαι τῷ οἴκῳ Ἰσραὴλ μετὰ τὰς ἡμέρας ἐκείνας, λέγει Κύριος· διδοὺς νόμους μου εἰς τὴν διάνοιαν αὐτῶν, καὶ ἐπὶ καρδίας αὐτῶν ἐπιγράψω αὐτούς, καὶ ἔσομαι αὐτοῖς εἰς Θεόν, καὶ αὐτοὶ ἔσονταί μοι εἰς λαόν.
Εβρ. 10,16 αὕτη ἡ διαθήκη ἣν διαθήσομαι πρὸς αὐτοὺς μετὰ τὰς ἡμέρας ἐκείνας, λέγει Κύριος· διδοὺς νόμους μου ἐπὶ καρδίας αὐτῶν, καὶ ἐπὶ τῶν διανοιῶν αὐτῶν ἐπιγράψω αὐτούς,
Εφ. 2,3 ἐν οἷς καὶ ἡμεῖς πάντες ἀνεστράφημέν ποτε ἐν ταῖς ἐπιθυμίαις τῆς σαρκὸς ἡμῶν, ποιοῦντες τὰ θελήματα τῆς σαρκὸς καὶ τῶν διανοιῶν, καὶ ἦμεν τέκνα φύσει ὀργῆς, ὡς καὶ οἱ λοιποί·
Εφ. 4,18  ἐσκοτισμένοι τῇ διανοίᾳ, ὄντες ἀπηλλοτριωμένοι τῆς ζωῆς τοῦ Θεοῦ διὰ τὴν ἄγνοιαν τὴν οὖσαν ἐν αὐτοῖς διὰ τὴν πώρωσιν τῆς καρδίας αὐτῶν,
Κολ. 1,21 καὶ ὑμᾶς ποτε ὄντας ἀπηλλοτριωμένους καὶ ἐχθροὺς τῇ διανοίᾳ ἐν τοῖς ἔργοις τοῖς πονηροῖς,
Λουκ. 1,51 Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν·
Μαρκ. 12,30 καὶ ἀγαπήσεις Κύριον τὸν Θεόν σου ἐξ ὅλης τῆς καρδίας σου καὶ ἐξ ὅλης τῆς ψυχῆς σου καὶ ἐξ ὅλης τῆς διανοίας σου καὶ ἐξ ὅλης τῆς ἰσχύος σου. αὕτη πρώτη ἐντολή.
Ματθ. 22,37 ὁ δὲ Ἰησοῦς ἔφη αὐτῷ· ἀγαπήσεις Κύριον τὸν Θεόν σου ἐν ὅλῃ τῇ καρδίᾳ σου καὶ ἐν ὅλῃ τῇ ψυχῇ σου καὶ ἐν ὅλῃ τῇ διανοίᾳ σου.
ΠΕΡΙ ΔΙΔΑΧΗΣ ΚΑΙ ΝΟΥΘΕΣΙΑΣ
Α Θεσ. 5,14 Παρακαλοῦμεν δὲ ὑμᾶς, ἀδελφοί, νουθετεῖτε τοὺς ἀτάκτους, παραμυθεῖσθε τοὺς ὀλιγοψύχους, ἀντέχεσθε τῶν ἀσθενῶν, μακροθυμεῖτε πρὸς πάντας.
Α Κορ. 4,14 Οὐκ ἐντρέπων ὑμᾶς γράφω ταῦτα, ἀλλ᾿ ὡς τέκνα μου ἀγαπητὰ νουθετῶ.
Α Κορ-9,16 Εάν γάρ ευαγγελίζωμαι, ουκ έστιν μοι καύχημα . ανάγκη γάρ μοι επίκειται . ουαί μοι έστιν εάν μη ευαγγελίζωμαι
Α Κορ-10,24 Μηδείς το εαυτού ζητήτω αλλά το του ετέρου έκαστος.
Α Κορ. 14,6 νυνὶ δέ, ἀδελφοί, ἐὰν ἔλθω πρὸς ὑμᾶς γλώσσαις λαλῶν, τί ὑμᾶς ὠφελήσω, ἐὰν μὴ ὑμῖν λαλήσω ἢ ἐν ἀποκαλύψει ἢ ἐν γνώσει ἢ ἐν προφητείᾳ ἢ ἐν διδαχῇ;
Α Κορ. 14,26 Τί οὖν ἐστιν, ἀδελφοί, ὅταν συνέρχησθε, ἕκαστος ὑμῶν ψαλμὸν ἔχει, διδαχὴν ἔχει, γλῶσσαν ἔχει, ἀποκάλυψιν ἔχει, ἑρμηνείαν ἔχει· πάντα πρὸς οἰκοδομὴν γινέσθω.
Α Τιμ-2,12 Γυναικί δε διδάσκειν ούκ επιτρέπω, ουδέ αυθεντείν ανδρός, αλλ' είναι εν ησυχία.
Α Τιμ-3,5 Ει δε τις του ιδίου οίκου προστήναι ουκ οίδε, πώς εκκλησίας Θεού επιμελήσεται;
Α Τιμ. 4,16 ἔπεχε σεαυτῷ καὶ τῇ διδασκαλίᾳ, ἐπίμενε αὐτοῖς· τοῦτο γὰρ ποιῶν καὶ σεαυτὸν σώσεις καὶ τοὺς ἀκούοντάς σου.
Α Τιμ. 5,17 Οἱ καλῶς προεστῶτες πρεσβύτεροι διπλῆς τιμῆς ἀξιούσθωσαν, μάλιστα οἱ κοπιῶντες ἐν λόγῳ καὶ διδασκαλίᾳ·
Α Τιμ. 6,3-4 Ταῦτα δίδασκε καὶ παρακάλει. εἴ τις ἑτεροδιδασκαλεῖ καὶ μὴ προσέρχεται ὑγιαίνουσι λόγοις τοῖς τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ τῇ κατ᾿ εὐσέβειαν διδασκαλίᾳ, τετύφωται, μηδὲν ἐπιστάμενος, ἀλλὰ νοσῶν περὶ ζητήσεις καὶ λογομαχίας,  
Β Ιωάν. 1,9  πᾶς ὁ παραβαίνων καὶ μὴ μένων ἐν τῇ διδαχῇ τοῦ Χριστοῦ Θεὸν οὐκ ἔχει· ὁ μένων ἐν τῇ διδαχῇ τοῦ Χριστοῦ, οὗτος καὶ τὸν πατέρα καὶ τὸν υἱὸν ἔχει.
Β Ιωάν.1,10 εἴ τις ἔρχεται πρὸς ὑμᾶς καὶ ταύτην τὴν διδαχὴν οὐ φέρει, μὴ λαμβάνετε αὐτὸν εἰς οἰκίαν, καὶ χαίρειν αὐτῷ μὴ λέγετε
Β Τιμ-2,2 Καὶ ἃ ἤκουσας παρ’ ἐμοῦ διὰ πολλῶν μαρτύρων, ταύτα παράθου πιστοίς ανθρώποις, οίτινες ικανοί έσονται και ετέρους διδάξαι.
Β Τιμ. 4,2 κήρυξον τὸν λόγον, ἐπίστηθι εὐκαίρως ἀκαίρως, ἔλεγξον, ἐπιτίμησον, παρακάλεσον, ἐν πάσῃ μακροθυμίᾳ καὶ διδαχῇ.
Β Τιμ. 4,3 ἔσται γὰρ καιρὸς ὅτε τῆς ὑγιαινούσης διδασκαλίας οὐκ ἀνέξονται, ἀλλὰ κατὰ τὰς ἐπιθυμίας τὰς ἰδίας ἑαυτοῖς ἐπισωρεύσουσι διδασκάλους κνηθόμενοι τὴν ἀκοήν,
Γαλ-6,1 Αδελφοι εάν και προληφθή άνθρωπος έν τινι παραπτώματι, υμείς οι πνευματικοί καταρτίζετε τον τοιούτον εν πνεύματι πραότητος σκοπών σεαυτόν, μη και συ πειρασθείς.
Εβρ. 13,9 διδαχαῖς ποικίλαις καὶ ξέναις μὴ παραφέρεσθε· καλὸν γὰρ χάριτι βεβαιοῦσθαι τὴν καρδίαν, οὐ βρώμασιν, ἐν οἷς οὐκ ὠφελήθησαν οἱ περιπατήσαντες.
Ησ. 8,18 Ἰδού ἐγὼ καὶ τὰ παιδία, ἃ μοι ἔδωκεν ὁ Θεός.
Ιακ-3,1 Μη πολλοί διδάσκαλοι γίνεσθε, αδελφοί μου, ειδότες ότι μείζον κρίμα ληψόμεθα
Ιακ-5,20 Γινωσκέτω ότι ο επιστρέψας αμαρτωλόν εκ πλάνης οδού αυτού σώσει ψυχήν εκ θανάτου και καλύψει πλήθος αμαρτιών.
Ἰερ.15,19 Δια τούτο τάδε λέγει Κύριος· εάν επιστρέψης, και αποκαταστήσω σε, και προ προσώπου μου στήση· και εάν εξαγάγης τίμιον από αναξίου, ως το στόμα μου έση· και αναστρέψουσιν αυτοί προς σε, και συ ουκ αναστρέψεις προς αυτούς.
Ιωαν-7,14-15 Ήδη δε της εορτής μεσούσης ανέβη ο Ιησούς είς το ιερόν και εδίδασκε. Και εθαύμαζον οι Ιουδαίοι λέγοντες . πώς ούτος γράμματα οίδε μη μεμαθηκώς;
Κολ. 1,28 ὃν ἡμεῖς καταγγέλλομεν νουθετοῦντες πάντα ἄνθρωπον καὶ διδάσκοντες πάντα ἄνθρωπον ἐν πάσῃ σοφίᾳ, ἵνα παραστήσωμεν πάντα ἄνθρωπον τέλειον ἐν Χριστῷ Ἰησοῦ·
Κολ. 3,16 ὁ λόγος τοῦ Χριστοῦ ἐνοικείτω ἐν ὑμῖν πλουσίως, ἐν πάσῃ σοφίᾳ διδάσκοντες καὶ νουθετοῦντες ἑαυτοὺς ψαλμοῖς καὶ ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς, ἐν χάριτι ᾄδοντες ἐν τῇ καρδίᾳ ὑμῶν τῷ Κυρίῳ.
Λουκ-6,40 Ούκ έστι μαθητής υπέρ τον διδάσκαλον αυτού. καταρτισμένος δε πάς έσται ως ο διδάσκαλος αυτού.
Ματθ-5,19 Ὃς δ' αν ποιήση και διδάξη, ούτος μέγας κληθήσεται εν τη βασιλεία των ουρανών.
Ματθ.10,24 Οὐκ ἐστι μαθητής ὑπέρ τὸν διδάσκαλον οὐδὲ δούλος ὑπὲρ τὸν κύριον αὐτοῦ. ἀρκετόν τῷ μαθητῇ ἵνα γένηται ὠς ὁ διδάσκαλος αὐτοῦ, καὶ τῷ δούλω ὠς ὁ κύριος αὐτοῦ.
