ΓΝΩΜΙΚΑ ΠΑΡΟΙΜΙΕΣ

ΑΓΙΟΓΡΑΦΙΚΑ ΧΩΡΙΑ Σ

ΠΕΡΙ ΣΑΡΚΙΚΩΝ ΑΝΘΡΩΠΩΝ
ΑΓΙΟΓΡΑΦΙΚΑ ΧΩΡΙΑ Σ
Α Κορ.15,50 Τούτο δε φημι, αδελφοί, ότι σάρξ και αίμα βασιλείαν Θεού κληρονομήσαι ού δύναται, ουδέ η φθορά την αφθαρσία κληρονομεί.
Α Πετρ-2,11 Αγαπητοί, παρακαλώ ως παροίκους και παρεπιδήμους, απέχεσθε των σαρκικών επιθυμιών, αίτινες στρατεύονται κατά της ψυχής
Β Πετρ-2,12 Ούτοι δε, ως άλογα ζώα φυσικά γεγενημένα είς άλωσιν και φθοράν, εν οίς αγνοούσι βλασφημούντες, εν τη φθορά αυτών καταφθαρήσονται,
Β Πετρ-2,13 κομιούμενοι μισθόν αδικίας, ηδονήν ηγούμενοι την εν ημέρα τρυφήν, σπίλοι και μώμοι, εντρυφώντες εν ταίς απάταις αυτών, συνευωχούμενοι υμίν,
Β Πετρ-2,14 οφθαλμούς έχοντες μεστούς μοιχαλίδος και ακαταπαύστους αμαρτίας, δελεάζοντες ψυχάς αστηρίκτους, καρδίαν γεγυμνασμένην πλεονεξίας έχοντες, κατάρας τέκνα !
Β Πετρ-2,18 Υπέρογκα γάρ ματαιότητος φθεγγόμενοι δελεάζουσιν εν επιθυμίας σαρκός ασέλγειαις τους όντως αποφυγόντας τους εν πλάνη αναστρεφομένους,
Β Πετρ-2,19 Ἐλευθερίαν αὐτοῖς επαγγελόμενοι, αυτοί δούλοι υπάρχοντες της φθοράς . ω γάρ τις ήττηται, τούτω και δεδούλωται.
Γαλ-5,16 Λέγω δε πνεύματι περιπατείτε και επιθυμίαν σαρκός ου μη τελέσητε.
Γαλ-5,17 Η γαρ σάρξ επιθυμεί κατά του πνεύματος, το δε πνεύμα κατά της σαρκός, ταύτα δε αντίκειται αλλήλοις, ίνα μη ά αν θέλητε ταύτα ποιήτε.
Γαλ-5,19 Φανερά δε εστι τα έργα της σαρκός, άτινα εστι μοιχεία, πορνεία, ακαθαρσία, ασέλγεια, ειδωλολατρεία, φαρμακεία, έχθραι, έρεις, ζήλοι, θυμοί, εριθείαι, διχοστασιαί, αιρέσεις, φθόνοι, φόνοι, μέθαι, κώμοι
Γαλ-5,24 Οι δε του Χριστού την σάρκα εσταύρωσαν σύν τοίς παθήμασι και τας επιθυμίας.
Γαλ-6,8 Ότι ο σπείρων είς την σάρκα εαυτού εκ της σαρκός θερίσει φθοράν, ο δε σπείρων είς το πνεύμα εκ του πνεύματος θερίσει ζωήν αιώνιον.
Γεν. 6,3 Καὶ εἶπε Κύριος ὁ Θεός· οὐ μὴ καταμείνη το πνεύμά μου εν τοις ανθρώποις τούτοις εις τον αιώνα δια το είναι αυτούς σάρκας, έσονται δε αι ημέραι αυτών εκατόν είκοσιν έτη.
Ιακ-5,5 Ετρυφήσατε επί της γής και εσπαταλήσατε, εθρέψατε τάς καρδίας υμών ως εν ημέρα σφαγής.
Ιωβ-21,13 Συνετέλεσαν δε εν αγαθοίς τον βίον αυτών, εν δε αναπαύσει άδου εκοιμήθησαν.
Κολασ-3,5 Νεκρώσατε ούν τα μέλη υμών τα επί της γής, πορνείαν, ακαθαρσίαν, πάθος, επιθυμίαν κακήν, και την πλεονεξίαν, ήτις εστίν ειδωλολατρία
Λουκ-12,19 Και ερώ τη ψυχή μου . ψυχή, έχεις πολλά αγαθά κείμενα είς έτη πολλά . αναπαύου, φάγε πίε, ευφραίνου.
Λουκ-12,20 Είπε δε αυτώ ο Θεός· άφρων, ταύτι τη νυκτί την ψυχήν σου απαιτούσιν ἀπὸ σοῦ· ἃ δε ητοίμασας τίναι έσται;
Λουκ-16,25 Τέκνον, μνήσθητι ότι απέλαβες συ τα αγαθά σου εν τη ζωή σου, και Λάζαρος ομοίως τα κακά, νύν δε ώδε παρακαλείται, σύ δε οδυνάσαι.
Ρωμ-8,5 Οι γάρ κατά σάρκα όντες τα της σαρκός φρονούσιν, οι δε κατά πνεύμα του πνεύματος.
Ρωμ-8,6 Το γάρ φρόνημα της σαρκός θάνατος, το δε φρόνημα του πνεύματος ζωή και ειρήνη, διότι το φρόνημα της σαρκός έχθρα είς τον θεόν.
Ρωμ-8,7-8 Τω νόμω του θεού ούχ υποτάσσεται, ουδέ γαρ δύναται. Οι δε εν σαρκί όντες Θεώ αρέσαι ου δύνανται.
Σειρ-18,32 Μη ευφραίνου επί πολλή τρυφή, μηδέ προσδεθής συμβολή αυτής.
Φιλιπ-3,19 Ών το τέλος απώλεια, ών ο θεός η κοιλία και η δόξα εν τη αισχύνη αυτών, οι τα επίγεια φρονούντες!
ΠΕΡΙ ΣΕΙΣΜΩΝ
Αποκ. 6,12 Καὶ εἶδον ὅτε ἤνοιξε τὴν σφραγῖδα τὴν ἕκτην, καὶ σεισμὸς μέγας ἐγένετο, καὶ ὁ ἥλιος μέλας ἐγένετο ὡς σάκκος τρίχινος, καὶ ἡ σελήνη ὅλη ἐγένετο ὡς αἷμα,
Αποκ. 8,5 καὶ εἴληφεν ὁ ἄγγελος τὸν λιβανωτὸν καὶ ἐγέμισεν αὐτὸν ἐκ τοῦ πυρὸς τοῦ θυσιαστηρίου καὶ ἔβαλεν εἰς τὴν γῆν. καὶ ἐγένοντο βρονταὶ καὶ φωναὶ καὶ ἀστραπαὶ καὶ σεισμός.
Αποκ. 11,13 Καὶ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἐγένετο σεισμὸς μέγας, καὶ τὸ δέκατον τῆς πόλεως ἔπεσε, καὶ ἀπεκτάνθησαν ἐν τῷ σεισμῷ ὀνόματα ἀνθρώπων χιλιάδες ἑπτά, καὶ οἱ λοιποὶ ἔμφοβοι ἐγένοντο καὶ ἔδωκαν δόξαν τῷ Θεῷ τοῦ οὐρανοῦ.
Αποκ. 11,19 Καὶ ἠνοίγη ὁ ναὸς τοῦ Θεοῦ ὁ ἐν τῷ οὐρανῷ, καὶ ὤφθη ἡ κιβωτὸς τῆς διαθήκης Κυρίου ἐν τῷ ναῷ αὐτοῦ, καὶ ἐγένοντο ἀστραπαὶ καὶ φωναὶ καὶ βρονταὶ καὶ σεισμὸς καὶ χάλαζα μεγάλη.
Αποκ. 16,18 καὶ ἐγένοντο ἀστραπαὶ καὶ φωναὶ καὶ βρονταί, καὶ σεισμὸς ἐγένετο μέγας, οἷος οὐκ ἐγένετο ἀφ᾿ οὗ οἱ ἄνθρωποι ἐγένοντο ἐπὶ τῆς γῆς, τηλικοῦτος σεισμὸς οὕτω μέγας.
Εβρ. 12,26 οὗ ἡ φωνὴ τὴν γῆν ἐσάλευσε τότε, νῦν δὲ ἐπήγγελται λέγων· ἔτι ἅπαξ ἐγὼ σείω οὐ μόνον τὴν γῆν, ἀλλὰ καὶ τὸν οὐρανόν.
Λουκ. 21,11 σεισμοί τε μεγάλοι κατὰ τόπους καὶ λιμοὶ καὶ λοιμοὶ ἔσονται, φόβητρά τε καὶ σημεῖα ἀπ᾿ οὐρανοῦ μεγάλα ἔσται.
Ματθ. 8,24 καὶ ἰδοὺ σεισμὸς μέγας ἐγένετο ἐν τῇ θαλάσσῃ, ὥστε τὸ πλοῖον καλύπτεσθαι ὑπὸ τῶν κυμάτων· αὐτὸς δὲ ἐκάθευδε.
Ματθ. 21,10 καὶ εἰσελθόντος αὐτοῦ εἰς Ἱεροσόλυμα ἐσείσθη πᾶσα ἡ πόλις λέγουσα· τίς ἐστιν οὗτος;
Ματθ. 24,7 ἐγερθήσεται γὰρ ἔθνος ἐπὶ ἔθνος καὶ βασιλεία ἐπὶ βασιλείαν, καὶ ἔσονται λιμοὶ καὶ λοιμοὶ καὶ σεισμοὶ κατὰ τόπους·
Ματθ. 27,51 Καὶ ἰδοὺ τὸ καταπέτασμα τοῦ ναοῦ ἐσχίσθη εἰς δύο ἀπὸ ἄνωθεν ἕως κάτω, καὶ ἡ γῆ ἐσείσθη καὶ αἱ πέτραι ἐσχίσθησαν,
Ματθ. 27,54 Ὁ δὲ ἑκατόνταρχος καὶ οἱ μετ᾿ αὐτοῦ τηροῦντες τὸν Ἰησοῦν, ἰδόντες τὸν σεισμὸν καὶ τὰ γενόμενα ἐφοβήθησαν σφόδρα λέγοντες· ἀληθῶς Θεοῦ υἱὸς ἦν οὗτος.
Ματθ. 28,2 καὶ ἰδοὺ σεισμὸς ἐγένετο μέγας· ἄγγελος γὰρ Κυρίου καταβὰς ἐξ οὐρανοῦ προσελθὼν ἀπεκύλισε τὸν λίθον ἀπὸ τῆς θύρας καὶ ἐκάθητο ἐπάνω αὐτοῦ.
Ματθ. 28,4 ἀπὸ δὲ τοῦ φόβου αὐτοῦ ἐσείσθησαν οἱ τηροῦντες καὶ ἐγένοντο ὡσεὶ νεκροί.
Πραξ. 16,26 ἄφνω δὲ σεισμὸς ἐγένετο μέγας, ὥστε σαλευθῆναι τὰ θεμέλια τοῦ δεσμωτηρίου, ἀνεῴχθησάν τε παραχρῆμα αἱ θύραι πᾶσαι καὶ πάντων τὰ δεσμὰ ἀνέθη.
ΠΕΡΙ ΣΙΩΠΗΣ ΚΑΙ ΟΛΙΓΟΛΟΓΙΑΣ
Ἰάκ. 1,19 Ὥστε, ἀδελφοί μου ἀγαπητοί, ἔστω πᾶς ἄνθρωπος ταχὺς εἰς τὸ ἀκούσαι, βραδὺς εἰς τὸ λαλήσαι, βραδὺς εἰς ὀργήν·
Παρ-13,3 Ος φυλάσει το εαυτού στόμα, τηρεί την εαυτού ψυχήν, ο δε προπετής χείλεσι πτοήσει εαυτόν.
Παρ-15,4 Ιασις γλώσσης δένδρον ζωής, ο δε συντηρών αυτήν πλησθήσεται πνεύματος.
Παρ. 16,17 Ὃς φυλάσσει τας εαυτού οδούς, τηρεί την εαυτού ψυχήν, αγαπών δε ζωήν αυτού φείσεται στόματος αυτού.