Ματθ.16,12 τότε συνῆκαν ὅτι οὐκ εἶπε προσέχειν ἀπὸ τῆς ζύμης τοῦ ἄρτου, ἀλλ᾿ ἀπὸ τῆς διδαχῆς τῶν Φαρισαίων καὶ Σαδδουκαίων.
Παρ-23,9 Είς ώτα άφρονος μηδέν λέγε, μήποτε μυκτηρίση τους συνετούς λόγους σου.
Ρωμ-2,21 Ὁ οὖν διδάσκων ἔτερον σεαὐτόν οὐ διδάσκεις;
Ρωμ. 12,7 εἴτε διακονίαν, ἐν τῇ διακονίᾳ, εἴτε ὁ διδάσκων, ἐν τῇ διδασκαλίᾳ,
Ρωμ. 15,14 Πέπεισμαι δέ, ἀδελφοί μου, καὶ αὐτὸς ἐγὼ περὶ ὑμῶν, ὅτι καὶ αὐτοὶ μεστοί ἐστε ἀγαθωσύνης, πεπληρωμένοι πάσης γνώσεως, δυνάμενοι καὶ ἀλλήλους νουθετεῖν.
Ρωμ. 16,17 Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοί, σκοπεῖν τοὺς τὰς διχοστασίας καὶ τὰ σκάνδαλα παρὰ τὴν διδαχὴν ἣν ὑμεῖς ἐμάθετε ποιοῦντας, καὶ ἐκκλίνατε ἀπ᾿ αὐτῶν·
Σειρ-4,23 Μη κωλύσεις λόγον εν καιρώ σωτηρίας· εν γάρ λόγω γνωσθήσεται σοφία και παιδεία εν ρήματι γλώσσης.
Σειρ-5,12 Ει έστι σύνεσις, αποκρίθητι τω πλησίον· εί δε μη, η χείρ σου έστω επί στοματί σου.
Σειρ-18,17 Ουκ ιδού λόγος υπέρ δόμα αγαθόν; Και αμφότερα παρά ανδρί κεχωρισμένω.
Σειρ-22,7 Συγκολλών όστρακον ο διδάσκων μωρόν, εξεγείρων καθεύδοντα εκ βαθέως ύπνου.
Σειρ. 33,4 Ἐτοίμασον λόγον και ούτως ακουσθήση, σύνδησον παιδείαν και αποκρίθητι.
Σειρ-37,19 Έστιν ανήρ πανούργος πολλών παιδευτής, και τη ιδία ψυχή άχρηστος εστιν.
Σειρ-37,20-21 Έστι σοφιζόμενος εν λόγοις μισητός, ούτος πάσης τροφής καθυστερήσει . ου γάρ εδόθη αυτώ παρά Κυρίου χάρις, ότι πάσης σοφίας εστερήθη.
Τιτ. 1,9 ἀντεχόμενον τοῦ κατὰ τὴν διδαχὴν πιστοῦ λόγου, ἵνα δυνατὸς ᾖ καὶ παρακαλεῖν ἐν τῇ διδασκαλίᾳ τῇ ὑγιαινούσῃ καὶ τοὺς ἀντιλέγοντας ἐλέγχειν.
Τιτ. 2,1 Σὺ δὲ λάλει ἃ πρέπει τῇ ὑγιαινούσῃ διδασκαλίᾳ.
Τιτον-3,10 Αἰρετικὸν ἄνθρωπον μετὰ μίαν καὶ δευτέραν νουθεσίαν παραιτού. Εἰδῶς ὅτι ἐξέστραπται ὁ τοιούτος καὶ ἁμαρτάνει ὢν αὐτοκατάκριτος.
Ψαλμ. 49,16 Τῷ δὲ ἁμαρτωλῷ εἶπεν ὁ Θεός· ἱνατί σὺ διηγῇ τὰ δικαιώματά μου καὶ ἀναλαμβάνεις τὴν διαθήκην μου διὰ στόματός σου;
Ψαλμ-50,15 Διδάξω ανόμους τας οδούς σου, και ασεβείς επί δε επιστρέψουσι.
ΠΕΡΙ ΔΙΚΑΙΟΣΥΝΗΣ
Ησ-26,9 Δικαιοσύνην μάθετε, οἱ ἐνοικούντες ἐπὶ τῆς γῆς.
Ησ. 32,17 Και έσται τα έργα της δικαιοσύνης ειρήνη, και κρατήσει η δικαιοσύνη ανάπαυσιν, και πεποιθότες έως του αιώνος·
Λευτ-19,15 Ού ποιήσετε άδικον έν κρίσει . ου λήψη πρόσωπον πτωχού, ουδέ μη θαυμάσης πρόσωπον δυνάστου . εν δικαιοσύνη κρίνεις τον πλησίον σου.
Ματθ-5,6 Μακαριοι οι πεινώντες και διψώντες την δικαιοσύνην, ότι αυτοι χορτασθήσονται.
Ματθ-5,10 Μακαριοι οι δεδιωγμένοι ένεκεν δικαιοσύνης, ότι αυτων έστιν η βασιλεια των ουρανων
Κολασ-4,1 Οι Κύριοι το δίκαιον και την ισότητα τοις δούλοις παρέχεσθε, ειδότες ότι και υμείς έχετε Κύριον εν ουρανοίς.
Παρ.11,5 Δικαιοσύνη αμώμους ορθοτομεί οδούς, ασέβεια δε περιπίπτει αδικία.
Παρ.11,30 Ἐκ καρπού δικαιοσύνης φύεται δένδρον ζωής, αφαιρούνται δε άωροι ψυχαί παρανόμων.
Παρ. 14,34 Δικαιοσύνη υψοί έθνος, ελασσονούσι δε φυλάς αμαρτίαι.
Παρ.15,9 Βδέλυγμα Κυρίῳ ὀδοί ἀσεβοῦς, διώκοντας δὲ δικαιοσύνην ἀγαπᾷ.
Παρ-15,29α Κρείσσον ολίγη λήψις μετά δικαιοσύνης, ή πολλά γεννήματα μετά αδικίας.
Παρ.16,17 Τρίβοι ζωής εκκλίνουσιν από κακών, μήκος δε βίου οδοί δικαιοσύνης.
Παρ.21,3 Ποιεῖν δίκαια καὶ ἀληθεύειν ἀρεστὰ παρὰ Θεῷ μᾶλλον ἢ θυσιῶν αἷμα.
Παρ-21,21 Οδός δικαιοσύνης και ελεημοσύνης ευρήσει ζωήν και δόξαν.
Σολομ-1,1 Αγαπήσατε δικαιοσύνην, οι κρίνοντες την γήν, φρονήσατε περί του Κυρίου εν αγαθότητι, και εν απλότητι καρδίας ζητήσατε αυτόν.
Σοφ.Σολομ.8,7 Καὶ εἰ δικαιοσύνην αγαπά τις, οι πόνοι ταύτης εισίν αρεταί· σωφροσύνην γαρ και φρόνησιν εκδιδάσκει, δικαιοσύνην και ανδρείαν, ων χρησιμώτερον ουδέν εστιν εν βίω ανθρώποις.
Ρωμ-1,17 Δικαιοσυνην γαρ Θεου έν αυτώ αποκαλύπτεται εκ πιστεως είς πίστην, ο δε δικαίος έκ πίστεως ζήσεται
ΠΕΡΙ ΔΙΚΑΙΟΣΥΝΗΣ ΘΕΟΥ
Α΄Βασ.2,10 Κύριος ανέβη εις ουρανούς και εβρόντησεν, αυτός κρινεί άκρα γης, και δίδωσιν ισχύν τοις βασιλεύσιν ημών και ὑψώσει κέρας χριστού αυτού.
Ἰώβ 8,3 Μὴ ὁ Κύριος ἀδικήσει κρίνων ἢ ὁ τὰ πάντα ποιήσας ταράξει τὸ δίκαιον;
Παρ. 16,9 Πάντα τα έργα του Κυρίου μετά δικαιοσύνης·
Παρ. 16,11 Ροπή ζυγού δικαιοσύνη παρά Κυρίω, τα δε έργα αυτού στάθμια δίκαια.
Ψαλμ. 9,5 Ὅτι ἐποίησας την κρίσιν μου και την δίκην μου, εκάθισας επί θρόνου ο κρίνων δικαιοσύνην.
Ψαλμ.10,7 Δίκαιος Κύριος, και δικαιοσύνας ηγάπησεν, ευθύτητας είδε το πρόσωπον αυτού.
Ψαλμ. 18,10 Ὁ φόβος Κυρίου αγνός, διαμένων εις αιώνα αιώνος· τα κρίματα Κυρίου αληθινά, δεδικαιωμένα ἐπὶ τὸ αὐτό.
Ψαλμ. 47,11 Κατά το όνομά σου, ο Θεός, ούτω και η αίνεσίς σου επί τα πέρατα της γης· δικαιοσύνης πλήρης η δεξιά σου.
Ψαλμ. 88,15 Δικαιοσύνη και κρίμα ετοιμασία του θρόνου σου, έλεος και αλήθεια προπορεύσονται προ προσώπου σου.
Ψαλμ. 98,4 Σὺ ἡτοίμασας εὐθύτητας, κρίσιν και δικαιοσύνην εν Ιακώβ συ εποίησας.
ΠΕΡΙ ΔΙΚΑΙΩΝ
Γαλ. 3,11 ὅτι δὲ ἐν νόμῳ οὐδεὶς δικαιοῦται παρὰ τῷ Θεῷ, δῆλον· ὅτι ὁ δίκαιος ἐκ πίστεως ζήσεται.
Εκκλ-7,16 Μη γίνου δίκαιος πολύ, μηδέ σοφίζου περισσά, μήποτε εκπλαγής.
Ιακ.5,6 κατεδικάσατε, ἐφονεύσατε τὸν δίκαιον· οὐκ ἀντιτάσσεται ὑμῖν.
Ιακ.5,16 ἐξομολογεῖσθε ἀλλήλοις τὰ παραπτώματα, καὶ εὔχεσθε ὑπὲρ ἀλλήλων, ὅπως ἰαθῆτε· πολὺ ἰσχύει δέησις δικαίου ἐνεργουμένη.
Λουκ.1,6 ἦσαν δὲ δίκαιοι ἀμφότεροι ἐνώπιον τοῦ Θεοῦ, πορευόμενοι ἐν πάσαις ταῖς ἐντολαῖς καὶ δικαιώμασι τοῦ Κυρίου ἄμεμπτοι.
Λουκ. 5,32 οὐκ ἐλήλυθα καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν.
Μαρκ. 6,20 ὁ γὰρ Ἡρῴδης ἐφοβεῖτο τὸν Ἰωάννην, εἰδὼς αὐτὸν ἄνδρα δίκαιον καὶ ἅγιον, καὶ συνετήρει αὐτόν, καὶ ἀκούσας αὐτοῦ πολλὰ ἐποίει καὶ ἡδέως αὐτοῦ ἤκουε.
Ματθ.1,19 Ἰωσὴφ δὲ ὁ ἀνὴρ αὐτῆς, δίκαιος ὢν καὶ μὴ θέλων αὐτὴν παραδειγματίσαι, ἐβουλήθη λάθρα ἀπολῦσαι αὐτήν.
Ματθ. 10,41 ὁ δεχόμενος προφήτην εἰς ὄνομα προφήτου μισθὸν προφήτου λήψεται, καὶ ὁ δεχόμενος δίκαιον εἰς ὄνομα δικαίου μισθὸν δικαίου λήψεται.
Ματθ.13,43 Τότε οι δίκαιοι εκλάμψουσιν ως ο ήλιος εν τη βασιλεία του πατρός αυτών. ο έχων ώτα ακούειν ακουέτω.
Ματθ.13,49 οὕτως ἔσται ἐν τῇ συντελείᾳ τοῦ αἰῶνος. ἐξελεύσονται οἱ ἄγγελοι καὶ ἀφοριοῦσι τοὺς πονηροὺς ἐκ μέσου τῶν δικαίων,
Ματθ.25,37 ἀποκριθήσονται αὐτῷ οἱ δίκαιοι λέγοντες· κύριε, πότε σε εἴδομεν πεινῶντα καὶ ἐθρέψαμεν, ἢ διψῶντα καὶ ἐποτίσαμεν;
Ματθ. 25,46 καὶ ἀπελεύσονται οὗτοι εἰς κόλασιν αἰώνιον, οἱ δὲ δίκαιοι εἰς ζωὴν αἰώνιον.
Παρ-3,33 Κατάρα Θεού εν οίκοις ασεβών, επαύλεις δε δικαίων ευλογούνται.
Παρ-10,3 Ου λιμοκτονήσει Κύριος ψυχήν δικαίαν, ζωήν δε ασεβών ανατρέψει.
Παρ-10,7 Μνήμη δικαίων μετ' εγκωμίων, ονομα δε ασεβούς σβέννυται.
Παρ.10,22 Εὐλογία Κυρίου επί κεφαλήν δικαίου· αύτη πλουτίζει, και ου μη προστεθή αυτη λύπη εν καρδία.
Παρ.10,30 Δίκαιος εις τον αιώνα ουκ ενδώσει, ασεβείς δε ουκ οικήσουσι γην.
Παρ.10,31 Στόμα δικαίου αποστάζει σοφίαν, γλώσσα δε αδίκου εξολείται.
Παρ.10,32 Χείλη ανδρών δικαίων αποστάζει χάριτας, στόμα δε ασεβών αποστρέφεται.
Παρ.11,7 Τελευτήσαντος ἀνδρὸς δικαίου οὐκ ὄλλυται ἐλπίς, τὸ δὲ καύχημα τῶν ἀσεβῶν ὄλλυται.
Παρ.11,8 Δίκαιος ἐκ θήρας ἐκδύνει, ἀντ᾿ αὐτοῦ δὲ παραδίδοται ὁ ἀσεβής.
Παρ.11,10-11 Ἐν αγαθοίς δικαίων κατώρθωσε πόλις, στόμασι δε ασεβών κατεσκάφη.
Παρ-11,18 Ασεβής ποιεί έργα άδικα, σπερμα δε δικαίων μισθός αλήθειας.
Παρ-11,31 Ει ο μέν δίκαιος μόλις σώζεται, ο ασεβής και αμαρτωλός που φανείται;
Παρ-12,13 Δι' αμαρτίαν χειλέων εμπίπτει είς παγίδας αμαρτωλός, εκφεύγει δε εξ αυτών δίκαιος.
Παρ-13,9α Ψυχαί δόλιαι πλανόνται εν αμαρτίαις, δίκαιοι δέ οικτείρουσι και ελεούσι.
Παρ.13,22 Ἀγαθός ανήρ κληρονομήσει υιούς υιών, θησαυρίζεται δε δικαίοις πλούτος ασεβών.
Παρ.13,23 Δίκαιοι ποιήσουσιν εν πλούτω έτη πολλά, άδικοι δε απολούνται συντόμως.
Παρ-13,25 Δίκαιος έσθων εμπιπλά τήν ψυχήν αυτού, ψυχαί δέ ασεβών ενδεείς.
Παρ-15,29 Μακράν απέχει ο Θεός από ασεβών, ευχαίς δε δικαίων επακούει.
Παρ-18,17 Δίκαιος εαυτού κατήγορος εν πρωτολογία, ως δ' αν επιβάλη ο αντίδικος ελέγχεται.
Παρ-21,2 Πάς ανήρ φαίνεται εαυτώ δίκαιος, κατευθύνει δε καρδίας Κύριος.
Παρ-21,26 Ασεβής επιθυμεί όλην την ημέραν επιθυμίας κακάς, ο δε δίκαιος ελεά και οικτείρει αφειδώς.
Παρ-24,16 Επτάκις γάρ πεσείται δίκαιος και αναστήσεται, οι δε ασεβείς ασθενήσουσιν εν κακοίς.
Παρ-28,18 Ο πορευόμενος δικαίως βεβοήθηται, ο δε σκολιαίς οδοίς πορευόμενος εμπλακήσεται.
Παρ. 29,2 Ἐγκωμιαζομένων δικαίων ευφρανθήσονται λαοί, αρχόντων δε ασεβών στένουσιν άνδρες.
Ρωμ. 1,17 δικαιοσύνη γὰρ Θεοῦ ἐν αὐτῷ ἀποκαλύπτεται ἐκ πίστεως εἰς πίστιν, καθὼς γέγραπται· ὁ δὲ δίκαιος ἐκ πίστεως ζήσεται.
Ρωμ. 2,13 οὐ γὰρ οἱ ἀκροαταὶ τοῦ νόμου δίκαιοι παρὰ τῷ Θεῷ, ἀλλ᾿ οἱ ποιηταὶ τοῦ νόμου δικαιωθήσονται.
Σειρ-9,16 Άνδρες δίκαιοι έστωσαν σύνδειπνοί σου, και εν φόβω Κυρίου έστω το καυχημά σού.
Σοφ.Σολομ. 3,1 Δικαίων δε ψυχαί εν χειρί Θεού, και ου μη άψηται αυτών βάσανος.
Σοφ.Σολομ. 4,7 Δίκαιος δε εάν φθάση τελευτήσαι, εν αναπαύσει έσται·
Σοφ.Σολομ. 4,10-14 ευάρεστος τω Θεω γενόμενος ηγαπήθη και ζων μεταξύ αμαρτωλών μετετέθη· ηρπάγη, μη κακία αλλάξη σύνεσιν αυτού ἢ δόλος απατήση ψυχήν αυτού· τελειωθείς εν ολίγω επλήρωσε χρόνους μακρούς, αρεστή γαρ ην Κυρίω η ψυχή αυτού· δια τούτο έσπευσεν εκ μέσου πονηρίας. οι δε λαοί ιδόντες και μη νοήσαντες, μηδέ θέντες επί διανοία το τοιούτον,
Σοφ.Σολομ. 5,15-16 Δίκαιοι δε εις τον αιώνα ζώσι, και εν Κυρίω ο μισθός αυτών, και η φροντίς αυτών παρά Υψίστω. δια τούτο λήψονται το βασίλειον της ευπρεπείας και το διάδημα του κάλλους εκ χειρός Κυρίου, ότι τη δεξιά σκεπάσει αὐτοὺς καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν.
Ψαλμ. 33,16 ὀφθαλμοὶ Κυρίου ἐπὶ δικαίους, καὶ ὦτα αὐτοῦ εἰς δέησιν αὐτῶν.
Ψαλμ. 33,18 Ἐκέκραξαν οι δίκαιοι, και ο Κύριος εισήκουσεν αυτών, και εκ πασών των θλίψεων αυτών ερρύσατο αυτούς.
Ψαλμ. 33,20 πολλαὶ αἱ θλίψεις τῶν δικαίων, καὶ ἐκ πασῶν αὐτῶν ῥύσεται αὐτοὺς ὁ Κύριος·
Ψαλμ. 33,21 φυλάσσει Κύριος πάντα τὰ ὀστᾶ αὐτῶν, ἓν ἐξ αὐτῶν οὐ συντριβήσεται.
Ψαλμ. 33,22 θάνατος ἁμαρτωλῶν πονηρός, καὶ οἱ μισοῦντες τὸν δίκαιον πλημμελήσουσι.
Ψαλμ. 36,25 Νεώτερος ἐγενόμην καὶ γὰρ ἐγήρασα καὶ οὐκ εἶδον δίκαιον ἐγκαταλελειμμένον, οὐδὲ τὸ σπέρμα αὐτοῦ ζητοῦν ἄρτους·
Ψαλμ. 36,26 Ὅλην την ημέραν ελεεί και δανείζει ο δίκαιος, και το σπέρμα αυτού εις ευλογίαν έσται.
Ψαλμ. 36,39 Σωτηρία δε των δικαίων παρά Κυρίου, και υπερασπιστής αυτών εστιν εν καιρω θλίψεως,
Ψαλμ. 91,13 Δίκαιος ως φοίνιξ ανθήσει, ωσεί η κέδρος η εν τω Λιβάνω πληθυνθήσεται.
ΠΕΡΙ ΔΙΚΑΣΤΩΝ ΚΑΙ ΚΡΙΤΗΡΙΩΝ
Ἀββακ.1,3-4 Ἐξεναντίας μου γέγονε κρίσις, και ο κριτής λαμβάνει. δια τούτο διεσκέδασται νόμος, και ου διεξάγεται εις τέλος κρίμα, ότι ο ασεβής καταδυναστεύει τον δίκαιον· ένεκεν τούτου εξελεύσεται το κρίμα διεστραμμένον.
Δευτ.1,16 Και ενετειλάμην τοις κριταίς υμών εν τω καιρω εκείνω λέγων· διακούετε ανά μέσον των αδελφών υμών και κρίνατε δικαίως ανά μέσον ανδρός και ανά μέσον αδελφού και ανά μέσον προσηλύτου αυτού.
Δευτ.1,17 Οὐκ ἐπιγνώση πρόσωπον εν κρίσει, κατά τον μικρόν και κατά τον μέγαν κρινείς, ου μη υποστείλη πρόσωπον ανθρώπου, ότι η κρίσις του Θεού εστι· και το ρήμα, ὃ ἐὰν σκληρόν ἧ ἀφ’ ὑμῶν, ἀνοίσετε αυτό ἐπ’ ἐμέ, καὶ ἀκούσομαι αὐτό.
Δευτ.16,18-19 Κριτάς και γραμματοεισαγωγείς ποιήσεις σεαυτω εν ταις πόλεσί σου, αις Κύριος ο Θεός σου δίδωσί σοι, κατά φυλάς, και κρινούσι τον λαόν κρίσιν δικαίαν. ουκ εκκλινούσι κρίσιν, ουδέ επιγνώσονται πρόσωπον ουδέ λήψονται δώρον·
Δευτ-27,19 Ἐπικατάρατος ὃς ἂν ἐκκλίνη κρίσιν προσηλύτου και ορφανού και χήρας· και ερούσι πάς ο λαός· γένοιτο.