Παρ-21,23 Ὃς φυλάσει το στόμα αυτού και την γλώσσαν, διατηρεί εκ θλίψεως την ψυχήν αυτού.
Σειρ-20,5 Και έστι σιωπών και ευρισκόμενος σοφός, και έστι μισητός από πολλής λαλιάς.
Σειρ-20,6 Εστι σιωπών, ου γαρ έχει απόκρισιν, και έστι σιωπών ειδώς καιρόν.
Σειρ-20,7 Άνθρωπος σοφός σιγήσει έως καιρού, ο δέ λαπιστής και άφρων υπερβήσεται καιρόν.
Σειρ,28,25 Και τοίς λόγοις σου ποίησον ζυγόν και σταθμόν, και τω στοματί σου ποίησον θύραν και μοχλόν.
Σειρ. 30,18 Ἀγαθά εκκεχυμένα επί στόματι κεκλεισμένω,
Ψαλμ. 140,3 Θοῦ, Κύριε, φυλακὴν τῷ στόματί μου, καὶ θύραν περιοχῆς περὶ τὰ χείλη μου.
ΠΕΡΙ ΣΚΑΝΔΑΛΩΝ
Α Ιω. 2,10 ὁ ἀγαπῶν τὸν ἀδελφὸν αὐτοῦ ἐν τῷ φωτὶ μένει, καὶ σκάνδαλον ἐν αὐτῷ οὐκ ἔστιν·
Α Κορ. 1,23 ἡμεῖς δὲ κηρύσσομεν Χριστὸν ἐσταυρωμένον, Ἰουδαίοις μὲν σκάνδαλον, Ἕλλησι δὲ μωρίαν,
Α Κορ. 8,9 βλέπετε δὲ μήπως ἡ ἐξουσία ὑμῶν αὕτη πρόσκομμα γένηται τοῖς ἀσθενοῦσιν.
Α Κορ. 8,10-11 Ἐὰν γὰρ τις ἴδη σε, τὸν ἔχοντα γνώσιν, ἐν εἰδωλείω κατακείμενον, ουχί η συνείδησις αυτού ασθενούς όντος οἱκοδομηθήσεται εις το τα ειδωλόθυτα εσθίειν; και απολείται ο ασθενών αδελφός επί τη σή γνώσει, δι’ ον Χριστός απέθανεν.
Α Κορ. 8,12-13 Οὔτω δε αμαρτάνοντες εις τους αδελφούς και τύπτοντες αυτών την συνείδησιν ασθενούσαν εἰς Χριστόν ἁμα-ρτάνετε. διόπερ εἰ βρῶμα σκανδαλίζει τὸν ἀδελφόν μου, οὐ μὴ φάγω κρέα εἰς τὸν αἰῶνα, ἵνα μὴ τὸν ἀδελφόν μου σκανδαλίσω.
Α Πε. 2,7 ὑμῖν οὖν ἡ τιμὴ τοῖς πιστεύουσιν, ἀπειθοῦσι δὲ λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας καὶ λίθος προσκόμματος καὶ πέτρα σκανδάλου.
Β Κορ. 11,29 τίς ἀσθενεῖ, καὶ οὐκ ἀσθενῶ; τίς σκανδαλίζεται, καὶ οὐκ ἐγὼ πυροῦμαι;
Ἰωάν. 6,61 εἰδὼς δὲ ὁ Ἰησοῦς ἐν ἑαυτῷ ὅτι γογγύζουσι περὶ τούτου οἱ μαθηταὶ αὐτοῦ, εἶπεν αὐτοῖς· τοῦτο ὑμᾶς σκανδαλίζει;
Λουκ. 17,1 Ἔλεγε δὲ καὶ πρὸς τοὺς μαθητὰς αὐτοῦ· ἀνένδεκτόν ἐστι τοῦ μὴ ἐλθεῖν τὰ σκάνδαλα· οὐαὶ δὲ δι᾿ οὗ ἔρχεται.
Ματθ. 5,29 εἰ δὲ ὁ ὀφθαλμός σου ὁ δεξιὸς σκανδαλίζει σε, ἔξελε αὐτὸν καὶ βάλε ἀπὸ σοῦ· συμφέρει γάρ σοι ἵνα ἀπόληται ἓν τῶν μελῶν σου καὶ μὴ ὅλον τὸ σῶμα σου βληθῇ εἰς γέενναν.
Ματθ. 5,30 καὶ εἰ ἡ δεξιά σου χεὶρ σκανδαλίζει σε, ἔκκοψον αὐτὴν καὶ βάλε ἀπὸ σοῦ· συμφέρει γάρ σοι ἵνα ἀπόληται ἓν τῶν μελῶν σου καὶ μὴ ὅλον τὸ σῶμά σου βληθῇ εἰς γέενναν.
Ματθ. 11,6 καὶ μακάριός ἐστιν ὃς ἐὰν μὴ σκανδαλισθῇ ἐν ἐμοί.
Ματθ.13,21 οὐκ ἔχει δὲ ῥίζαν ἐν ἑαυτῷ, ἀλλὰ πρόσκαιρός ἐστι, γενομένης δὲ θλίψεως ἢ διωγμοῦ διὰ τὸν λόγον εὐθὺς σκανδαλίζεται.
Ματθ. 13,41 ἀποστελεῖ ὁ υἱὸς τοῦ ἀνθρώπου τοὺς ἀγγέλους αὐτοῦ, καὶ συλλέξουσιν ἐκ τῆς βασιλείας αὐτοῦ πάντα τὰ σκάνδαλα καὶ τοὺς ποιοῦντας τὴν ἀνομίαν,
Ματθ. 15,12 τότε προσελθόντες οἱ μαθηταὶ αὐτοῦ εἶπον αὐτῷ· οἶδας ὅτι οἱ Φαρισαῖοι ἐσκανδαλίσθησαν ἀκούσαντες τὸν λόγον;
Ματθ. 16,23 ὁ δὲ στραφεὶς εἶπε τῷ Πέτρῳ· ὕπαγε ὀπίσω μου, σατανᾶ· σκάνδαλόν μου εἶ· ὅτι οὐ φρονεῖς τὰ τοῦ Θεοῦ, ἀλλὰ τὰ τῶν ἀνθρώπων.
Ματθ. 17,27 ἵνα δὲ μὴ σκανδαλίσωμεν αὐτούς, πορευθεὶς εἰς τὴν θάλασσαν βάλε ἄγκιστρον καὶ τὸν ἀναβάντα πρῶτον ἰχθὺν ἆρον, καὶ ἀνοίξας τὸ στόμα αὐτοῦ εὑρήσεις στατῆρα· ἐκεῖνον λαβὼν δὸς αὐτοῖς ἀντὶ ἐμοῦ καὶ σοῦ.
Ματθ. 18,6 ὃς δ᾿ ἂν σκανδαλίσῃ ἕνα τῶν μικρῶν τούτων τῶν πιστευόντων εἰς ἐμέ, συμφέρει αὐτῷ ἵνα κρεμασθῇ μύλος
ὀνικὸς εἰς τὸν τράχηλον αὐτοῦ καὶ καταποντισθῇ ἐν τῷ πελάγει τῆς θαλάσσης.
Ματθ. 18,7 Οὐαὶ τῷ κόσμῳ ἀπὸ τῶν σκανδάλων· ἀνάγκη γάρ ἐστιν ἐλθεῖν τὰ σκάνδαλα· πλὴν οὐαὶ τῶν ἀνθρώπῳ ἐκείνῳ δι᾿ οὗ τὸ σκάνδαλον ἔρχεται.
Ματθ. 18,8 εἰ δὲ ἡ χείρ σου ἢ ὁ πούς σου σκανδαλίζει σε, ἔκκοψον αὐτὰ καὶ βάλε ἀπὸ σοῦ· καλόν σοί ἐστιν εἰσελθεῖν εἰς τὴν ζωὴν χωλὸν ἢ κυλλόν, ἢ δύο χεῖρας ἢ δύο πόδας ἔχοντα βληθῆναι εἰς τὸ πῦρ τὸ αἰώνιον.
Ματθ. 18,9 καὶ εἰ ὁ ὀφθαλμός σου σκανδαλίζει σε, ἔξελε αὐτὸν καὶ βάλε ἀπὸ σοῦ· καλὸν σοί ἐστι μονόφθαλμον εἰς τὴν ζωὴν εἰσελθεῖν, ἢ δύο ὀφθαλμοὺς ἔχοντα βληθῆναι εἰς τὴν γέενναν τοῦ πυρός.
Ματθ. 24,10 καὶ τότε σκανδαλισθήσονται πολλοὶ καὶ ἀλλήλους παραδώσουσι καὶ μισήσουσιν ἀλλήλους.
Ματθ. 26,31 πάντες ὑμεῖς σκανδαλισθήσεσθε ἐν ἐμοὶ ἐν τῇ νυκτὶ ταύτῃ, γέγραπται γάρ, πατάξω τὸν ποιμένα, καὶ διασκορπισθήσονται τὰ πρόβατα τῆς ποίμνης·
Ματθ. 26,33 ἀποκριθεὶς δὲ ὁ Πέτρος εἶπεν αὐτῷ· εἰ πάντες σκανδαλισθήσονται ἐν σοί, ἐγὼ δὲ οὐδέποτε σκανδαλισθήσομαι.
Ρωμ. 9,32-33 Διατί; ὅτι οὐκ ἐκ πίστεως, ἀλλ᾿ ὡς ἐξ ἔργων νόμου· προσέκοψαν γὰρ τῷ λίθῳ τοῦ προσκόμματος, καθὼς γέγραπται· ἰδοὺ τίθημι ἐν Σιὼν λίθον προσκόμματος καὶ πέτραν σκανδάλου, καὶ πᾶς ὁ πιστεύων ἐπ᾿ αὐτῷ οὐ καταισχυνθήσεται.
Ρωμ. 11,9 καὶ Δαυΐδ λέγει· γενηθήτω ἡ τράπεζα αὐτῶν εἰς παγίδα καὶ εἰς θήραν καὶ εἰς σκάνδαλον καὶ εἰς ἀνταπόδομα αὐτοῖς.
Ρωμ. 14,13 Μηκέτι οὖν ἀλλήλους κρίνωμεν, ἀλλὰ τοῦτο κρίνατε μᾶλλον, τὸ μὴ τιθέναι πρόσκομμα τῷ ἀδελφῷ ἢ σκάνδαλον.
Ρωμ. 14,20-21 Μὴ ἔνεκεν βρώματος κατάλυε το έργον του Θεού. Πάντα μέν καθαρά, αλλά κακόν τώ ανθρώπω τῷ διὰ προ-σκόματος εσθίοντι. καλὸν τὸ μὴ φαγεῖν κρέα μηδὲ πιεῖν οἶνον μηδὲ ἐν ᾧ ὁ ἀδελφός σου προσκόπτει ἢ σκανδαλίζεται ἢ ἀσθενεῖ.
Ρωμ. 16,17 Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοί, σκοπεῖν τοὺς τὰς διχοστασίας καὶ τὰ σκάνδαλα παρὰ τὴν διδαχὴν ἣν ὑμεῖς ἐμάθετε ποιοῦντας, καὶ ἐκκλίνατε ἀπ᾿ αὐτῶν·
Ψαλμ-140,9 Φυλαξόν με ἀπὸ παγίδος ἧς συνεστήσαντό μοι, καὶ ἀπὸ σκανδάλων τῶν ἐργαζομένων τὴν ἀνομίαν,
ΠΕΡΙ ΣΚΛΗΡΟΤΗΤΟΣ ΚΑΙ ΣΚΛΗΡΟΚΑΡΔΙΑΣ
Εβρ. 3,8 μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν ὡς ἐν τῷ παραπικρασμῷ, κατὰ τὴν ἡμέραν τοῦ πειρασμοῦ ἐν τῇ ἐρήμῳ,
Εβρ. 3,13 ἀλλὰ παρακαλεῖτε ἑαυτοὺς καθ᾿ ἑκάστην ἡμέραν ἄχρις οὗ τὸ σήμερον καλεῖται, ἵνα μὴ σκληρυνθῇ ἐξ ὑμῶν τις ἀπάτῃ τῆς ἁμαρτίας·
Εβρ. 3,15 ἐν τῷ λέγεσθαι· σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν ὡς ἐν τῷ παραπικρασμῷ.