Εξοδ.23,2 Ούκ ἔση μετά πλειόνων επί κακία. ου προστεθήση μετά πλήθους εκκλίναι μετά των πλειόνων, ωστε εκκλίναι κρίσιν.
Εξοδ.23,6 Οὐ διαστρέψεις κρίμα πένητος εν κρίσει αυτού.
Εξοδ.23,7 Από παντός ρήματος αδίκου απόστηση· αθώον και δίκαιον ουκ αποκτενείς και ού δικαιώσεις τον ασεβή ένεκεν δώρων.
Εξοδ.23,8 Καὶ δώρα οὐ λήψη· τα γαρ δώρα εκτυφλοί οφθαλμούς βλεπόντων και λυμαίνεται ρήματα δίκαια.
Λεϋιτ.35,31 Και ου λήψεσθε λύτρα περί ψυχής παρά του φονεύσαντος του ενόχου όντος αναιρεθήναι· θανάτω γαρ θανατωθήσεται.
Ησ-5,23 Ουαί … οι δικαιούντες τον ασεβή ένεκεν δώρων και το δίκαιον του δικαίου άροντες.
Ματθ-5,40 και το θέλοντί σοι κριθηναι και τον χιτωνα σου λάβειν, άφες αυτώ και το ιμάτιον.
Παρ-17,15 Ος δίκαιον κρίνει  τον άδικον, άδικον δε τον δίκαιον, ακάθαρτος και βδέλυκτος παρά Θεώ.
Σειρ.4,9 Ἐξελού ἀδικούμενον εκ χειρός αδικούντος και μη ολιγοψυχήσης εν τω κρίνειν σε.
Σειρ-11,7 Πρίν εξετάσης, μη μέμψη . νόησον πρώτον και τότε επιτίμα.
ΠΕΡΙ ΔΙΩΓΜΩΝ ΚΑΙ ΔΕΔΙΩΓΜΕΝΩΝ
Β Κορ. 4,8-9 Ἐν παντὶ θλιβόμενοι ἀλλ᾿ οὐ στενοχωρούμενοι, ἀπορούμενοι ἀλλ᾿ οὐκ ἐξαπορούμενοι, διωκόμενοι ἀλλ᾿ οὐκ ἐγκαταλειπόμενοι, καταβαλλόμενοι ἀλλ᾿ οὐκ ἀπολλύμενοι,
Α Κορ-4,12 Και κοπιώμεν εργαζόμενοι ταίς ιδίας χερσί . λοιδορούμενοι ευλογούμεν, διωκόμενοι ανεχώμεθα
Α Κορ.15,9 ἐγὼ γάρ εἰμι ὁ ἐλάχιστος τῶν ἀποστόλων, ὃς οὐκ εἰμὶ ἱκανὸς καλεῖσθαι ἀπόστολος, διότι ἐδίωξα τὴν ἐκκλησίαν τοῦ Θεοῦ·
Β Θεσ. 1,4 ὥστε ἡμᾶς αὐτοὺς ἐν ὑμῖν καυχᾶσθαι ἐν ταῖς ἐκκλησίαις τοῦ Θεοῦ ὑπὲρ τῆς ὑπομονῆς ὑμῶν καὶ πίστεως ἐν πᾶσι τοῖς διωγμοῖς ὑμῶν καὶ ταῖς θλίψεσιν αἷς ἀνέχεσθε,
Β Κορ-4,8-9 ἐν παντὶ θλιβόμενοι ἀλλ᾿ οὐ στενοχωρούμενοι, ἀπορούμενοι ἀλλ᾿ οὐκ ἐξαπορούμενοι, διωκόμενοι ἀλλ᾿ οὐκ ἐγκαταλειπόμενοι, καταβαλλόμενοι ἀλλ᾿ οὐκ ἀπολλύμενοι,
Β Κορ-11,23 Εν κόποις περισσοτέρως, εν πληγαίς υπερβαλλόντως, εν φυλακαίς περισσοτέρως, εν θανάτοις πολλάκις,
Β Κορ-11,24 υπό Ιουδαίων πεντάκις τεσσαράκοντα παρά μίαν έλαβον, τρίς εραβδίσθην, άπαξ ελιθάσθην, τρίς εναυάγησα, νυχθημερόν εν τω βυθώ πεποίηκα
Β Κορ-11,26 οδοιπορίαις πολλάκις, κινδύνοις ποταμών, κινδύνοις ληστών, κινδύνοις εκ γένους, κινδύνοις εξ εθνών, κινδύνοις εν πόλει, κινδύνοις εν ερημία, κινδύνοις εν θαλάσση, κινδύνοις εν ψευδαδέλφοις
Β Κορ-11,27 Εν κόπω και μόχθω, εν αγρυπνίαις πολλάκις, εν λιμώ και δίψει, εν νηστείαις πολλάκις, εν ψύχει και γυμνότητι.
Β Κορ-12,10 Διὸ εὐδοκῶ ἐν ἀσθενείαις, ἐν ὕβρεσιν, ἐν ἀνάγκαις, ἐν διωγμοῖς, ἐν στενοχωρίαις, ὑπὲρ Χριστοῦ· ὅταν γὰρ ἀσθενῶ, τότε δυνατός εἰμι.
Β Τιμ. 3,10-11 Σὺ δὲ παρηκολούθηκάς μου τῇ διδασκαλίᾳ, τῇ ἀγωγῇ, τῇ προθέσει, τῇ πίστει, τῇ μακροθυμίᾳ, τῇ ἀγάπῃ, τῇ ὑπομονῇ,
τοῖς διωγμοῖς, τοῖς παθήμασιν, οἷά μοι ἐγένοντο ἐν Ἀντιοχείᾳ, ἐν Ἰκονίῳ, ἐν Λύστροις, οἵους διωγμοὺς ὑπήνεγκα! καὶ ἐκ πάντων με ἐῤῥύσατο ὁ Κύριος.
Β Τιμ-3,12 Καὶ πάντες δὲ οἱ θέλοντες εὐσεβῶς ζῆν ἐν Χριστῷ Ἰησοῦ διωχθήσονται·
Γαλ. 1,13 Ἠκούσατε γὰρ τὴν ἐμὴν ἀναστροφήν ποτε ἐν τῷ Ἰουδαϊσμῷ, ὅτι καθ᾿ ὑπερβολὴν ἐδίωκον τὴν ἐκκλησίαν τοῦ Θεοῦ καὶ ἐπόρθουν αὐτήν,
Γαλ. 1,22-24 ἤμην δὲ ἀγνοούμενος τῷ προσώπῳ ταῖς ἐκκλησίαις τῆς Ἰουδαίας ταῖς ἐν Χριστῷ· μόνον δὲ ἀκούοντες ἦσαν ὅτι ὁ διώκων ἡμᾶς ποτε νῦν εὐαγγελίζεται τὴν πίστιν ἥν ποτε ἐπόρθει, καὶ ἐδόξαζον ἐν ἐμοὶ τὸ Θεόν.
Ζαχ. 2,12 Ὁ ἀπτόμενος ὑμῶν ὡς ὁ ἀπτόμενος τῆς κόρης τοῦ ὁφθαλμοῦ αὐτοῦ. (δηλ. ὁ διώκων τοὺς δικαίους ὡς ὁ ἀπτόμενος...)
Ιωαν. 5,16 Καὶ διὰ τοῦτο ἐδίωκον τὸν Ἰησοῦν οἱ Ἰουδαῖοι καὶ ἐζήτουν αὐτὸν ἀποκτεῖναι, ὅτι ταῦτα ἐποίει ἐν σαββάτῳ.
Ιωαν. 15,20 Μνημονεύετε τοῦ λόγου οὗ ἐγὼ εἶπον ὑμῖν· οὐκ ἔστι δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ. εἰ ἐμὲ ἐδίωξαν, καὶ ὑμᾶς διώξουσιν· εἰ τὸν λόγον μου ἐτήρησαν, καὶ τὸν ὑμέτερον τηρήσουσιν.
Λουκ. 21,12-13 πρὸ δὲ τούτων πάντων ἐπιβαλοῦσιν ἐφ᾿ ὑμᾶς τὰς χεῖρας αὐτῶν καὶ διώξουσι, παραδιδόντες εἰς συναγωγὰς καὶ φυλακάς, ἀγομένους ἐπὶ βασιλεῖς καὶ ἡγεμόνας ἕνεκεν τοῦ ὀνόματός μου· ἀποβήσεται δὲ ὑμῖν εἰς μαρτύριον.
Ματθ-5,10 Μακαριοι οι δεδιωγμένοι ένεκεν δικαιοσύνης, ότι αυτων έστιν η βασιλεια των ουρανων
Ματθ-5,11 Μακαριοι έστε οτάν ονειδίσωσιν υμας και διώξωσι και είπωσι παν πονηρόν ρημα κάθ ημων ψευδόμενοι ενεκεν εμού.
Ματθ-5,12 Χαίρετε και αγαλλιάσθε ότι ο μισθος ημων πολύς έν τοίς ουρανοίς ούτω γάρ εδίωξαν τους προφήτας τους πρό υμών.
Ματθ. 5,44 Ἐγὼ δὲ λέγω ὑμῖν, ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν, εὐλογεῖτε τοὺς καταρωμένους ὑμᾶς, καλῶς ποιεῖτε τοῖς μισοῦσιν ὑμᾶς καὶ προσεύχεσθε ὑπὲρ τῶν ἐπηρεαζόντων ὑμᾶς καὶ διωκόντων ὑμᾶς.
Ματθ-10,23ταν δὲ διώκωσιν ὑμᾶς ἐν τῇ πόλει ταύτῃ, φεύγετε εἰς τὴν ἄλλην· ἀμὴν γὰρ λέγω ὑμῖν, οὐ μὴ τελέσητε τὰς πόλεις τοῦ Ἰσραὴλ ἕως ἂν ἔλθῃ ὁ υἱὸς τοῦ ἀνθρώπου.
Ματθ. 23,34 διὰ τοῦτο ἰδοὺ ἐγὼ ἀποστέλλω πρὸς ὑμᾶς προφήτας καὶ σοφοὺς καὶ γραμματεῖς, καὶ ἐξ αὐτῶν ἀποκτενεῖτε καὶ σταυρώσετε, καὶ ἐξ αὐτῶν μαστιγώσετε ἐν ταῖς συναγωγαῖς ὑμῶν καὶ διώξετε ἀπὸ πόλεως εἰς πόλιν,
Πραξ. 8,1 Ἐγένετο δὲ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ διωγμὸς μέγας ἐπὶ τὴν ἐκκλησίαν τὴν ἐν Ἱεροσολύμοις· πάντες δὲ διεσπάρησαν κατὰ τὰς χώρας τῆς Ἰουδαίας καὶ Σαμαρείας, πλὴν τῶν ἀποστόλων.
Πραξ. 9,4-5 Καὶ πεσὼν ἐπὶ τὴν γῆν ἤκουσε φωνὴν λέγουσαν αὐτῷ· Σαοὺλ Σαούλ, τί με διώκεις; εἶπε δέ· τίς εἶ, κύριε; ὁ δὲ Κύριος εἶπεν· ἐγώ εἰμι Ἰησοῦς ὃν σὺ διώκεις·
Πραξ. 13,50-51 Οἱ δὲ Ἰουδαῖοι παρώτρυναν τὰς σεβομένας γυναῖκας καὶ τὰς εὐσχήμονας καὶ τοὺς πρώτους τῆς πόλεως καὶ ἐπήγειραν διωγμὸν ἐπὶ τὸν Παῦλον καὶ τὸν Βαρνάβαν, καὶ ἐξέβαλον αὐτοὺς ἀπὸ τῶν ὁρίων αὐτῶν. οἱ δὲ ἐκτιναξάμενοι τὸν κονιορτὸν τῶν ποδῶν αὐτῶν ἐπ᾿ αὐτοὺς ἦλθον εἰς Ἰκόνιον.
Πραξ. 22,4 ὃς ταύτην τὴν ὁδὸν ἐδίωξα ἄχρι θανάτου, δεσμεύων καὶ παραδιδοὺς εἰς φυλακὰς ἄνδρας τε καὶ γυναῖκας,
Πραξ. 26,11 καὶ κατὰ πάσας τὰς συναγωγὰς πολλάκις τιμωρῶν αὐτοὺς ἠνάγκαζον βλασφημεῖν, περισσῶς τε ἐμμαινόμενος αὐτοῖς ἐδίωκον ἕως καὶ εἰς τὰς ἔξω πόλεις.
Ρωμ-8,35 Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ; θλῖψις ἢ στενοχωρία ἢ διωγμὸς ἢ λιμὸς ἢ γυμνότης ἢ κίνδυνος ἢ μάχαιρα;
Ρωμ. 12,14 Εὐλογεῖτε τοὺς διώκοντας ὑμᾶς, εὐλογεῖτε καὶ μὴ καταρᾶσθε.
Ψαλμ.104,15 Μὴ ἄπτεσθε τῶν χριστῶν μου καὶ ἐν τοῖς προφήταις μου μὴ πονηρεύεσθε.
ΠΕΡΙ ΔΟΚΙΜΑΣΙΑΣ (ΠΙΣΤΗΣ, ΕΡΓΩΝ, ΛΟΓΩΝ, ΛΟΓΙΣΜΩΝ) ΚΑΙ ΠΕΡΙ ΔΟΚΙΜΩΝ & ΑΔΟΚΙΜΩΝ
Α Θεσ. 2,4 ἀλλὰ καθὼς δεδοκιμάσμεθα ὑπὸ τοῦ Θεοῦ πιστευθῆναι τὸ εὐαγγέλιον, οὕτω λαλοῦμεν, οὐχ ὡς ἀνθρώποις ἀρέσκοντες, ἀλλὰ τῷ Θεῷ τῷ δοκιμάζοντι τὰς καρδίας ἡμῶν.
Α Θεσ. 5,19-22 Τὸ Πνεῦμα μὴ σβέννυτε, προφητείας μὴ ἐξουθενεῖτε. πάντα δοκιμάζετε, τὸ καλὸν κατέχετε· ἀπὸ παντὸς εἴδους πονηροῦ ἀπέχεσθε.
Α Ιωαν. 4,1 Ἀγαπητοί, μὴ παντὶ πνεύματι πιστεύετε, ἀλλὰ δοκιμάζετε τὰ πνεύματα εἰ ἐκ τοῦ Θεοῦ ἐστιν, ὅτι πολλοὶ ψευδοπροφῆται ἐξεληλύθασιν εἰς τὸν κόσμον.
Α Κορ. 3,13-15 Ἐκάστου τὸ ἔργον φανερὸν γενήσεται· ἡ γὰρ ἡμέρα δηλώσει· ὅτι ἐν πυρὶ ἀποκαλύπτεται· καὶ ἑκάστου τὸ ἔργον ὁποῖόν ἐστι τὸ πῦρ δοκιμάσει. εἴ τινος τὸ ἔργον μενεῖ ὃ ἐπῳκοδόμησε, μισθὸν λήψεται· εἴ τινος τὸ ἔργον κατακαήσεται, ζημιωθήσεται, αὐτὸς δὲ σωθήσεται, οὕτως δὲ ὡς διὰ πυρός.
Α Κορ. 11,19 Δεῖ γὰρ καὶ αἱρέσεις ἐν ὑμῖν εἶναι, ἵνα οἱ δόκιμοι φανεροὶ γένωνται ἐν ὑμῖν.
Α Κορ. 11,28-29 Δοκιμαζέτω δὲ ἄνθρωπος ἑαυτόν, καὶ οὕτως ἐκ τοῦ ἄρτου ἐσθιέτω καὶ ἐκ τοῦ ποτηρίου πινέτω· ὁ γὰρ ἐσθίων καὶ πίνων ἀναξίως κρῖμα ἑαυτῷ ἐσθίει καὶ πίνει, μὴ διακρίνων τὸ σῶμα τοῦ Κυρίου.
Α Πετρ. 1,6-7 λυπηθέντες ἐν ποικίλοις πειρασμοῖς, ἵνα τὸ δοκίμιον ὑμῶν τῆς πίστεως πολυτιμότερον χρυσίου τοῦ ἀπολλυμένου διὰ πυρὸς δέ δοκιμαζομένου εὑρεθῇ εἰς ἔπαινον καὶ τιμὴν καὶ δόξαν ἐν ἀποκαλύψει Ἰησοῦ Χριστοῦ,
Β Κορ.10,17 ὁ δὲ καυχώμενος ἐν Κυρίῳ καυχάσθω· οὐ γὰρ ὁ ἑαυτὸν συνιστῶν, ἐκεῖνός ἐστι δόκιμος, ἀλλ᾿ ὃν ὁ Κύριος συνίστησιν.
Β Κορ. 13,5-6 Ἑαυτοὺς πειράζετε εἰ ἐστὲ ἐν τῇ πίστει, ἑαυτοὺς δοκιμάζετε. ἢ οὐκ ἐπιγινώσκετε ἑαυτοὺς ὅτι Ἰησοῦς Χριστὸς ἐν ὑμῖν ἐστιν; εἰ μή τι ἀδόκιμοί ἐστε.        ἐλπίζω δὲ ὅτι γνώσεσθε ὅτι ἡμεῖς οὐκ ἐσμὲν ἀδόκιμοι.
Β Κορ. 13,7 Εὔχομαι δὲ πρὸς τὸν Θεὸν μὴ ποιῆσαι ὑμᾶς κακὸν μηδέν, οὐχ ἵνα ἡμεῖς δόκιμοι φανῶμεν, ἀλλ᾿ ἵνα ὑμεῖς τὸ καλὸν ποιῆτε, ἡμεῖς δὲ ὡς ἀδόκιμοι ὦμεν.
Β Τιμ. 2,15 Σπούδασον σεαυτὸν δόκιμον παραστῆσαι τῷ Θεῷ, ἐργάτην ἀνεπαίσχυντον, ὀρθοτομοῦντα τὸν λόγον τῆς ἀληθείας.
Γαλ. 6,4 τὸ δὲ ἔργον ἑαυτοῦ δοκιμαζέτω ἕκαστος, καὶ τότε εἰς ἑαυτὸν μόνον τὸ καύχημα ἕξει καὶ οὐκ εἰς τὸν ἕτερον·
Εφεσ. 5,10 δοκιμάζοντες τί ἐστιν εὐάρεστον τῷ Κυρίῳ.
Ιακ.1,12 Μακάριος ἀνὴρ ὃς ὑπομένει πειρασμόν· ὅτι δόκιμος γενόμενος λήψεται τὸν στέφανον τῆς ζωῆς, ὃν ἐπηγγείλατο ὁ Κύριος τοῖς ἀγαπῶσιν αὐτόν.
Παρ.17,3 Ὥσπερ δοκιμάζεται ἐν καμίνω ἄργυρος καὶ χρυσός, οὔτως ἐκλεκταί καρδίαι παρὰ Κυρίῳ.
Ρωμ.1,28-29 Καὶ καθὼς οὐκ ἐδοκίμασαν τὸν Θεὸν ἔχειν ἐν ἐπιγνώσει, παρέδωκεν αὐτοὺς ὁ Θεὸς εἰς ἀδόκιμον νοῦν, ποιεῖν τὰ μὴ καθήκοντα, πεπληρωμένους πάσῃ ἀδικίᾳ, πορνείᾳ, πονηρίᾳ, πλεονεξία, κακίᾳ, μεστοὺς φθόνου, φόνου, ἔριδος, δόλου κακοηθείας,
Ρωμ. 12,2 καὶ μὴ συσχηματίζεσθαι τῷ αἰῶνι τούτῳ, ἀλλὰ μεταμορφοῦσθαι τῇ ἀνακαινώσει τοῦ νοὸς ὑμῶν, εἰς τὸ δοκιμάζειν ὑμᾶς τί τὸ θέλημα τοῦ Θεοῦ, τὸ ἀγαθὸν καὶ εὐάρεστον καὶ τέλειον.
Ρωμ. 14,22 Σὺ πίστιν ἔχεις; κατὰ σεαυτὸν ἔχε ἐνώπιον τοῦ Θεοῦ. μακάριος ὁ μὴ κρίνων ἑαυτὸν ἐν ᾧ δοκιμάζει.
Σειρ. 27,5 Σκεύη κεραμέως δοκιμάζει κάμινος, και πειρασμός ανθρώπου εν διαλογισμώ αυτού.
Σειρ. 37,27 Τέκνον, ἐν τῇ ζωῇ σου πείρασον τὴν ψυχήν σου καὶ ἰδὲ τί πονηρὸν αὐτῇ, καὶ μὴ δῷς αὐτῇ·
Σοφ.Σολ. 3,5 Και ολίγα παιδευθέντες μεγάλα ευεργετηθήσονται, ότι ο Θεός επείρασεν αυτούς και εύρεν αυτούς αξίους εαυτού.
Ψαλμ. 16,3 Ἐδοκίμασας τὴν καρδίαν μου, ἐπεσκέψω νυκτός· ἐπύρωσάς με, καὶ οὐχ εὑρέθη ἐν ἐμοὶ ἀδικία.
Ψαλμ-25,2 Δοκίμασόν με, Κύριε, καὶ πείρασόν με, πύρωσον τοὺς νεφρούς μου καὶ τὴν καρδίαν μου.
Ψαλμ. 65,10-11 Ὅτι ἐδοκίμασας ἡμᾶς, ὁ Θεός, ἐπύρωσας ἡμᾶς, ὡς πυροῦται τὸ ἀργύριον· εἰσήγαγες ἡμᾶς εἰς τὴν παγίδα, ἔθου θλίψεις ἐπὶ τὸν νῶτον ἡμῶν.
Ψαλμ-65,12 Ἐπεβίβασας ἀνθρώπους ἐπὶ τὰς κεφαλὰς ἡμῶν, διήλθομεν διὰ πυρὸς καὶ ὕδατος, καὶ ἐξήγαγες ἡμᾶς εἰς ἀναψυχήν.