Μαρκ. 10,5 καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· πρὸς τὴν σκληροκαρδίαν ὑμῶν ἔγραψεν ὑμῖν τὴν ἐντολὴν ταύτην·
Μαρκ. 16,14 Ὕστερον ἀνακειμένοις αὐτοῖς τοῖς ἕνδεκα ἐφανερώθη, καὶ ὠνείδισε τὴν ἀπιστίαν αὐτῶν καὶ σκληροκαρδίαν, ὅτι τοῖς θεασαμένοις αὐτὸν ἐγηγερμένον οὐκ ἐπίστευσαν.
Ματθ. 19,8 λέγει αὐτοῖς· ὅτι Μωσῆς πρὸς τὴν σκληροκαρδίαν ὑμῶν ἐπέτρεψεν ὑμῖν ἀπολῦσαι τὰς γυναῖκας ὑμῶν· ἀπ᾿ ἀρχῆς δὲ οὐ γέγονεν οὕτω.
Ιου. 1,15 ποιῆσαι κρίσιν κατὰ πάντων καὶ ἐλέγξαι πάντας τοὺς ἀσεβεῖς αὐτῶν περὶ πάντων τῶν ἔργων ἀσεβείας αὐτῶν ὧν ἠσέβησαν καὶ περὶ πάντων τῶν σκληρῶν ὧν ἐλάλησαν κατ᾿ αὐτοῦ ἁμαρτωλοὶ ἀσεβεῖς.
Πραξ. 19,9 ὡς δέ τινες ἐσκληρύνοντο καὶ ἠπείθουν κακολογοῦντες τὴν ὁδὸν ἐνώπιον τοῦ πλήθους, ἀποστὰς ἀπ᾿ αὐτῶν ἀφώρισε τοὺς μαθητάς, καθ᾿ ἡμέραν διαλεγόμενος ἐν τῇ σχολῇ Τυράννου τινός.
Ρωμ. 2,5  κατὰ δὲ τὴν σκληρότητά σου καὶ ἀμετανόητον καρδίαν θησαυρίζεις σεαυτῷ ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς καὶ ἀποκαλύψεως καὶ δικαιοκρισίας τοῦ Θεοῦ,
Ρωμ. 9,17-18 λέγει γὰρ ἡ γραφὴ τῷ Φαραῷ ὅτι εἰς αὐτὸ τοῦτο ἐξήγειρά σε, ὅπως ἐνδείξωμαι ἐν σοὶ τὴν δυναμίν μου, καὶ ὅπως διαγγελῇ τὸ ὄνομά μου ἐν πάσῃ τῇ γῇ. ἄρα οὖν ὃν θέλει ἐλεεῖ, ὃν δὲ θέλει σκληρύνει.
ΠΕΡΙ ΣΚΟΤΟΥΣ ΚΑΙ ΣΚΟΤΙΣΜΕΝΩΝ
Α Θεσ. 5,4-5 ὑμεῖς δέ, ἀδελφοί, οὐκ ἐστὲ ἐν σκότει, ἵνα ἡ ἡμέρα ὑμᾶς ὡς κλέπτης καταλάβῃ· πάντες ὑμεῖς υἱοὶ φωτός ἐστε καὶ υἱοὶ ἡμέρας. οὐκ ἐσμὲν νυκτὸς οὐδὲ σκότους.
Α Ιωάν. 1,5  Καὶ αὕτη ἐστὶν ἡ ἐπαγγελία ἣν ἀκηκόαμεν ἀπ᾿ αὐτοῦ καὶ ἀναγγέλλομεν ὑμῖν, ὅτι ὁ Θεὸς φῶς ἐστι καὶ σκοτία ἐν αὐτῷ οὐκ ἔστιν οὐδεμία.
Α Ιωάν.1,6  ἐὰν εἴπωμεν ὅτι κοινωνίαν ἔχομεν μετ᾿ αὐτοῦ καὶ ἐν τῷ σκότει περιπατῶμεν, ψευδόμεθα καὶ οὐ ποιοῦμεν τὴν ἀλήθειαν·
Α Ιωάν. 2,8 πάλιν ἐντολὴν καινὴν γράφω ὑμῖν, ὅ ἐστιν ἀληθὲς ἐν αὐτῷ καὶ ἐν ὑμῖν, ὅτι ἡ σκοτία παράγεται καὶ τὸ φῶς τὸ ἀληθινὸν ἤδη φαίνει.
Α Ιωάν. 2,9 ὁ λέγων ἐν τῷ φωτὶ εἶναι, καὶ τὸν ἀδελφὸν αὐτοῦ μισῶν, ἐν τῇ σκοτίᾳ ἐστὶν ἕως ἄρτι.
Α Ιωάν. 2,11 ὁ δὲ μισῶν τὸν ἀδελφὸν αὐτοῦ ἐν τῇ σκοτίᾳ ἐστὶ καὶ ἐν τῇ σκοτίᾳ περιπατεῖ, καὶ οὐκ οἷδε ποῦ ὑπάγει, ὅτι ἡ σκοτία ἐτύφλωσε τοὺς ὀφθαλμοὺς αὐτοῦ.
Α Κορ. 4,5 ὥστε μὴ πρὸ καιροῦ τι κρίνετε, ἕως ἂν ἔλθῃ ὁ Κύριος, ὃς καὶ φωτίσει τὰ κρυπτὰ τοῦ σκότους καὶ φανερώσει τὰς βουλὰς τῶν καρδιῶν, καὶ τότε ὁ ἔπαινος γενήσεται ἑκάστῳ ἀπὸ τοῦ Θεοῦ.
Β Κορ. 6,14 Μὴ γίνεσθε ἑτεροζυγοῦντες ἀπίστοις· τίς γὰρ μετοχὴ δικαιοσύνῃ καὶ ἀνομίᾳ; τίς δὲ κοινωνία φωτὶ πρὸς σκότος;
Εφ. 4,18 ἐσκοτισμένοι τῇ διανοίᾳ, ὄντες ἀπηλλοτριωμένοι τῆς ζωῆς τοῦ Θεοῦ διὰ τὴν ἄγνοιαν τὴν οὖσαν ἐν αὐτοῖς διὰ τὴν πώρωσιν τῆς καρδίας αὐτῶν,
Εφ. 5,8  ἦτε γάρ ποτε σκότος, νῦν δὲ φῶς ἐν Κυρίῳ· ὡς τέκνα φωτὸς περιπατεῖτε·
Εφ. 5,11 καὶ μὴ συγκοινωνεῖτε τοῖς ἔργοις τοῖς ἀκάρποις τοῦ σκότους, μᾶλλον δὲ καὶ ἐλέγχετε·
Ιω. 1,5 καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν.
Ιω. 3,19 αὕτη δέ ἐστιν ἡ κρίσις, ὅτι τὸ φῶς ἐλήλυθεν εἰς τὸν κόσμον, καὶ ἠγάπησαν οἱ ἄνθρωποι μᾶλλον τὸ σκότος ἢ τὸ φῶς· ἦν γὰρ πονηρὰ αὐτῶν τὰ ἔργα.
Ιω. 8,12 Πάλιν οὖν αὐτοῖς ὁ Ἰησοῦς ἐλάλησε λέγων· ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου· ὁ ἀκολουθῶν ἐμοὶ οὐ μὴ περιπατήσῃ ἐν τῇ σκοτίᾳ, ἀλλ᾿ ἕξει τὸ φῶς τῆς ζωῆς.
Ιω. 12,35 εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς· ἔτι μικρὸν χρόνον τὸ φῶς μεθ᾿ ὑμῶν ἐστι· περιπατεῖτε ἕως τὸ φῶς ἔχετε, ἵνα μὴ σκοτία ὑμᾶς καταλάβῃ· καὶ ὁ περιπατῶν ἐν τῇ σκοτίᾳ οὐκ οἶδε ποῦ ὑπάγει.
Ιω. 12,46 ἐγὼ φῶς εἰς τὸν κόσμον ἐλήλυθα, ἵνα πᾶς ὁ πιστεύων εἰς ἐμὲ ἐν τῇ σκοτίᾳ μὴ μείνῃ.
Λουκ. 1,79 ἐπιφᾶναι τοῖς ἐν σκότει καὶ σκιᾷ θανάτου καθημένοις, τοῦ κατευθῦναι τοὺς πόδας ἡμῶν εἰς ὁδὸν εἰρήνης.
Λουκ. 11,34-35 ὁ λύχνος τοῦ σώματός ἐστιν ὁ ὀφθαλμός· ὅταν οὖν ὁ ὀφθαλμός σου ἁπλοῦς ᾖ, καὶ ὅλον τὸ σῶμά σου φωτεινόν ἐστιν· ἐπὰν δὲ πονηρὸς ᾖ, καὶ τὸ σῶμά σου σκοτεινόν. σκόπει οὖν μὴ τὸ φῶς τὸ ἐν σοὶ σκότος ἐστίν.
Λουκ-11,36 εἰ οὖν τὸ σῶμά σου ὅλον φωτεινόν, μὴ ἔχον τι μέρος σκοτεινόν, ἔσται φωτεινὸν ὅλον ὡς ὅταν ὁ λύχνος τῇ ἀστραπῇ φωτίζῃ σε.
Ματθ. 4,16 ὁ λαὸς ὁ καθήμενος ἐν σκότει εἶδε φῶς μέγα καὶ τοῖς καθημένοις ἐν χώρᾳ καὶ σκιᾷ θανάτου φῶς ἀνέτειλεν αὐτοῖς.
Ματθ. 6,23 ἐὰν δὲ ὁ ὀφθαλμός σου πονηρὸς ᾖ, ὅλον τὸ σῶμά σου σκοτεινὸν ἔσται. εἰ οὖν τὸ φῶς τὸ ἐν σοὶ σκότος ἐστί, τὸ σκότος πόσον;
Ρωμ. 1,21 διότι γνόντες τὸν Θεὸν οὐχ ὡς Θεὸν ἐδόξασαν ἢ εὐχαρίστησαν, ἀλλ᾿ ἐματαιώθησαν ἐν τοῖς διαλογισμοῖς αὐτῶν, καὶ ἐσκοτίσθη ἡ ἀσύνετος αὐτῶν καρδία·
Ρωμ. 11,10 σκοτισθήτωσαν οἱ ὀφθαλμοὶ αὐτῶν τοῦ μὴ βλέπειν, καὶ τὸν νῶτον αὐτῶν διὰ παντὸς σύγκαμψον.
Ρωμ. 13,12 ἡ νὺξ προέκοψεν, ἡ δὲ ἡμέρα ἤγγικεν. ἀποθώμεθα οὖν τὰ ἔργα τοῦ σκότους καὶ ἐνδυσώμεθα τὰ ὅπλα τοῦ φωτός.
Ψαλμ-68,24 Σκοτισθήτωσαν οι οφθαλμοί αυτών του μη βλέπειν, και τον νώτον αυτών διά παντώς σύγκαψον.