Ψαλμ. 138,23 Δοκίμασόν με, ὁ Θεός, καὶ γνῶθι τὴν καρδίαν μου, ἔτασόν με καὶ γνῶθι τὰς τρίβους μου.
ΠΕΡΙ ΔΟΞΑΣ ΑΠΟ ΤΟΝ ΘΕΟΝ
Α΄Βασ. 2,30 Τοὺς δοξάζοντάς με δοξάσω, καὶ ὁ ἐξουθενῶν με ἀτιμασθήσεται.
Ἰωάν. 11,4 ἀκούσας δὲ ὁ Ἰησοῦς εἶπεν· αὕτη ἡ ἀσθένεια οὐκ ἔστι πρὸς θάνατον, ἀλλ᾿ ὑπὲρ τῆς δόξης τοῦ Θεοῦ, ἵνα δοξασθῇ ὁ υἱὸς τοῦ Θεοῦ δι᾿ αὐτῆς.
Ιωάν. 12,28 πάτερ, δόξασόν σου τὸ ὄνομα. ἦλθεν οὖν φωνὴ ἐκ τοῦ οὐρανοῦ· καὶ ἐδόξασα καὶ πάλιν δοξάσω.
Ιωαν. 13,31-32 Ὅτε οὖν ἐξῆλθε, λέγει ὁ Ἰησοῦς· νῦν ἐδοξάσθη ὁ υἱὸς τοῦ ἀνθρώπου, καὶ ὁ Θεὸς ἐδοξάσθη ἐν αὐτῷ. εἰ ὁ Θεὸς ἐδοξάσθη ἐν αὐτῷ, καὶ ὁ Θεὸς δοξάσει αὐτὸν ἐν ἑαυτῷ, καὶ εὐθὺς δοξάσει αὐτόν.
Ιωαν. 16,14 Ἐκεῖνος ἐμὲ δοξάσει, ὅτι ἐκ τοῦ ἐμοῦ λήψεται καὶ ἀναγγελεῖ ὑμῖν.
Ιωαν. 17,1 Ταῦτα ἐλάλησεν ὁ Ἰησοῦς, καὶ ἐπῆρε τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τὸν οὐρανὸν καὶ εἶπε· πάτερ, ἐλήλυθεν ἡ ὥρα· δόξασόν σου τὸν υἱόν, ἵνα καὶ ὁ υἱός σου δοξάσῃ σε,
Ἰωάν. 17,5 καὶ νῦν δόξασόν με σύ, πάτερ, παρὰ σεαυτῷ τῇ δόξῃ ᾗ εἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ σοί.
Ἰωάν. 17,22 καὶ ἐγὼ τὴν δόξαν ἣν δέδωκάς μοι δέδωκα αὐτοῖς, ἵνα ὦσιν ἓν καθὼς ἡμεῖς ἕν ἐσμεν,
Λουκ. 2,9 καὶ ἰδοὺ ἄγγελος Κυρίου ἐπέστη αὐτοῖς καὶ δόξα Κυρίου περιέλαμψεν αὐτούς, καὶ ἐφοβήθησαν φόβον μέγαν
Μαρκ. 10,37 Οἱ δὲ εἶπον αὐτῷ· δὸς ἡμῖν ἵνα εἷς ἐκ δεξιῶν σου καὶ εἷς ἐξ εὐωνύμων σου καθίσωμεν ἐν τῇ δόξῃ σου.
Ρωμ. 8,30 οὓς δὲ προώρισε, τούτους καὶ ἐκάλεσε, καὶ οὓς ἐκάλεσε, τούτους καὶ ἐδικαίωσεν, οὓς δὲ ἐδικαίωσε, τούτους καὶ ἐδόξασε.
ΠΕΡΙ ΔΟΞΑΣ ΠΡΟΣ ΤΟΝ ΘΕΟΝ
Α Κορ. 6,20 ἠγοράσθητε γὰρ τιμῆς· δοξάσατε δὴ τὸν Θεὸν ἐν τῷ σώματι ὑμῶν καὶ ἐν τῷ πνεύματι ὑμῶν, ἅτινά ἐστι τοῦ Θεοῦ.
Α΄ Κορ.10,31 Εἴτε οὖν ἐσθίετε εἴτε πίνετε εἴτε τὶ ποιείτε, πάντα εἰς δόξαν Θεοῦ ποιείτε.
Αποκ. 14,7 λέγων ἐν φωνῇ μεγάλῃ· φοβήθητε τὸν Κύριον καὶ δότε αὐτῷ δόξαν, ὅτι ἦλθεν ἡ ὥρα τῆς κρίσεως αὐτοῦ, καὶ προσκυνήσατε τῷ ποιήσαντι τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν καὶ πηγὰς ὑδάτων.
Ἠσ. 42,10 Ὑμνήσατε τῷ Κυρίῳ ὕμνον καινόν, ἠ ἀρχὴ αὐτοῦ· δοξάζετε τὸ ὄνομα αὐτοῦ ἀπ’ ἄκρου τῆς γῆς.
Ἰερ. 13,16 Δότε τῷ Κυρίῳ Θεῷ ὑμῶν δόξαν πρὸ τοῦ συσκοτάσαι καὶ πρὸ τοῦ προσκόψαι πόδας ὑμῶν ἐπ' ὅρη σκοτεινά,
Ιωαν. 17,4 Ἐγώ σε ἐδόξασα ἐπὶ τῆς γῆς, τὸ ἔργον ἐτελείωσα ὃ δέδωκάς μοι ἵνα ποιήσω·
Λουκ. 17,15 εἷς δὲ ἐξ αὐτῶν, ἰδὼν ὅτι ἰάθη, ὑπέστρεψε μετὰ φωνῆς μεγάλης δοξάζων τὸν Θεόν,
Λουκ. 17,18 οὐχ εὑρέθησαν ὑποστρέψαντες δοῦναι δόξαν τῷ Θεῷ εἰ μὴ ὁ ἀλλογενὴς οὗτος;
Ρωμ. 15,6 ἵνα ὁμοθυμαδὸν ἐν ἑνὶ στόματι δοξάζητε τὸν Θεὸν καὶ πατέρα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.
Σειρ. 17,28 Ζῶν καὶ ὑγιὴς αἰνέσει τὸν Κύριον.
Σειρ. 39,15 Δότε τω ονόματι αυτού μεγαλωσύνην και εξομολογήσασθε εν αινέσει αυτού, εν ωδαίς χειλέων και εν κινύραις.
Φιλιπ. 1,11 Πεπληρωμένοι καρπῶν δικαιοσύνης τῶν διὰ Ἰησοῦ Χριστοῦ εἰς δόξαν καὶ ἔπαινον Θεοῦ.
Ψαλμ. 28,1 Ἐνέγκατε τῷ Κυρίῳ, υἱοὶ Θεοῦ, ἐνέγκατε τῷ Κυρίῳ υἱοὺς κριῶν, ἐνέγκατε τῷ Κυρίῳ δόξαν καὶ τιμήν,
Ψαλμ. 28,2 Ἐνέγκατε τῷ Κυρίῳ δόξαν ὀνόματι αὐτοῦ, προσκυνήσατε τῷ Κυρίῳ ἐν αὐλῇ ἁγίᾳ αὐτοῦ.
Ψαλμ. 33,4 Μεγαλύνατε τὸν Κύριον σὺν ἐμοί, καὶ ὑψώσωμεν τὸ ὄνομα αὐτοῦ ἐπὶ τὸ αὐτό.
Ψαλμ. 67,35 Δότε δόξαν τῷ Θεῷ· ἐπὶ τὸν Ἰσραὴλ ἡ μεγαλοπρέπεια αὐτοῦ, καὶ ἡ δύναμις αὐτοῦ ἐν ταῖς νεφέλαις.
Ψαλμ. 95,3 Ἀναγγείλατε εν τοις έθνεσι την δόξαν αυτού, εν πάσι τοις λαοίς τα θαυμάσια αυτού.
Ψαλμ. 95,8 Ἐνέγκατε τω Κυρίω δόξαν ονόματι αυτού, άρατε θυσίας και εισπορεύεσθε εις τας αυλάς αυτού·
Ψαλμ. 98,5 Ὑψούτε Κύριον τον Θεόν ημών και προσκυνείτε τω υποποδίω των ποδών αυτού, ότι άγιός εστι.
ΠΕΡΙ ΔΟΞΗΣ ΤΟΥ ΘΕΟΥ
Ἰωάν.1,14 Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας.
Ἰωάν. 2,11 Ταύτην ἐποίησε τὴν ἀρχὴν τῶν σημείων ὁ Ἰησοῦς ἐν Κανᾷ τῆς Γαλιλαίας καὶ ἐφανέρωσε τὴν δόξαν αὐτοῦ, καὶ ἐπίστευσαν εἰς αὐτὸν οἱ μαθηταὶ αὐτοῦ.
Ιωάν.17,24 πάτερ, οὓς δέδωκάς μοι, θέλω ἵνα ὅπου εἰμὶ ἐγὼ κἀκεῖνοι ὦσι μετ᾿ ἐμοῦ, ἵνα θεωρῶσι τὴν δόξαν τὴν ἐμὴν ἣν δέδωκάς μοι, ὅτι ἠγάπησάς με πρὸ καταβολῆς κόσμου.
Λουκ. 9,32 ὁ δὲ Πέτρος καὶ οἱ σὺν αὐτῷ ἦσαν βεβαρημένοι ὕπνῳ· διαγρηγορήσαντες δὲ εἶδον τὴν δόξαν αὐτοῦ καὶ τοὺς δύο ἄνδρας τοὺς συνεστῶτας αὐτῷ.
Λουκ. 24 ,26 οὐχὶ ταῦτα ἔδει παθεῖν τὸν Χριστὸν καὶ εἰσελθεῖν εἰς τὴν δόξαν αὐτοῦ;
Μαρκ. 13,26 καὶ τότε ὄψονται τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐν νεφέλαις μετὰ δυνάμεως πολλῆς καὶ δόξης.
Ματθ. 16,27 μέλλει γὰρ ὁ υἱὸς τοῦ ἀνθρώπου ἔρχεσθαι ἐν τῇ δόξῃ τοῦ πατρὸς αὐτοῦ μετὰ τῶν ἀγγέλων αὐτοῦ, καὶ τότε ἀποδώσει ἑκάστῳ κατὰ τὴν πρᾶξιν αὐτοῦ.
Ματθ. 19,28 Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· ἀμὴν λέγω ὑμῖν ὅτι ὑμεῖς οἱ ἀκολουθήσαντές μοι, ἐν τῇ παλιγγενεσίᾳ, ὅταν καθίσῃ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπὶ θρόνου δόξης αὐτοῦ, καθίσεσθε καὶ ὑμεῖς ἐπὶ δώδεκα θρόνους κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ.
Ματθ. 24,30 καὶ τότε φανήσεται τὸ σημεῖον τοῦ υἱοῦ τοῦ ἀνθρώπου ἐν τῷ οὐρανῷ, καὶ τότε κόψονται πᾶσαι αἱ φυλαὶ τῆς γῆς καὶ ὄψονται τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ μετὰ δυνάμεως καὶ δόξης πολλῆς.
Ματθ. 25,31-32 Ὅταν δὲ ἔλθῃ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ δόξῃ αὐτοῦ καὶ πάντες οἱ ἅγιοι ἄγγελοι μετ᾿ αὐτοῦ, τότε καθίσει ἐπὶ θρόνου δόξης αὐτοῦ, καὶ συναχθήσεται ἔμπροσθεν αὐτοῦ πάντα τὰ ἔθνη, καὶ ἀφοριεῖ αὐτοὺς ἀπ᾿ ἀλλήλων ὥσπερ ὁ ποιμὴν ἀφορίζει τὰ πρόβατα ἀπὸ τῶν ἐρίφων, καὶ στήσει τὰ μὲν πρόβατα ἐκ δεξιῶν αὐτοῦ, τὰ δὲ ἐρίφια ἐξ εὐωνύμων.
Πραξ. 7,55-56 ὑπάρχων δὲ πλήρης Πνεύματος Ἁγίου, ἀτενίσας εἰς τὸν οὐρανὸν εἶδε δόξαν Θεοῦ καὶ Ἰησοῦν ἑστῶτα ἐκ δεξιῶν τοῦ Θεοῦ, καὶ εἶπεν· ἰδοὺ θεωρῶ τοὺς οὐρανοὺς ἀνεῳγμένους καὶ τὸν υἱὸν τοῦ ἀνθρώπου ἐκ δεξιῶν τοῦ Θεοῦ ἑστῶτα.  
Ψαλμ. 96,6 Ἀνήγγειλαν οι ουρανοί την δικαιοσύνην αυτού, και είδοσαν πάντες οι λαοί την δόξαν αυτού.
ΠΕΡΙ ΔΟΥΛΩΝ
Α΄Πετρ.2,18 Οἱ οικέται υποτασσόμενοι εν παντί φόβω τοις δεσπόταις, ου μόνον τοις αγαθοίς και επιεικέσιν, αλλά και τοις σκολιοίς.
Α΄ Τιμοθ. 6,1 Ὅσοι εἰσίν ὑπὸ ζυγὸν δούλοι, τους ιδίους δεσπότας πάσης τιμής αξίους ηγείσθωσαν, ίνα μη το όνομα του Θεού και η διδασκαλία βλασφημήται.
Ἐκκλ. 5,11 Γλυκύς ὕπνος τοῦ δούλου εἰ ὁλίγον καὶ εἰ πολύ φάγεται .
Ἐφεσ. 6,5 Οἱ δούλοι ὑπακούετε τοῖς κυρίοις κατά σάρκα μετά φόβου και τρόμου εν απλότητι της καρδίας υμών ως τω Χριστω,
Κολ.3,22 Οἱ δούλοι υπακούετε κατά πάντα τοις κατά σάρκα κυρίοις, μη εν οφθαλμοδουλίαις, ως ανθρωπάρεσκοι, αλλ' εν απλότητι καρδίας, φοβούμενοι τον Θεόν.
Παρ.13,13α  Ὑιῷ δολίω οὐδέν ἔσται ἀγαθόν, οἰκέτη δὲ σοφῷ εὔοδοι ἔσονται πράξεις, καὶ κατευθυνθήσεται ἡ ὁδός αὐτοῦ.
Παρ.17,2 Οἰκέτης νοήμων κρατήσει δεσποτών ἀφρόνων, ἐν δὲ ἀδελφοῖς διελείται μέρη.
Σειρ. 29,19 Λόγοις ου παιδευθήσεται οικέτης σκληρός· εάν γαρ και νοήση, αλλ ‘ ουχ υπακούσεται.
Σειρ.7,20 Μὴ κακώσης οικέτην εργαζόμενον εν αληθεία, μηδέ μίσθιον διδόντα ψυχήν αυτού.
Σειρ.7,21 Οἰκέτην συνετόν ἀγαπάτω σου η ψυχή, μη στερήσης αυτόν ελευθερίας.
Σειρ. 33,25 Χορτάσματα και ράβδος και φορτία όνω, άρτος και παιδεία και έργον οικέτη.
Σειρ. 33,27 Ζυγὸς καὶ ἱμὰς κάμψουσι τράχηλον, και οικέτη κακούργω στρέβλαι και βάσανοι.
Σειρ. 33,28 Ἔμβαλε αὐτὸν εἰς ἐργασίαν, ἵνα μὴ ἀργή, πολλήν γὰρ κακίαν ἐδίδαξεν ἡ ἀργία.
Σειρ. 33,29 Εἰς ἔργα κατάστησον, καθώς πρέπει αυτω, καν μη πειθαρχή, βάρυνον τας πέδας αυτού.
Σειρ. 33,30 Καὶ μὴ περισσεύσης ἐν πάση σαρκί, καὶ ἄνευ κρίσεως μὴ ποιήσης μηδέν.
Σειρ. 33,31 Εἰ ἔστι σοι οἰκέτης, ἔστω ὠς σύ, ὅτι ἐν αἶματι ἐκτήσω αὐτόν.
Σειρ. 33,32 Εἰ ἔστι σοι οἰκέτης, ἄγε αὐτὸν ὠς ἀδελφόν, ὅτι ὠς ἡ ψυχή σου ἐπιδεήσεις αὐτοῦ.
Σειρ. 33,33 Ἐὰν κακώσης αὐτὸν καὶ ἀπάρας ἀποδρά, ἐν ποία ὁδῷ ζητήσεις αὐτόν;
ΠΕΡΙ ΔΩΡΕΑΣ ΤΟΥ ΘΕΟΥ
Αποκ. 21,6 ἐγὼ τὸ Α καὶ τὸ Ω, ἡ ἀρχὴ καὶ τὸ τέλος. ἐγὼ τῷ διψῶντι δώσω ἐκ τῆς πηγῆς τοῦ ὕδατος τῆς ζωῆς δωρεάν.
Β Κορ. 9,15 χάρις δὲ τῷ Θεῷ ἐπὶ τῇ ἀνεκδιηγήτῳ αὐτοῦ δωρεᾷ.
Εφ. 2,8 τῇ γὰρ χάριτί ἐστε σεσωσμένοι διὰ τῆς πίστεως· καὶ τοῦτο οὐκ ἐξ ὑμῶν, Θεοῦ τὸ δῶρον,
Εφ. 3,7 οὗ ἐγενόμην διάκονος κατὰ τὴν δωρεὰν τῆς χάριτος τοῦ Θεοῦ τὴν δοθεῖσάν μοι κατὰ τὴν ἐνέργειαν τῆς δυνάμεως αὐτοῦ.
Εφεσ. 4,7 Ἑνὶ δὲ ἑκάστῳ ἡμῶν ἐδόθη ἡ χάρις κατὰ τὸ μέτρον τῆς δωρεᾶς τοῦ Χριστοῦ.
Ιακ.1,17 πᾶσα δόσις ἀγαθὴ καὶ πᾶν δώρημα τέλειον ἄνωθέν ἐστι καταβαῖνον ἀπὸ τοῦ πατρὸς τῶν φώτων, παρ᾿ ᾧ οὐκ ἔνι παραλλαγὴ ἢ τροπῆς ἀποσκίασμα.
Ιωάν. 4,10 ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῇ· εἰ ᾔδεις τὴν δωρεὰν τοῦ Θεοῦ, καὶ τίς ἐστιν ὁ λέγων σοι, δός μοι πιεῖν, σὺ ἂν ᾔτησας αὐτόν, καὶ ἔδωκεν ἄν σοι ὕδωρ ζῶν.
Ματθ.10,8 ἀσθενοῦντας θεραπεύετε, λεπροὺς καθαρίζετε, νεκροὺς ἐγείρετε, δαιμόνια ἐκβάλλετε· δωρεὰν ἐλάβετε, δωρεὰν δότε.
Πραξ. 2,38 Πέτρος δὲ ἔφη πρὸς αὐτούς· μετανοήσατε, καὶ βαπτισθήτω ἕκαστος ὑμῶν ἐπὶ τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ εἰς ἄφεσιν ἁμαρτιῶν, καὶ λήψεσθε τὴν δωρεὰν τοῦ Ἁγίου Πνεύματος.
Πραξ. 8,20 Πέτρος δὲ εἶπε πρὸς αὐτόν· τὸ ἀργύριόν σου σὺν σοὶ εἴη εἰς ἀπώλειαν, ὅτι τὴν δωρεὰν τοῦ Θεοῦ ἐνόμισας διὰ χρημάτων κτᾶσθαι.
Πραξ. 10,45 καὶ ἐξέστησαν οἱ ἐκ περιτομῆς πιστοὶ ὅσοι συνῆλθον τῷ Πέτρῳ, ὅτι καὶ ἐπὶ τὰ ἔθνη ἡ δωρεὰ τοῦ Ἁγίου Πνεύματος ἐκκέχυται·
Πραξ. 11,17 εἰ οὖν τὴν ἴσην δωρεὰν ἔδωκεν αὐτοῖς ὁ Θεὸς ὡς καὶ ἡμῖν, πιστεύσασιν ἐπὶ τὸν Κύριον Ἰησοῦν Χριστόν, ἐγὼ δὲ τίς ἤμην δυνατὸς κωλῦσαι τὸν Θεόν;
Ρωμ. 5,15 Ἀλλ᾿ οὐχ ὡς τὸ παράπτωμα, οὕτω καὶ τὸ χάρισμα. εἰ γὰρ τῷ τοῦ ἑνὸς παραπτώματι οἱ πολλοὶ ἀπέθανον, πολλῷ μᾶλλον ἡ χάρις τοῦ Θεοῦ καὶ ἡ δωρεὰ ἐν χάριτι τῇ τοῦ ἑνὸς ἀνθρώπου Ἰησοῦ Χριστοῦ εἰς τοὺς πολλοὺς ἐπερίσσευσε.
Ρωμ. 5,17 εἰ γὰρ τῷ τοῦ ἑνὸς παραπτώματι ὁ θάνατος ἐβασίλευσε διὰ τοῦ ἑνός, πολλῷ μᾶλλον οἱ τὴν περισσείαν τῆς χάριτος καὶ τῆς δωρεᾶς τῆς δικαιοσύνης λαμβάνοντες ἐν ζωῇ βασιλεύσουσι διὰ τοῦ ἑνὸς Ἰησοῦ Χριστοῦ.
ΠΕΡΙ ΔΩΡΩΝ, ΠΡΟΣΦΟΡΩΝ ΚΑΙ ΘΥΣΙΩΝ
Β Κορ. 9,7 Ἔκαστος καθὼς προαιρείται τῇ καρδία, μὴ ἐκ λύπης ἢ ἐξ ἀνάγκης· ἱλαρὸν γὰρ δότην ἀγαπᾷ ὁ Θεός.