ΠΕΡΙ ΣΟΦΙΑΣ ΚΑΙ ΣΟΦΩΝ
Α Κορ. 1,19-20 γέγραπται γάρ· ἀπολῶ τὴν σοφίαν τῶν σοφῶν, καὶ τὴν σύνεσιν τῶν συνετῶν ἀθετήσω. ποῦ σοφός; ποῦ γραμματεύς; ποῦ συζητητὴς τοῦ αἰῶνος τούτου; οὐχὶ ἐμώρανεν ὁ Θεὸς τὴν σοφίαν τοῦ κόσμου τούτου;
Α Κορ. 1,21-22 ἐπειδὴ γὰρ ἐν τῇ σοφίᾳ τοῦ Θεοῦ οὐκ ἔγνω ὁ κόσμος διὰ τῆς σοφίας τὸν Θεόν, εὐδόκησεν ὁ Θεὸς διὰ τῆς μωρίας τοῦ κηρύγματος σῶσαι τοὺς πιστεύοντας. ἐπειδὴ καὶ Ἰουδαῖοι σημεῖον αἰτοῦσι καὶ Ἕλληνες σοφίαν ζητοῦσιν,
Α Κορ. 1,26 Βλέπετε γὰρ τὴν κλῆσιν ὑμῶν, ἀδελφοί, ὅτι οὐ πολλοὶ σοφοὶ κατὰ σάρκα, οὐ πολλοὶ δυνατοί, οὐ πολλοὶ εὐγενεῖς,
Α Κορ. 1,27 ἀλλὰ τὰ μωρὰ τοῦ κόσμου ἐξελέξατο ὁ Θεὸς ἵνα τοὺς σοφοὺς καταισχύνῃ, καὶ τὰ ἀσθενῆ τοῦ κόσμου ἐξελέξατο ὁ Θεὸς ἵνα καταισχύνῃ τὰ ἰσχυρά,
Α Κορ. 2,6-7 Σοφίαν δὲ λαλοῦμεν ἐν τοῖς τελείοις, σοφίαν δὲ οὐ τοῦ αἰῶνος τούτου, οὐδὲ τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου τῶν καταργουμένων· ἀλλὰ λαλοῦμεν σοφίαν Θεοῦ ἐν μυστηρίῳ, τὴν ἀποκεκρυμμένην, ἣν προώρισεν ὁ Θεὸς πρὸ τῶν αἰώνων εἰς δόξαν ἡμῶν,
Α Κορ. 3,18 Μηδεὶς ἑαυτὸν ἐξαπατάτω· εἴ τις δοκεῖ σοφὸς εἶναι ἐν ὑμῖν ἐν τῷ αἰῶνι τούτῳ, μωρὸς γενέσθω, ἵνα γένηται σοφός.
Α Κορ. 3,19-20 ἡ γὰρ σοφία τοῦ κόσμου τούτου μωρία παρὰ τῷ Θεῷ ἐστι. γέγραπται γάρ· ὁ δρασσόμενος τοὺς σοφοὺς ἐν τῇ πανουργίᾳ αὐτῶν. καὶ πάλιν· Κύριος γινώσκει τοὺς διαλογισμοὺς τῶν σοφῶν, ὅτι εἰσὶ μάταιοι.
Αποκ. 13,18 Ὧδε ἡ σοφία ἐστίν· ὁ ἔχων νοῦν ψηφισάτω τὸν ἀριθμὸν τοῦ θηρίου· ἀριθμὸς γὰρ ἀνθρώπου ἐστί· καὶ ὁ ἀριθμὸς αὐτοῦ χξς.
Εκκλ-7,19 Η σοφία βοηθήσει τώ σοφώ υπέρ δέκα εξουσιάζοντας τούς όντας εν τή πόλει.
Εφεσ-5,15-16 Βλέπετε οὖν πῶς ἀκριβῶς περιπατεῖτε, μὴ ὡς ἄσοφοι, ἀλλ᾿ ὡς σοφοί, ἐξαγοραζόμενοι τὸν καιρόν, ὅτι αἱ ἡμέραι πονηραί εἰσι.
Ιακ. 1,5 Εἰ δέ τις ὑμῶν λείπεται σοφίας, αἰτήτω παρὰ τοῦ διδόντος Θεοῦ πᾶσιν ἁπλῶς καὶ οὐκ ὀνειδίζοντος, καὶ δοθήσεται αὐτῷ·
Ιακ. 3,13 Τίς σοφὸς καὶ ἐπιστήμων ἐν ὑμῖν; δειξάτω ἐκ τῆς καλῆς ἀναστροφῆς τὰ ἔργα αὐτοῦ ἐν πραΰτητι σοφίας.
Ιακ. 3,17  ἡ δὲ ἄνωθεν σοφία πρῶτον μὲν ἁγνή ἐστιν, ἔπειτα εἰρηνική, ἐπιεικής, εὐπειθής, μεστὴ ἐλέους καὶ καρπῶν ἀγαθῶν, ἀδιάκριτος καὶ ἀνυπόκριτος.
Κολασ-4,5 Ἐν σοφίᾳ περιπατεῖτε πρὸς τοὺς ἔξω, τὸν καιρὸν ἐξαγοραζόμενοι.
Παρ.1,7       Ἀρχὴ σοφίας φόβος Κυρίου, σύνεσις δὲ ἀγαθὴ πᾶσι τοῖς ποιοῦσι αὐτήν·
Παρ.1,20 Σοφία εν εξόδοις υμνείται, εν δε πλατείαις παρρησίαν άγει.
Παρ.1,29 Εμίσησαν γάρ σοφίαν, τον δε λόγον του Κυρίου ου προείλαντο.
Παρ. 2,2 Υπακούσεται σοφίας το ούς σου, και παραβαλείς καρδίαν σου είς σύνεσιν, παραβαλείς δε αυτήν επί νουθέτησιν τω υιώ σου
Παρ. 2,6-7 Ότι Κύριος δίδωσι σοφίαν, και από προσώπου αυτού γνώσις και σύνεσις και θησαυρίζει τοις κατορθούσι σωτηρίαν, υπερασπιεί την πορείαν αυτών
Παρ. 2,10-12 Εάν γάρ έλθη η σοφία είς σήν διάνοιαν, η δε αίσθησις τη ση ψυχή καλή είναι δόξη, βουλή καλή φυλάξει σε, έννοια δε οσία τηρήσει σε, ίνα ρύσηταί σε από οδού κακής...
Παρ. 3,5      Ἴσθι πεποιθὼς ἐν ὅλῃ τῇ καρδίᾳ ἐπὶ Θεῷ ἐπὶ δὲ σῇ σοφίᾳ μὴ ἐπαίρου·
Παρ-3,13-15 Μακάριος ἄνθρωπος ὃς εὗρε σοφίαν καὶ θνητὸς ὃς εἶδε φρόνησιν· κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι ἢ χρυσίου καὶ ἀργυρίου θησαυρούς. τιμιωτέρα δέ ἐστι λίθων πολυτελῶν, οὐκ ἀντιτάξεται αὐτῇ οὐδὲν πονηρόν· εὔγνωστός ἐστι πᾶσι τοῖς ἐγγίζουσιν αὐτῇ, πᾶν δὲ τίμιον οὐκ ἄξιον αὐτῆς ἐστι. 
Παρ-8,11 Κρείσσων γὰρ σοφία λίθων πολυτελῶν, πᾶν δὲ τίμιον οὐκ ἄξιον αὐτῆς ἐστιν.
Παρ-9,9 Δίδου σοφώ αφορμήν και σοφώτερος έσται, γνώριζε δίκαιω και προσθήσει του δέχεσθαι.
Παρ-9,10 Αρχή σοφίας φόβος Κυρίου, και βουλή αγίων σύνεσις, το δε γνώναι νόμον διανοίας εστίν αγαθής.
Παρ-9,12 Υἱέ, ἐὰν σοφὸς γένῃ σεαυτῷ, σοφὸς ἔση καὶ τοῖς πλησίον· ἐὰν δὲ κακὸς ἀποβῇς, μόνος ἂν ἀντλήσεις κακά.
Παρ-10,13ς ἐκ χειλέων προφέρει σοφίαν, ῥάβδῳ τύπτει ἄνδρα ἀκάρδιον.
Παρ-10,14 Σοφοί κρύψουσιν αίσθησιν, στόμα δέ προπέτους εγγίζει συντριβή.
Παρ-13,20 Ο συμπορευόμενος σοφοίς σοφός έσται, ο δε συμπορευόμενος άφροσι γνωσθήσεται.
Παρ. 24,3 Μετά σοφίας οικοδομείται οίκος και μετά συνέσεως ανορθούται.
Παρ. 29,3 Ἀνδρός φιλούντος σοφίαν ευφραίνεται πατήρ αυτού.
Πραξ. 6,10 ... συζητοῦντες τῷ Στεφάνῳ, καὶ οὐκ ἴσχυον ἀντιστῆναι τῇ σοφίᾳ καὶ τῷ πνεύματι ᾧ ἐλάλει.
Πραξ. 7,10 καὶ ἦν ὁ Θεὸς μετ᾿ αὐτοῦ, καὶ ἐξείλετο αὐτὸν ἐκ πασῶν τῶν θλίψεων αὐτοῦ, καὶ ἔδωκεν αὐτῷ χάριν καὶ σοφίαν ἐναντίον Φαραὼ βασιλέως Αἰγύπτου, καὶ κατέστησεν αὐτὸν ἡγούμενον ἐπ᾿ Αἴγυπτον καὶ ὅλον τὸν οἶκον αὐτοῦ.
Πραξ. 7,22 καὶ ἐπαιδεύθη Μωϋσῆς πάσῃ σοφίᾳ Αἰγυπτίων, ἦν δὲ δυνατὸς ἐν λόγοις καὶ ἐν ἔργοις.
Ρωμ. 16,19 χαίρω οὖν τὸ ἐφ᾿ ὑμῖν· θέλω δὲ ὑμᾶς σοφοὺς μὲν εἶναι εἰς τὸ ἀγαθόν, ἀκεραίους δὲ εἰς τὸ κακόν.
Σειρ-1,26 Επεθύμησας σοφίαν διατήρησον εντολάς, και Κύριος χορηγήσει σοι αυτήν.
Σειρ-18,19 Πρίν ή λαλήσαι μάνθανε, και προ αρρώστιας θεραπεύου.
Σειρ-20,30 Σοφία κεκρυμμένη και θησαυρός αφανής τις ωφέλεια εν αμφοτέροις;
Σειρ-20,31 Κρείσσων άνθρωπος αποκρύπτων την μωρίαν αυτού ή άνθρωπος αποκρύπτων την σοφία αυτού.
Σειρ. 21,16 Ἐξήγησις μωροῦ ὡς ἐν ὁδῷ φορτίον, ἐπὶ δὲ χείλους συνετοῦ εὑρεθήσεται χάρις.
Σειρ. 21,17 Στόμα φρονίμου ζητηθήσεται ἐν ἐκκλησίᾳ, καὶ τοὺς λόγους αὐτοῦ διανοηθήσονται ἐν καρδίᾳ.
Σειρ-37,22 Ἐστι σοφός τη ιδία ψυχή, και οι καρποί της συνέσεως αυτού επί στόματος πιστοί.
Σειρ-37,23 Ἀνήρ σοφός τον εαυτού λαόν παιδεύσει, και οι καρποί της συνέσεως αυτού πιστοί.
Σειρ-37,24 Ἀνήρ σοφός πλησθήσεται ευλογίας, και μακαριούσιν αυτόν πάντες οι ορώντες.
Σειρ-37,26 Ὁ σοφός ἐν τῷ λαῷ αυτού κληρονομήσει πίστιν, και το όνομα αυτού ζήσεται εις τον αιώνα.
Σειρ-43,33 Πάντα γάρ εποίησεν ο Κύριος, και τοίς ευσεβέσιν έδωκε σοφίαν.
Σοφ.Σολ.1,4 Εἰς κακότεχνον ψυχὴν οὐκ εἰσελεύσεται σοφία, οὐδὲ κατοικήσει ἐν σώματι κατάχρεω ἁμαρτίας·
Σοφ.Σολ. 6,24 Πλήθος δε σοφών σωτηρία κόσμου, και βασιλεύς φρόνιμος ευστάθεια δήμου.
Σοφ.Σολ. 7,28 Οὐδὲν γὰρ ἀγαπᾷ ὁ Θεὸς εἰ μὴ τὸν σοφία συνοικούντα.
ΠΕΡΙ ΣΟΦΙΑΣ ΘΕΟΥ
Α Κορ-1,25 Ότι το μωρόν του Θεού σοφώτερον των ανθρώπων εστί, και το ασθενές του Θεού ισχυρότερον των ανθρώπων εστί.
Εφ. 3,10 ἵνα γνωρισθῇ νῦν ταῖς ἀρχαῖς καὶ ταῖς ἐξουσίαις ἐν τοῖς ἐπουρανίοις διὰ τῆς ἐκκλησίας ἡ πολυποίκιλος σοφία τοῦ Θεοῦ,
Κολ. 2,3 ἐν ᾧ εἰσι πάντες οἱ θησαυροὶ τῆς σοφίας καὶ τῆς γνώσεως ἀπόκρυφοι.
Λουκ. 2,40 Τὸ δὲ παιδίον ηὔξανε καὶ ἐκραταιοῦτο πνεύματι πληρούμενον σοφίας, καὶ χάρις Θεοῦ ἦν ἐπ᾿ αὐτό.
Λουκ. 2,52 Καὶ Ἰησοῦς προέκοπτε σοφίᾳ καὶ ἡλικίᾳ καὶ χάριτι παρὰ Θεῷ καὶ ἀνθρώποις.
Λουκ. 21,15 ἐγὼ γὰρ δώσω ὑμῖν στόμα καὶ σοφίαν, ᾗ οὐ δυνήσονται ἀντειπεῖν οὐδὲ ἀντιστῆναι πάντες οἱ ἀντικείμενοι ὑμῖν.
Ματθ. 13,54 καὶ ἐλθὼν εἰς τὴν πατρίδα αὐτοῦ ἐδίδασκεν αὐτοὺς ἐν τῇ συναγωγῇ αὐτῶν, ὥστε ἐκπλήττεσθαι αὐτοὺς καὶ λέγειν· πόθεν τούτῳ ἡ σοφία αὕτη καὶ αἱ δυνάμεις;
Παρ-3,19 Ὁ Θεὸς τῇ σοφίᾳ ἐθεμελίωσε τὴν γῆν, ἡτοίμασε δὲ οὐρανοὺς φρονήσει·
Ρωμ. 11,33 Ὦ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως Θεοῦ! ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ!
Ψαλμ.103,24 Ὠς ἐμεγαλύνθη τα έργα σου, Κύριε· πάντα εν σοφία εποίησας, επληρώθη η γη της κτίσεώς σου.
ΠΕΡΙ ΣΠΕΙΡΟΝΤΩΝ ΚΑΙ ΘΕΡΙΖΟΝΤΩΝ
Α Κορ. 9,11 Εἰ ἡμεῖς ὑμῖν τὰ πνευματικὰ ἐσπείραμεν, μέγα εἰ ἡμεῖς ὑμῶν τὰ σαρκικὰ θερίσομεν;
Αποκ. 14,15 Καὶ ἄλλος ἄγγελος ἐξῆλθεν ἐκ τοῦ ναοῦ, κράζων ἐν φωνῇ μεγάλῃ τῷ καθημένῳ ἐπὶ τῆς νεφέλης· πέμψον τὸ δρέπανόν σου καὶ θέρισον, ὅτι ἦλθεν ἡ ὥρα τοῦ θερίσαι, ὅτι ἐξηράνθη ὁ θερισμὸς τῆς γῆς.
Αποκ. 14,16 καὶ ἔβαλεν ὁ καθήμενος ἐπὶ τὴν νεφέλην τὸ δρέπανον αὐτοῦ ἐπὶ τὴν γῆν, καὶ ἐθερίσθη ἡ γῆ.
Β Κορ. 9,6 Τοῦτο δέ, ὁ σπείρων φειδομένως φειδομένως καὶ θερίσει, καὶ ὁ σπείρων ἐπ᾿ εὐλογίαις ἐπ᾿ εὐλογίαις καὶ θερίσει.
Γαλ. 6,7 Μὴ πλανᾶσθε, Θεὸς οὐ μυκτηρίζεται· ὃ γὰρ ἐὰν σπείρῃ ἄνθρωπος, τοῦτο καὶ θερίσει·
Γαλ. 6,8-9 ὅτι ὁ σπείρων εἰς τὴν σάρκα ἑαυτοῦ ἐκ τῆς σαρκὸς θερίσει φθοράν, ὁ δὲ σπείρων εἰς τὸ πνεῦμα ἐκ τοῦ πνεύματος θερίσει ζωὴν αἰώνιον. τὸ δὲ καλὸν ποιοῦντες μὴ ἐκκακῶμεν· καιρῷ γὰρ ἰδίῳ θερίσομεν μὴ ἐκλυόμενοι.
Ιω. 4,35 οὐχ ὑμεῖς λέγετε ὅτι ἔτι τετράμηνός ἐστι καὶ ὁ θερισμὸς ἔρχεται; ἰδοὺ λέγω ὑμῖν, ἐπάρατε τοὺς ὀφθαλμοὺς ὑμῶν καὶ θεάσασθε τὰς χώρας, ὅτι λευκαί εἰσι πρὸς θερισμὸν ἤδη.
Ιω. 4,36 καὶ ὁ θερίζων μισθὸν λαμβάνει καὶ συνάγει καρπὸν εἰς ζωὴν αἰώνιον, ἵνα καὶ ὁ σπείρων ὁμοῦ χαίρῃ καὶ ὁ θερίζων.
Ιω. 4,37 ἐν γὰρ τούτῳ ὁ λόγος ἐστὶν ὁ ἀληθινός, ὅτι ἄλλος ἐστὶν ὁ σπείρων καὶ ἄλλος ὁ θερίζων.
Ιω. 4,38 ἐγὼ ἀπέστειλα ὑμᾶς θερίζειν ὃ οὐχ ὑμεῖς κεκοπιάκατε· ἄλλοι κεκοπιάκασι, καὶ ὑμεῖς εἰς τὸν κόπον αὐτῶν εἰσεληλύθατε.
Λουκ. 10,2 ἔλεγεν οὖν πρὸς αὐτούς· ὁ μὲν θερισμὸς πολύς, οἱ δὲ ἐργάται ὀλίγοι· δεήθητε οὖν τοῦ κυρίου τοῦ θερισμοῦ ὅπως ἐκβάλῃ ἐργάτας εἰς τὸν θερισμὸν αὐτοῦ.
Λουκ. 12,24 κατανοήσατε τοὺς κόρακας, ὅτι οὐ σπείρουσιν οὐδὲ θερίζουσιν, οἷς οὐκ ἔστι ταμεῖον οὐδὲ ἀποθήκη, καὶ ὁ Θεὸς τρέφει αὐτούς· πόσῳ μᾶλλον ὑμεῖς διαφέρετε τῶν πετεινῶν;
Ματθ. 6 ,26 ἐμβλέψατε εἰς τὰ πετεινὰ τοῦ οὐρανοῦ, ὅτι οὐ σπείρουσιν οὐδὲ θερίζουσιν οὐδὲ συνάγουσιν εἰς ἀποθήκας καὶ ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος τρέφει αὐτά· οὐχ ὑμεῖς μᾶλλον διαφέρετε αὐτῶν;
Ματθ. 13,30 ἄφετε συναυξάνεσθαι ἀμφότερα μέχρι τοῦ θερισμοῦ, καὶ ἐν καιρῷ τοῦ θερισμοῦ ἐρῶ τοῖς θερισταῖς· συλλέξατε πρῶτον τὰ ζιζάνια καὶ δήσατε αὐτὰ εἰς δέσμας πρὸς τὸ κατακαῦσαι αὐτά, τὸν δὲ σῖτον συναγάγετε εἰς τὴν ἀποθήκην μου.
Ματθ.13,39 ὁ δὲ ἐχθρὸς ὁ σπείρας αὐτά ἐστιν ὁ διάβολος· ὁ δὲ θερισμὸς συντέλεια τοῦ αἰῶνός ἐστιν· οἱ δὲ θερισταὶ ἄγγελοί εἰσιν.
Ματθ. 25,24-25 προσελθὼν δὲ καὶ ὁ τὸ ἓν τάλαντον εἰληφὼς εἶπε· κύριε· ἔγνων σε ὅτι σκληρὸς εἶ ἄνθρωπος, θερίζων ὅπου οὐκ ἔσπειρας καὶ συνάγων ὅθεν οὐ διεσκόρπισας· καὶ φοβηθεὶς ἀπελθὼν ἔκρυψα τὸ τάλαντόν σου ἐν τῇ γῇ· ἴδε ἔχεις τὸ σόν.
Ματθ. 25,26-27 ἀποκριθεὶς δὲ ὁ κύριος αὐτοῦ εἶπεν αὐτῷ· πονηρὲ δοῦλε καὶ ὀκνηρέ! ᾔδεις ὅτι θερίζω ὅπου οὐκ ἔσπειρα καὶ συνάγω ὅθεν οὐ διεσκόρπισα! ἔδει οὖν σε βαλεῖν τὸ ἀργύριόν μου τοῖς τραπεζίταις, καὶ ἐλθὼν ἐγὼ ἐκομισάμην ἂν τὸ ἐμὸν σὺν τόκῳ.
ΠEΡΙ ΣΤΑΥΡΟΥ
Α Κορ.1,17 οὐ γὰρ ἀπέστειλέ με Χριστὸς βαπτίζειν, ἀλλ᾿ εὐαγγελίζεσθαι, οὐκ ἐν σοφίᾳ λόγου, ἵνα μὴ κενωθῇ ὁ σταυρὸς τοῦ Χριστοῦ.
Α Κορ.1,18 Ὁ λόγος γὰρ ὁ τοῦ σταυροῦ τοῖς μὲν ἀπολλυμένοις μωρία ἐστί, τοῖς δὲ σῳζομένοις ἡμῖν δύναμις Θεοῦ ἐστι.
Γαλ. 5,11 ἐγὼ δέ, ἀδελφοί, εἰ περιτομὴν ἔτι κηρύσσω, τί ἔτι διώκομαι; ἄρα κατήργηται τὸ σκάνδαλον τοῦ σταυροῦ.
Γαλ. 6,14 ἐμοὶ δὲ μὴ γένοιτο καυχᾶσθαι εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι᾿ οὗ ἐμοὶ κόσμος ἐσταύρωται κἀγὼ τῷ κόσμῳ.
Εβρ. 12,2 ἀφορῶντες εἰς τὸν τῆς πίστεως ἀρχηγὸν καὶ τελειωτὴν Ἰησοῦν, ὃς ἀντὶ τῆς προκειμένης αὐτῷ χαρᾶς ὑπέμεινε σταυρόν, αἰσχύνης καταφρονήσας, ἐν δεξιᾷ τε τοῦ θρόνου τοῦ Θεοῦ κεκάθικεν.
Εφ. 2,16  καὶ ἀποκαταλλάξῃ τοὺς ἀμφοτέρους ἐν ἑνὶ σώματι τῷ Θεῷ διὰ τοῦ σταυροῦ, ἀποκτείνας τὴν ἔχθραν ἐν αὐτῷ·
Κολ. 1,20 καὶ δι᾿ αὐτοῦ ἀποκαταλλάξαι τὰ πάντα εἰς αὐτόν, εἰρηνοποιήσας διὰ τοῦ αἵματος τοῦ σταυροῦ αὐτοῦ, δι᾿ αὐτοῦ εἴτε τὰ ἐπὶ τῆς γῆς εἴτε τὰ ἐν τοῖς οὐρανοῖς.
Κολ. 2,14 ἐξαλείψας τὸ καθ᾿ ἡμῶν χειρόγραφον τοῖς δόγμασιν ὃ ἦν ὑπεναντίον ἡμῖν, καὶ αὐτὸ ἦρεν ἐκ τοῦ μέσου προσηλώσας αὐτὸ τῷ σταυρῷ·
Λουκ. 14,27 καὶ ὅστις οὐ βαστάζει τὸν σταυρὸν ἑαυτοῦ καὶ ἔρχεται ὀπίσω μου, οὐ δύναται εἶναί μου μαθητής.
Μαρκ. 10,21 ὁ δὲ Ἰησοῦς ἐμβλέψας αὐτῷ ἠγάπησεν αὐτὸν καὶ εἶπεν αὐτῷ· ἕν σε ὑστερεῖ· εἰ θέλεις τέλειος εἶναι, ὕπαγε, ὅσα ἔχεις πώλησον καὶ δὸς πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανῷ, καὶ δεῦρο ἀκολούθει μοι, ἄρας τὸν σταυρόν σου.
Ματθ. 10,38 καὶ ὃς οὐ λαμβάνει τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθεῖ ὀπίσω μου, οὐκ ἔστι μου ἄξιος.
Ματθ. 16,24 Τότε ὁ Ἰησοῦς εἶπε τοῖς μαθηταῖς αὐτοῦ· εἴ τις θέλει ὀπίσω μου ἐλθεῖν, ἀπαρνησάσθω ἑαυτὸν καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθείτω μοι.
Φιλιπ. 2,8 καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος ἐταπείνωσεν ἑαυτὸν γενόμενος ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ.
Φιλιπ. 3,18 πολλοὶ γὰρ περιπατοῦσιν, -οὓς πολλάκις ἔλεγον ὑμῖν, νῦν δὲ καὶ κλαίων λέγω, τοὺς ἐχθροὺς τοῦ σταυροῦ τοῦ Χριστοῦ,
ΠEΡΙ ΣΤΕΦΑΝΩΝ
Α Θεσ. 2,19 τίς γὰρ ἡμῶν ἐλπὶς ἢ χαρὰ ἢ στέφανος καυχήσεως ἢ οὐχὶ καὶ ὑμεῖς ἔμπροσθεν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐν τῇ αὐτοῦ παρουσίᾳ;
Α Κορ. 9,25 πᾶς δὲ ὁ ἀγωνιζόμενος πάντα ἐγκρατεύεται, ἐκεῖνοι μὲν οὖν ἵνα φθαρτὸν στέφανον λάβωσιν, ἡμεῖς δὲ ἄφθαρτον.
Α Πετρ. 5,4 καὶ φανερωθέντος τοῦ Ἀρχιποίμενος κομιεῖσθε τὸν ἀμαράντινον τῆς δόξης στέφανον.
Αποκ. 2,10 μηδὲν φοβοῦ ἃ μέλλεις παθεῖν. ἰδοὺ δὴ μέλλει βαλεῖν ὁ διάβολος ἐξ ὑμῶν εἰς φυλακὴν ἵνα πειρασθῆτε, καὶ ἕξετε θλῖψιν ἡμέρας δέκα. γίνου πιστὸς ἄχρι θανάτου, καὶ δώσω σοι τὸν στέφανον τῆς ζωῆς.
Αποκ. 3,11 ἔρχομαι ταχύ· κράτει ὃ ἔχεις, ἵνα μηδεὶς λάβῃ τὸν στέφανόν σου.
Αποκ. 4,4 καὶ κυκλόθεν τοῦ θρόνου θρόνοι εἴκοσι τέσσαρες, καὶ ἐπὶ τοὺς θρόνους τοὺς εἴκοσι τέσσαρας πρεσβυτέρους καθημένους, περιβεβλημένους ἐν ἱματίοις λευκοῖς, καὶ ἐπὶ τὰς κεφαλὰς αὐτῶν στεφάνους χρυσοῦς.
Αποκ. 6,2 καὶ εἶδον, καὶ ἰδοὺ ἵππος λευκός, καὶ ὁ καθήμενος ἐπ᾿ αὐτὸν ἔχων τόξον· καὶ ἐδόθη αὐτῷ στέφανος, καὶ ἐξῆλθε νικῶν καὶ ἵνα νικήσῃ.
Αποκ. 12,1 Καὶ σημεῖον μέγα ὤφθη ἐν τῷ οὐρανῷ, γυνὴ περιβεβλημένη τὸν ἥλιον, καὶ ἡ σελήνη ὑποκάτω τῶν ποδῶν αὐτῆς, καὶ ἐπὶ τῆς κεφαλῆς αὐτῆς στέφανος ἀστέρων δώδεκα,
Αποκ. 14,14 Καὶ εἶδον, καὶ ἰδοὺ νεφέλη λευκή, καὶ ἐπὶ τὴν νεφέλην καθήμενος ὅμοιος υἱῷ ἀνθρώπου, ἔχων ἐπὶ τῆς κεφαλῆς αὐτοῦ στέφανον χρυσοῦν καὶ ἐν τῇ χειρὶ αὐτοῦ δρέπανον ὀξύ.
Β Τιμ. 4,8 λοιπὸν ἀπόκειταί μοι ὁ τῆς δικαιοσύνης στέφανος, ὃν ἀποδώσει μοι ὁ Κύριος ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, ὁ δίκαιος κριτής, οὐ μόνον δὲ ἐμοί, ἀλλὰ καὶ πᾶσι τοῖς ἠγαπηκόσι τὴν ἐπιφάνειαν αὐτοῦ.
Ιακ. 1,12  Μακάριος ἀνὴρ ὃς ὑπομένει πειρασμόν· ὅτι δόκιμος γενόμενος λήψεται τὸν στέφανον τῆς ζωῆς, ὃν ἐπηγγείλατο ὁ Κύριος τοῖς ἀγαπῶσιν αὐτόν.
Φιλιπ. 4,1 Ὥστε, ἀδελφοί μου ἀγαπητοὶ καὶ ἐπιπόθητοι, χαρὰ καὶ στέφανός μου, οὕτω στήκετε ἐν Κυρίῳ, ἀγαπητοί.
ΠEΡΙ ΣΥΓΧΩΡΗΣΕΩΣ
Λουκ-7,47 Ού χάριν λέγω σοι, αφέωνται αι αμαρτίαι αυτής αι πολλαί, ότι ηγάπησε πολύ· ώ δε ολίγον αφίεται, ολίγον αγαπά.
Ματθ. 6,14. «Ἐὰν ἀφῆτε τοῖς ἀνθρώποις τὰ παραπτώματα αὐτῶν, ἀφήσει καὶ ὑμῖν ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος».
Ματθ-18,21 Τότε προσελθών αυτώ ο Πέτρος είπε Κύριε, ποσάκις αμαρτήσει ειίς με ο αδέλφος μου και αφήσω αυτώ; έως επτάκις;
Ματθ-18,22 Λέγει αυτώ ο Ιησούς ου λέγω σοι έως επτάκις αλλ' έως εβδομηκοντάκις επτά.
Ματθ-18,32 Δούλε πονηρέ, πάσαν την οφειλήν εκείνην αφηκά σοι, επεί παρακαλεσάς με.Ούκ έδει και σε ελεήσαι τον σύνδουλόν σου, ως και εγώ σε ηλέησα;
Ματθ-18,34 Και οργισθείς ο κύριος αυτού παρέδωκεν αυτόν τοις βασανισταίς εως ου αποδώ παν τω οφειλόμενον αυτώ.
Ματθ-18,35 Ούτω και ο πατήρ μου ο επουράνιος ποιήσει υμίν, ένα μη αφήτε έκαστος τω αδελφώ αυτού από των καρδιών υμών τα παραπτώματα αυτών.
Σειρ. 28,2. «Ἄφες ἀδίκημα τῷ πλησίον σου, καὶ τότε δεηθέντος σου αἱ ἁμαρτίαι σου λυθήσονται».
Ψαλμ-24,18 Ίδε την ταπείνωσίν μου και τον κόπον μου και άφες πάσας τας αμαρτίας μου.
ΠΕΡΙ ΣΥΚΟΦΑΝΤΙΑΣ
Β Κορ-13,1 Επι στόματος δυο μαρτύρων και τριών σταθήσεται παν ρήμα.
Ἐκκλ. 7,7 Ὅτι η συκοφαντία περιφέρει σοφόν και απόλλυσι την καρδίαν ευτονίας αυτού.
Εξοδ-20,16 Ου ψευδομαρτυρήσεις κατά του πλησιον σου μαρτυρία ψευδή
Ἐξ. 23,1.- «Οὐ συγκαταθήσῃ μετὰ τοῦ ἀδίκου γενέσθαι μάρτυς ἄδικος».
Λευτ-19,11 Ού κλέψετε, ού ψεύσεσθε, ού δε συκοφαντήσει έκαστος τον πλησίον.
Παρ-4,24 Περίελε σεαυτού σκολιόν στόμα και αδίκα χείλη μακράν από σου άπωσαι.
Παρ-12,13 Δι' αμαρτίαν χειλέων εμπίπτει είς παγίδας αμαρτωλός, εκφεύγει δε εξ αυτών δίκαιος.
Παρ-19,5 Μάρτυς ψευδής ουκ ατιμώρητος έσται, ο δε εγκαλών αδίκως ου διαφεύξεται.
Παρ-24,28 Μη ίσθι ψευδής μάρτυς επί σον πολίτην, μηδέ πλατύνου σοίς χείλεσι.
Παρ-25,7 Α είδον οι οφθαλμοί σου λέγε.
Σειρ-18,19 Πρίν ή λαλήσαι μάνθανε, και προ αρρώστιας θεραπεύου.
Σειρ-19,7 Μηδέποτε δευτερώσεις λόγον, και ουθέν σοι ου μη ελαττονωθή.
Σειρ-19,15 Έλεγξον φίλον, πολλάκις γάρ γίνεται διαβολή, και μη παντί λόγω πίστευε.
Σειρ-28,13 Ψίθυρον και δίγλωσσον καταράσασθε, πολλούς γάρ ειρηνεύοντας απώλεσαν.
Σειρ-28,14 Γλώσσα τρίτη πολλούς εσάλευσε και διέστησεν αυτούς από έθνος είς έθνος και πόλεις οχυράς καθείλε και οικίας μεγιστάνων κατέστρεψε.
Ψαλμ.118,122 Έκδεξαι τον δούλο σου είς αγαθόν , μη συκοφαντησάτωσάν με υπερήφανοι.
Ψαλμ.118,134 Λυτρωσέ με από συκοφαντίας ανθρώπων, και φυλάξω τας εντολάς σου.
ΠΕΡΙ ΣΥΜΒΟΥΛΩΝ ΚΑΙ ΔΙΗΓΗΣΕΩΝ
Παρ. 3,1-2 Υἱέ, ἐμῶν νομίμων μὴ ἐπιλανθάνου, τὰ δὲ ῥήματά μου τηρείτω σὴ καρδία· μῆκος γὰρ βίου καὶ ἔτη ζωῆς καὶ εἰρήνην προσθήσουσί σοι.
Παρ. 4,1      Ἀκούσατε, παῖδες, παιδείαν πατρὸς καὶ προσέχετε γνῶναι ἔννοιαν·
Παρ. 4,10 Ἄκουε, υἱέ, καὶ δέξαι ἐμοὺς λόγους, καὶ πληθυνθήσεται ἔτη ζωῆς σου, ἵνα σοι γένωνται πολλαὶ ὁδοὶ βίου·
Παρ. 23,9.- «Εἰς ὦτα ἄφρονος μηδὲν λέγε, μήποτε μυκτηρίσῃ συνετοὺς λόγους σου».
Σειρ. 6,34 Ἐν πλήθει πρεσβυτέρων στήθι, και τις σοφός, αυτω προσκολλήθητι. Πάσαν διήγησιν θείαν θέλε ακροάσθαι, και παροιμίαι συνέσεως μη εκφευγέτωσάν σε.
Σειρ.8,8 Μὴ παρίδης διήγημα σοφών, και εν ταις παροιμίαις αυτών ἀναστρέφου· ότι παρ’ αυτών μαθήση παιδείαν και λειτουργήσαι μεγιστάσι.
Σειρ. 8,9 Μὴ ἀστόχει διηγήματος γερόντων, και γαρ αυτοί έμαθον παρά των πατέρων αυτών· ότι παρ’ αυτών μαθήσει σύνεσιν και εν καιρω χρείας δούναι απόκρισιν.
Σειρ. 8,17 Μετά μωρού μη συμβουλεύου, ου γαρ δυνήσεται λόγον στέξαι.
Σειρ. 9,14 Κατά την ισχύν σου στόχασαι τους πλησίον και μετά σοφών συμβουλεύου.
Σειρ. 9,15 Και μετά συνετών έστω ο διαλογισμός σου και πάσα διήγησίς σου εν νόμω Υψίστου.
Σειρ. 20,20 Ἀπὸ στόματος μωρού αποδοκιμασθήσεται παραβολή, ου γαρ μη είπη αυτήν εν καιρω αυτής.
Σειρ-22,8 Διηγούμενος νυστάζοντι ὁ διηγούμενος μωρῷ, καὶ ἐπὶ συντελείᾳ ἐρεῖ, τί ἐστιν;
Σειρ. 25,9 Μακάριος ὃς εὔρε φρόνησιν, καὶ ὁ διηγούμενος εἰς ὦτα ἀκουόντων·
Σειρ-27,13 Διήγησις μωρών προσόχθισμα, και ο γέλως αυτών εν σπατάλη αμαρτίας.
Σειρ.-37,7 Πᾶς σύμβουλος ἐξαίρει βουλήν, αλλ’ έστι συμβουλεύων εις εαυτόν.
Σειρ-37,8-9 Από συμβούλου φύλαξον την ψυχή σου και γνώθι πρότερον τις αυτού χρεία· και γάρ αυτός εαυτώ βουλεύσεται μήποτε, βάλη επί σοί κλήρον. και είπη σοι· καλή η οδός σου, και στήσεται εξ εναντίας ιδείν το συμβησόμενόν σοι.
Σειρ-37,10 Μη βουλεύου μετά του υποβλεπομένου σε και από των ζηλούντων σε κρύψον βουλή.
ΠΕΡΙ ΣΥΜΦΕΡΟΝΤΟΣ
Α Κορ. 6,12 Πάντα μοι ἔξεστιν, ἀλλ᾿ οὐ πάντα συμφέρει· πάντα μοι ἔξεστιν, ἀλλ᾿ οὐκ ἐγὼ ἐξουσιασθήσομαι ὑπό τινος.
Α Κορ. 7,35 τοῦτο δὲ πρὸς τὸ ὑμῶν αὐτῶν συμφέρον λέγω, οὐχ ἵνα βρόχον ὑμῖν ἐπιβάλω, ἀλλὰ πρὸς τὸ εὔσχημον καὶ εὐπάρεδρον τῷ Κυρίῳ ἀπερισπάστως.
Α Κορ. 10,23 Πάντα μοι ἔξεστιν, ἀλλ᾿ οὐ πάντα συμφέρει. πάντα μοι ἔξεστιν, ἀλλ᾿ οὐ πάντα οἰκοδομεῖ.
Α Κορ. 12,7 Ἑκάστῳ δὲ δίδοται ἡ φανέρωσις τοῦ Πνεύματος πρὸς τὸ συμφέρον.
Β Κορ. 8,10 καὶ γνώμην ἐν τούτῳ δίδωμι· τοῦτο γὰρ ὑμῖν συμφέρει, οἵτινες οὐ μόνον τὸ ποιῆσαι, ἀλλὰ καὶ τὸ θέλειν προενήρξασθε ἀπὸ πέρυσι·
Β Κορ. 12,1 Καυχᾶσθαι δὴ οὐ συμφέρει μοι· ἐλεύσομαι γὰρ εἰς ὀπτασίας καὶ ἀποκαλύψεις Κυρίου.
Εβρ. 12,10 οἱ μὲν γὰρ πρὸς ὀλίγας ἡμέρας κατὰ τὸ δοκοῦν αὐτοῖς ἐπαίδευον, ὁ δὲ ἐπὶ τὸ συμφέρον, εἰς τὸ μεταλαβεῖν τῆς ἁγιότητος αὐτοῦ.
Ιω. 11,50 οὐδὲ διαλογίζεσθε ὅτι συμφέρει ἡμῖν ἵνα εἷς ἄνθρωπος ἀποθάνῃ ὑπὲρ τοῦ λαοῦ καὶ μὴ ὅλον τὸ ἔθνος ἀπόληται.
Ιω. 16,7       ἀλλ᾿ ἐγὼ τὴν ἀλήθειαν λέγω ὑμῖν· συμφέρει ὑμῖν ἵνα ἐγὼ ἀπέλθω. ἐὰν γὰρ ἐγὼ μὴ ἀπέλθω, ὁ παράκλητος οὐκ ἐλεύσεται πρὸς ὑμᾶς· ἐὰν δὲ πορευθῶ, πέμψω αὐτὸν πρὸς ὑμᾶς·
Ιω. 18,14 ἦν δὲ Καϊάφας ὁ συμβουλεύσας τοῖς Ἰουδαίοις ὅτι συμφέρει ἕνα ἄνθρωπον ἀπολέσθαι ὑπὲρ τοῦ λαοῦ.
Ματθ. 5,29 εἰ δὲ ὁ ὀφθαλμός σου ὁ δεξιὸς σκανδαλίζει σε, ἔξελε αὐτὸν καὶ βάλε ἀπὸ σοῦ· συμφέρει γάρ σοι ἵνα ἀπόληται ἓν τῶν μελῶν σου καὶ μὴ ὅλον τὸ σῶμα σου βληθῇ εἰς γέενναν.
Ματθ. 18,6 ὃς δ᾿ ἂν σκανδαλίσῃ ἕνα τῶν μικρῶν τούτων τῶν πιστευόντων εἰς ἐμέ, συμφέρει αὐτῷ ἵνα κρεμασθῇ μύλος ὀνικὸς εἰς τὸν τράχηλον αὐτοῦ καὶ καταποντισθῇ ἐν τῷ πελάγει τῆς θαλάσσης.
Ματθ. 19,10 λέγουσιν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ· εἰ οὕτως ἐστὶν ἡ αἰτία τοῦ ἀνθρώπου μετὰ τῆς γυναικός, οὐ συμφέρει γαμῆσαι.
Πραξ. 20,20 ὡς οὐδὲν ὑπεστειλάμην τῶν συμφερόντων τοῦ μὴ ἀναγγεῖλαι ὑμῖν καὶ διδάξαι ὑμᾶς δημοσίᾳ καὶ κατ᾿ οἴκους,
Σειρ. 37,28 Οὐ γὰρ πάντα πᾶσι συμφέρει, καὶ οὐ πᾶσα ψυχὴ ἐν παντὶ εὐδοκεῖ.
ΠΕΡΙ ΣΥΝΑΛΛΑΓΩΝ ΚΑΙ ΑΓΟΡΑΠΩΛΗΣΙΩΝ
Ἰεζ. 7,12-13 Ὁ κτώμενος μη χαιρέτω, και ο πωλών μη θρηνείτω· διότι ο κτώμενος προς τον πωλούντα ουκέτι μη επιστρέψη.
Παρ-11,1 Ζυγοί δόλιοι βδέλυγμα ενώπιον Κυρίου, στάθμιον δε δίκαιον δεκτόν αυτώ.
Παρ. 25,10α Φύλαξον τας οδούς σου ευσυναλλάκτως.
Σειρ-20,12 Έστιν αγοράζων πολλά ολίγου και αποτίννύων αυτά επταπλάσιον.
Σειρ-26,29 Μόλις εξελείται έμπορος από πλημμελείας, και ού δικαιωσθήσεται κάπηλος από αμαρτίας.
Σειρ. 27,1 Χάριν διαφόρου πολλοί ήμαρτον, και ο ζητών πληθύναι αποστρέψει οφθαλμόν.
Σειρ. 27,2 Ἀναμέσον αρμών λίθων παγήσεται πάσσαλος, και αναμέσον πράσεως και αγορασμού συντριβήσεται αμαρτία.
ΠΕΡΙ ΣΥΝΑΝΑΣΤΡΟΦΩΝ ΚΑΚΩΝ
Α Κορ-15,33 Μη πλανάσθε φθείρουσιν ήθη χρηστά ομιλίαι κακαί.
Α Κορ-5,11 Μη συναναμίγνυσθαι εάν τις αδελφος ονομαζόμενος ή πόρνος ή πλεονέκτης ή ειδωλολάτρης ή λοίδορος ή μέθυσος ή αρπαξ, τω τοιούτο μηδε συνεσθίειν.
Β Θεσ-3,6 Στελλεσθαι υμάς από παντός αδελφού ατάκτως περιπατούντος και μη κατά την παράδοσην ήν παρέλαβον παρ' ημών.
Β Θεσ-3,14 Ει δε τις ουχ υπακούει τω λόγω ημών διά της επιστολής, τούτον σημειούσθε, και μη συναναμίγνυσθε αυτώ, ίνα εντραπή, και μη ως εχθρόν ηγείσθε, αλλά νουθετείτε ως αδελφόν.
Β Κορ-6,14 Μη γίνεσθε ετεροζυγούντες απίστοις, τις γάρ μετοχή δικαιοσύνη και ανομία; Τις δε κοινωνία φωτί προς σκότος;
Β Κορ-6,15 τις δε συμφώνησις Χριστώ προς Βελίαλ; ή τι μερίς πιστώ μετά απίστου; Τις δε συγκατάθεσις ναώ θεού μετά ειδώλων;
Β Κορ-6,17 Διό εξέλθετε εκ μέσου αυτών και αφορισθήτε, λέγει Κύριος, και ακαθάρτου μην άπτεσθε, καγώ εισδέξομαι υμάς
Ἰώβ 28,28 Εἶπε δὲ ἀνθρώπω· ἰδοῦ ἠ θεοσέβειά ἐστι σοφία, τὸ δὲ ἀπέχεσθαι ἀπὸ κακῶν ἐστιν ἐπιστήμη.
Παρ-22,24 Μη ίσθι εταίρος ανδρί θυμώδει, φίλω δε οργίλω μη συναυλίζου, μήποτε μάθης των οδών αυτού και λάβης βρόχους τη σή ψυχή.
Παρ-23,6 Μη συνδειπνεί ανδρί βασκάνω, μηδέ επιθύμει των βρωμάτων αυτού
Ρωμ.16,17 Παρακαλώ δε υμάς, αδελφοί, σκοπείν τους τας διχοστασίας και τα σκάνδαλα παρά την διδαχήν ην υμείς εμάθετε ποιούντας, και εκκλίνατε απ’ αυτών·
Σειρ-6,13 Από των εχθρών σου διαχωρίσθητι και από των φίλων σου πρόσεχε.
Σειρ-8,1 Μη διαμάχου μετά ανθρώπου δυνάστου, μήποτε εμπέσης είς τας χείρας αυτού.
Σειρ-8,3 Μη διαμάχου μετά ανθρώπου γλωσσώδους και μη επιστοιβάσης επί το πύρ αυτού ξύλα.
Σειρ-8,15 Μετά τολμηρού μη πορεύου εν οδώ, ίνα μη βαρύνηται κατά σού . αυτός γάρ κατά το θέλημα αυτού ποιήσει, και τη αφροσύνη αυτού συναπολή.
Σειρ-8,16 Μετά θυμώδους μη ποιήσης μάχην και μη διαπορεύου μετ' αυτού την έρημον . ότι ως ουδέν εν οφθαλμοίς αυτού αίμα, και όπου ουκ έστι βοήθεια, καταβάλει σε.
Σειρ-8,17 Μετά μωρού μη συμβουλεύου, ου γάρ δυνήσεται λόγον στάξαι.
Σειρ-8,19 Παντί ανθρώπω μη έκφαίνε σήν καρδίαν, και μη αναφερέτω σοι χάριν.
Σειρ-9,4 Μετά ψαλλούσης μη ενδελέχιζε, μήποτε αλώς εν τοις επιχειρήμασιν αυτής.
Σειρ-9,5 Παρθένον μη καταμάνθανε, μήποτε σκανδαλισθής εν τοίς επιτιμίοις αυτής.
Σειρ-9,6 Μη δώς πόρνας την ψυχήν σου, ίνα μη απολέσης την κληρονομίαν σου.
Σειρ-9,9 Μετά ύπανδρου γυναικός μη κάθου το σύνολον και μη συμβολοκοπήσης μετ' αυτής εν οίνω, μήποτε εκκλίνη η ψυχή σου επ' αυτήν και τω πνεύματι σου ολισθήσης είς απώλειαν.
Σειρ-9,13 Μακράν άπεχε από ανθρώπου, ός έχει εξουσίαν του φονεύειν, και ου μη υποπτεύσης φόβον θανάτου
Σειρ-11,9 Περί πράγματος, ού ουκ έστι σοι χρεία, μη έριζε και εν κρίσει αμαρτωλών μη συνέδρευε.
Σειρ-11,29 Μη πάντα άνθρωπον εισήγαγε είς τον οίκο σου, πολλά γάρ τα ένεδρα του δολίου.
Σειρ-11,33 Πρόσεχε από κακούργου, πονηρά γάρ τεκταίνει, μήποτε μώμον είς τον αιώνα δώ σοι.
Σειρ-12,10 Μη πιστεύσης τω εχθρώ σου είς τον αιώνα . ως γάρ ο χαλκός ιούται, ούτως η πονηρία αυτού.
Σειρ-13,1 Ο απτόμενος πίσσης μολυνθήσεται, και ο κοινωνών υπερηφάνω ομοιωθήσεται αυτώ.
Σειρ-13,2 Βάρος υπέρ σε μη άρης, και ισχυροτέρω σου και πλουσιωτέρω μη κοινώνει. τι κοινωνήσει χύτρα προς λέβητα; αύτη προσκρούσει, και αύτη συντριβήσεται.
Σειρ-13,17 Τι κοινωνήσει λύκος αμνώ ; Ούτως αμαρτωλός προς ευσεβή.
Σειρ-22,13 Μετά άφρωνος μη πληθύνης λόγον, και προς ασύνετον μη πορεύου . Φύλαξαι επ' αυτού, ίνα μη κόπον έχεις, και ου μη μολυνθής εν τώ εντιναγμώ αυτού
Σειρ-25,16 Συνοικήσαι λεόντι και δράκοντι ευδοκήσω ή ενοικήσαι μετά γυναικός πονηράς.
Σειρ-27,13 Διήγησις μωρών προσόχθισμα, και ο γέλως αυτών εν σπατάλη αμαρτίας.
Σειρ-37,8 Από συμβούλου φύλαξον την ψυχή σου και γνώθι πρότερον τις αυτού χρεία - και γάρ αυτός εαυτώ βουλεύσεται - ,μήποτε βάλη επί σοί κλήρον
Σειρ-37,10 Μη βουλεύου μετά του υποβλεπομένου σε και από των ζηλούντων σε κρύψον βουλή.
Σειρ-41,5 Τέκνα βδελυκτά γίνεται τέκνα αμαρτωλών και συναναστρεφόμενα παροικίας ασεβών.
Ψαλμ.1,1 Μακάριος ανήρ ός ούκ επορεύθη εν βουλή ασεβών και εν οδώ αμαρτωλών ούκ έστη και επι καθέδρα λοιμών ούκ εκάθισεν.
Ψαλμ-25,4 Οὐκ ἐκάθισα μετά συνεδρίου ματαιότητος και μετά παρανομούντων ου μη εισέλθω·
Ψαλμ-25,5 Εμίσησα εκκλησίαν πονηρευομένων και μετά ασεβών ου μη καθίσω.
Ψαλμ-63,3 Ἐσκέπασάς με από συστροφής πονηρευομένων, από πλήθους εργαζομένων αδικίαν.
Ψαλμ-100,5 Υπερηφάνω οφθαλμώ και απλήστω καρδία, τούτω ου συνήσθιον.
ΠΕΡΙ ΣΥΝΑΝΑΣΤΡΟΦΩΝ ΚΑΛΩΝ
Παρ-13,20 Ο συμπορευόμενος σοφοίς σοφός έσται, ο δε συμπορευόμενος άφροσι γνωσθήσεται.
Παρ-18,19 Αδελφός υπο αδελφού βοηθούμενος ως πόλις οχυρά και υψηλή, ισχύει δε ώσπερ τεθεμελιωμένον βασίλειον.
Παρ-23,31 Μη μεθύσκεσθε εν οίνοις, αλλά ομιλείτε ανθρώποις δικαίοις και ομιλείτε εν περιπάτοις .εάν γάρ είς τάς φιάλας και τα ποτήρια δώς τους οφθαλμούς σου, ύστερον περιπατήσεις γυμνότερος υπέρου.
Σειρ-6,34 Εν πλήθει πρεσβυτέρων στήθι, και τις σοφός αυτώ προσκολλήθητι.
Σειρ-6,36 Εάν ίδης συνετόν, όρθιζε προς αυτόν, και βαθμούς θυρών αυτού εκτριβέτω ο πούς σου.
Σειρ-9,14 Κατά την ισχύν σου στόχασαι τους πλησίον και μετά σοφών συμβουλεύου.
Σειρ-9,15 Και μετά συνετών έστω ο διαλογισμός σου και πάσα διήγησίς σου εν νόμω Υψίστου.
Σειρ-9,16 Άνδρες δίκαιοι έστωσαν σύνδειπνοί σου, και εν φόβω Κυρίου έστω το καυχημά σού.
Σειρ-13,15 Πάν ζώον αγαπά το όμοιον αυτώ και πάς άνθρωπος τον πλησίον αυτού
Σειρ-13,16 Πάσα σάρξ κατά γένος συνάγεται, καί τώ ομοίω αυτού προσκολληθήσεται ανήρ.
Σειρ-25,8 Μακάριος ο συνοικών γυναικί συνετή
Σειρ-27,12 Είς μέσον ασυνέτων συντήρησον καιρόν, είς μέσον δε διανοουμένων ενδελέχιζε.
Σειρ-37,12 Αλλ' ή μετά ανδρός ευσεβούς ενδελέχιζε, όν αν επιγνώς συντηρούντα εντολάς, ός εν τη ψυχή αυτού κατά την ψυχή σου, και εάν πταίσης συναλγήσει σοι.
ΠEΡΙ ΣΥΝΕΙΔΗΣΕΩΣ
Α Κορ. 8,7 Ἀλλ᾿ οὐκ ἐν πᾶσιν ἡ γνῶσις· τινὲς δὲ τῇ συνειδήσει τοῦ εἰδώλου ἕως ἄρτι ὡς εἰδωλόθυτον ἐσθίουσι, καὶ ἡ συνείδησις αὐτῶν ἀσθενὴς οὖσα μολύνεται.
Α Κορ. 8,10 ἐὰν γάρ τις ἴδῃ σε, τὸν ἔχοντα γνῶσιν, ἐν εἰδωλείῳ κατακείμενον, οὐχὶ ἡ συνείδησις αὐτοῦ ἀσθενοῦς ὄντος οἰκοδομηθήσεται εἰς τὸ τὰ εἰδωλόθυτα ἐσθίειν;
Α Κορ. 8,12 οὕτω δὲ ἁμαρτάνοντες εἰς τοὺς ἀδελφοὺς καὶ τύπτοντες αὐτῶν τὴν συνείδησιν ἀσθενοῦσαν εἰς Χριστὸν ἁμαρτάνετε.
Α Κορ. 10,25 Πᾶν τὸ ἐν μακέλλῳ πωλούμενον ἐσθίετε μηδὲν ἀνακρίνοντες διὰ τὴν συνείδησιν·
Α Κορ. 10,28-29 ἐὰν δέ τις ὑμῖν εἴπῃ, τοῦτο εἰδωλόθυτόν ἐστι, μὴ ἐσθίετε δι᾿ ἐκεῖνον τὸν μηνύσαντα καὶ τὴν συνείδησιν· τοῦ γὰρ Κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς. συνείδησιν δὲ λέγω οὐχὶ τὴν ἑαυτοῦ, ἀλλὰ τὴν τοῦ ἑτέρου. ἱνατί γὰρ ἡ ἐλευθερία μου κρίνεται ὑπὸ ἄλλης συνειδήσεως;
Α Πετρ. 2,19 τοῦτο γὰρ χάρις, εἰ διὰ συνείδησιν Θεοῦ ὑποφέρει τις λύπας, πάσχων ἀδίκως.
Α Πετρ. 3,16 συνείδησιν ἔχοντες ἀγαθήν, ἵνα ἐν ᾧ καταλαλοῦσιν ὑμῶν ὡς κακοποιῶν, καταισχυνθῶσιν οἱ ἐπηρεάζοντες ὑμῶν τὴν ἀγαθὴν ἐν Χριστῷ ἀναστροφήν.
Α Πετρ. 3,21 ὃ ἀντίτυπον νῦν καὶ ἡμᾶς σῴζει βάπτισμα, οὐ σαρκὸς ἀπόθεσις ῥύπου, ἀλλὰ συνειδήσεως ἀγαθῆς ἐπερώτημα εἰς Θεόν, δι᾿ ἀναστάσεως Ἰησοῦ Χριστοῦ,
Α Τιμ. 1,5 τὸ δὲ τέλος τῆς παραγγελίας ἐστὶν ἀγάπη ἐκ καθαρᾶς καρδίας καὶ συνειδήσεως ἀγαθῆς καὶ πίστεως ἀνυποκρίτου,
Α Τιμ. 1,19 ἔχων πίστιν καὶ ἀγαθὴν συνείδησιν, ἥν τινες ἀπωσάμενοι περὶ τὴν πίστιν ἐναυάγησαν·
Α Τιμ. 3,9 ἔχοντας τὸ μυστήριον τῆς πίστεως ἐν καθαρᾷ συνειδήσει.
Α Τιμ. 4,2 ἐν ὑποκρίσει ψευδολόγων, κεκαυτηριασμένων τὴν ἰδίαν συνείδησιν,
Β Κορ. 1,12 Ἡ γὰρ καύχησις ἡμῶν αὕτη ἐστί, τὸ μαρτύριον τῆς συνειδήσεως ἡμῶν, ὅτι ἐν ἁπλότητι καὶ εἰλικρινείᾳ Θεοῦ, οὐκ ἐν σοφίᾳ σαρκικῇ, ἀλλ᾿ ἐν χάριτι Θεοῦ ἀνεστράφημεν ἐν τῷ κόσμῳ, περισσοτέρως δὲ πρὸς ὑμᾶς.
Β Κορ. 5,11 Εἰδότες οὖν τὸν φόβον τοῦ Κυρίου ἀνθρώπους πείθομεν, Θεῷ δὲ πεφανερώμεθα, ἐλπίζω δὲ καὶ ἐν ταῖς συνειδήσεσιν ὑμῶν πεφανερῶσθαι.
Εβρ. 9,14 πόσῳ μᾶλλον τὸ αἷμα τοῦ Χριστοῦ, ὃς διὰ Πνεύματος αἰωνίου ἑαυτὸν προσήνεγκεν ἄμωμον τῷ Θεῷ, καθαριεῖ τὴν συνείδησιν ὑμῶν ἀπὸ νεκρῶν ἔργων εἰς τὸ λατρεύειν Θεῷ ζῶντι;
Εβρ. 10,2 ἐπεὶ οὐκ ἂν ἐπαύσαντο προσφερόμεναι, διὰ τὸ μηδεμίαν ἔχειν ἔτι συνείδησιν ἁμαρτιῶν τοὺς λατρεύοντας, ἅπαξ κεκαθαρμένους;
Εβρ. 10,22 προσερχώμεθα μετὰ ἀληθινῆς καρδίας ἐν πληροφορίᾳ πίστεως ἐῤῥαντισμένοι τὰς καρδίας ἀπὸ συνειδήσεως πονηρᾶς,
Εβρ. 13,18 Προσεύχεσθε περὶ ἡμῶν· πεποίθαμεν γὰρ ὅτι καλὴν συνείδησιν ἔχομεν, ἐν πᾶσι καλῶς θέλοντες ἀναστρέφεσθαι.
Πραξ. 23,1 Ἀτενίσας δὲ ὁ Παῦλος τῷ συνεδρίῳ εἶπεν· ἄνδρες ἀδελφοί, ἐγὼ πάσῃ συνειδήσει ἀγαθῇ πεπολίτευμαι τῷ Θεῷ ἄχρι ταύτης τῆς ἡμέρας.
Πραξ. 24,16 ἐν τούτῳ δὲ καὶ αὐτὸς ἀσκῶ ἀπρόσκοπτον συνείδησιν ἔχειν πρὸς τὸν Θεὸν καὶ τοὺς ἀνθρώπους διὰ παντός.
Ρωμ. 2,15 οἵτινες ἐνδείκνυνται τὸ ἔργον τοῦ νόμου γραπτὸν ἐν ταῖς καρδίαις αὐτῶν, συμμαρτυρούσης αὐτῶν τῆς συνειδήσεως καὶ μεταξὺ ἀλλήλων τῶν λογισμῶν κατηγορούντων ἢ καὶ ἀπολογουμένων-
Ρωμ. 9,1 Αλήθειαν λέγω ἐν Χριστῷ, οὐ ψεύδομαι, συμμαρτυρούσης μοι τῆς συνειδήσεώς μου ἐν Πνεύματι Ἁγίῳ,
Ρωμ. 13,5 διὸ ἀνάγκη ὑποτάσσεσθαι οὐ μόνον διὰ τὴν ὀργήν, ἀλλὰ καὶ διὰ τὴν συνείδησιν.
Τιτ. 1,15  πάντα μὲν καθαρὰ τοῖς καθαροῖς· τοῖς δὲ μεμιαμμένοις καὶ ἀπίστοις οὐδὲν καθαρόν, ἀλλὰ μεμίανται αὐτῶν καὶ ὁ νοῦς καὶ ἡ συνείδησις.
ΠΕΡΙ ΣΥΝΗΘΕΙΑΣ
Α΄ Κορ.11,16 Εἰ δὲ τὶς δοκεῖ φιλόνεικος εἶναι, ἡμεῖς τοιαύτην συνήθειαν οὐκ ἔχομεν, οὐδὲ αἱ