Δευτ.12,19. «Πρόσεχε σεαυτῷ, μὴ ἐγκαταλίπῃς τὸν λευΐτην πάντα τὸν χρόνον, ὅσον ἐὰν ζῇς ἐπὶ τῆς γῆς» .
Δευτ.16,19 Οὐκ ἐκκλινούσι κρίσιν, οὐδέ ἐπιγνώσονται πρόσωπον ουδέ λήψονται δώρον· τα γαρ δώρα αποτυφλοί οφθαλμούς σοφών και εξαίρει λόγους δικαίων.
Εβρ. 5,1 Πᾶς γὰρ ἀρχιερεὺς ἐξ ἀνθρώπων λαμβανόμενος ὑπὲρ ἀνθρώπων καθίσταται τὰ πρὸς τὸν Θεόν, ἵνα προσφέρῃ δῶρά τε καὶ θυσίας ὑπὲρ ἁμαρτιῶν,
Εβρ. 8,3 πᾶς γὰρ ἀρχιερεὺς εἰς τὸ προσφέρειν δῶρά τε καὶ θυσίας καθίσταται· ὅθεν ἀναγκαῖον ἔχειν τι καὶ τοῦτον ὃ προσενέγκῃ.
Εβρ. 9,9 ἥτις παραβολὴ εἰς τὸν καιρὸν τὸν ἐνεστηκότα, καθ᾿ ὃν δῶρά τε καὶ θυσίαι προσφέρονται μὴ δυνάμεναι κατὰ συνείδησιν τελειῶσαι τὸν λατρεύοντα,
Εβρ. 10,5 Διὸ εἰσερχόμενος εἰς τὸν κόσμον λέγει· θυσίαν καὶ προσφορὰν οὐκ ἠθέλησας, σῶμα δὲ κατηρτίσω μοι·
Εβρ. 11,4 Πίστει πλείονα θυσίαν Ἄβελ παρὰ Κάϊν προσήνεγκε τῷ Θεῷ, δι᾿ ἧς ἐμαρτυρήθη εἶναι δίκαιος, μαρτυροῦντος ἐπὶ τοῖς δώροις αὐτοῦ τοῦ Θεοῦ, καὶ δι᾿ αὐτῆς ἀποθανὼν ἔτι λαλεῖται.
Εβρ. 13,16 τῆς δὲ εὐποιΐας καὶ κοινωνίας μὴ ἐπιλανθάνεσθε· τοιαύταις γὰρ θυσίαις εὐαρεστεῖται ὁ Θεός.
Εξοδ-23,8 Και δώρα ού λήψη· τα γάρ δώρα εκτυφλοί οφθαλμούς βλεπόντων και λυμαίνεται ρήματα δίκαια.
Ἔξοδ. 23,19. «τὰς ἀπαρχὰς τῶν πρωτογεννημάτων τῆς γῆς σου εἰσοίσεις εἰς τὸν οἶκον Κυρίου τοῦ Θεοῦ σου».
Ησ-5,23 Ουαί … οι δικαιούντες τον ασεβή ένεκεν δώρων και το δίκαιον του δικαίου άροντες.
Ἰερ.21,12 Οίκος Δαυίδ, τάδε λέγει Κύριος· κρίνατε πρωϊ κρίμα και κατευθύνατε και εξέλεσθε διηρπασμένον εκ χειρός αδικούντος αυτόν, όπως μη αναφθή ως πυρ η οργή μου και καυθήσεται, και ουκ έσται ο σβέσων.
Ἰώβ 15,34 Μαρτύριον γαρ ασεβούς θάνατος, πυρ δε καύσει οίκους δωροδεκτών.
Ἰώβ 36,8 Θυμὸς δὲ ἐπ’ ἀσεβεῖς ἔσται δι’ ασέβειαν δώρων, ὧν ἐδέχοντο ἐπ’ ἀδικίαις.
Λευῒτ. 27,30. «Πᾶσα δεκάτη τῆς γῆς ἀπὸ τοῦ σπέρματος τῆς γῆς καὶ τοῦ καρποῦ τοῦ ξυλίνου τῷ Κυρίῳ ἐστιν, ἅγιον τῷ Κυρίῳ».
Λουκ. 21,1 Ἀναβλέψας δὲ εἶδε τοὺς βάλλοντας τὰ δῶρα αὐτῶν εἰς τὸ γαζοφυλάκιον πλουσίους. Λουκ.21,4 ἅπαντες γὰρ οὗτοι ἐκ τοῦ περισσεύοντος αὐτοῖς ἔβαλον εἰς τὰ δῶρα τοῦ Θεοῦ, αὕτη δὲ ἐκ τοῦ ὑστερήματος αὐτῆς ἅπαντα τὸν βίον ὃν εἶχεν ἔβαλε.
Ματθ. 2,11 καὶ ἐλθόντες εἰς τὴν οἰκίαν εἶδον τὸ παιδίον μετὰ Μαρίας τῆς μητρὸς αὐτοῦ, καὶ πεσόντες προσεκύνησαν αὐτῷ, καὶ ἀνοίξαντες τοὺς θησαυροὺς αὐτῶν προσήνεγκαν αὐτῷ δῶρα, χρυσὸν καὶ λίβανον καὶ σμύρναν·
Ματθ. 5,23 Ἐὰν οὖν προσφέρῃς τὸ δῶρόν σου ἐπὶ τὸ θυσιαστήριον κἀκεῖ μνησθῇς ὅτι ὁ ἀδελφός σου ἔχει τι κατὰ σοῦ,
Ματθ. 5,24 ἄφες ἐκεῖ τὸ δῶρόν σου ἔμπροσθεν τοῦ θυσιαστηρίου, καὶ ὕπαγε πρῶτον διαλλάγηθι τῷ ἀδελφῷ σου, καὶ τότε ἐλθὼν πρόσφερε τὸ δῶρόν σου.
Ματθ. 8,4 καὶ λέγει αὐτῷ ὁ Ἰησοῦς· ὅρα μηδενὶ εἴπῃς, ἀλλὰ ὕπαγε σεαυτὸν δεῖξον τῷ ἱερεῖ καὶ προσένεγκε τὸ δῶρον ὃ προσέταξε Μωσῆς εἰς μαρτύριον αὐτοῖς.
Ματθ. 9,13 πορευθέντες δὲ μάθετε τί ἐστιν ἔλεον θέλω καὶ οὐ θυσίαν.
Ματθ. 23,19 μωροὶ καὶ τυφλοί! τί γὰρ μεῖζον, τὸ δῶρον ἢ τὸ θυσιαστήριον τὸ ἁγιάζον τὸ δῶρον;
Μαρκ. 12,33 καὶ τὸ ἀγαπᾶν αὐτὸν ἐξ ὅλης τῆς καρδίας καὶ ἐξ ὅλης τῆς συνέσεως καὶ ἐξ ὅλης τῆς ψυχῆς καὶ ἐξ ὅλης τῆς ἰσχύος, καὶ τὸ ἀγαπᾶν τὸν πλησίον ὡς ἑαυτὸν πλεῖόν ἐστι πάντων τῶν ὁλοκαυτωμάτων καὶ θυσιῶν.
Παρ-3,9-10 Τίμα τὸν Κύριον ἀπὸ σῶν δικαίων πόνων καὶ ἀπάρχου αὐτῷ ἀπὸ σῶν καρπῶν δικαιοσύνης, ἵνα πίμπληται τὰ ταμιεῖά σου πλησμονῆς σίτῳ, οἴνῳ δὲ αἱ ληνοί σου ἐκβλύζωσιν.
Παρ-15,27 Ἐξόλλυσιν ἐαυτὸν ὁ δωρολήπτης, ο δε μισών δώρων λήψεις σώζεται.
Παρ.17,23 Λαμβάνοντος δώρα αδίκως εν κόλποις ου κατευοδούνται οδοί, ασεβής δε εκκλίνει οδούς δικαιοσύνης.
Παρ-18,16 Δόμα ανθρώπου εμπλατύνει αυτόν και παρά δυνασταίς καθιζάνει αυτών.
Παρ. 21,3 Ποιεῖν δίκαια καὶ ἀληθεύειν ἀρεστὰ παρὰ Θεῷ μᾶλλον ἢ θυσιῶν αἷμα.
Παρ-21,14 Δόσις λάθριος ανατρέπει οργάς, δώρων δε ο φειδώμενος θυμόν εγείρει ισχυρόν.
Παρ-22,9α Νίκην και τιμήν περιποιείται ο δώρα δούς, την μέντοι ψυχή αφαιρείται των κεκτημένων.
Ρωμ. 12,1 Παρακαλῶ οὖν ὑμᾶς, ἀδελφοί, διὰ τῶν οἰκτιρμῶν τοῦ Θεοῦ, παραστῆσαι τὰ σώματα ὑμῶν θυσίαν ζῶσαν, ἁγίαν, εὐάρεστον τῷ Θεῷ, τὴν λογικὴν λατρείαν ὑμῶν,
Σειρ.20,29 Ξένια καὶ δῶρα αποτυφλοῖ ὀφθαλμούς σοφών και ως φιμός εν στόματι αποτρέπει ελεγμούς.
Σειρ-34,18 Θυσιάζων έξ αδίκου, προσφορά μεμωκημένη, και ούκ είς ευδοκιμίαν δωρήματα ανόμων.
Σειρ. 34,19. Οὐκ εὐδοκεῖ ὁ Ὕψιστος ἐν προσφοραῖς ἀσεβῶν οὐδέ ἐν πλήθει θυσιῶν ἐξιλάσκεται ἁμαρτίας.
Σειρ. 34,20 θύων υιόν έναντι του πατρός αυτού ο προσάγων θυσίαν εκ χρημάτων πενήτων.
Σειρ-35,1 Ο συντηρών νόμον πλεονάζει προσφοράς, θυσιάζων σωτηρίου ο προσέχων εντολαίς.
Σειρ. 35,4. «Μὴ ὀφθῇς ἐνώπον Κυρίου κενός, πάντα γὰρ ταύτα χάριν ἐντολῆς.
Σειρ. 35,8 Ἐν πάσῃ δόσει ἰλάρυνον τὸ πρόσωπόν σου, καὶ εὐφροσύνῃ ἡγίασον δεκάτην.
Σειρ-35,9-11 Δὸς Ὑψίστῳ κατὰ τὴν δόσιν αὐτοῦ, καί εν αγαθώ οφθαλμώ κάθ εύρεμα χειρός . ὅτι Κύριος ἀναταποδιδούς ἐστιν, καὶ ἑπταπλάσιον ἀποδώσει σοι. Μή δωροκόπει, ου γάρ προσδέξεται.
Ψαλμ. 4,6 Θύσατε θυσίαν δικαιοσύνης καὶ ἐλπίσατε ἐπὶ Κύριον.
Ψαλμ. 39,7 Θυσίαν καὶ προσφορὰν οὐκ ἠθέλησας, σῶμα δὲ κατηρτίσω μοι· ὁλοκαυτώματα καὶ περὶ ἁμαρτίας οὐκ ἐζήτησας.

Δεν υπάρχουν σχόλια: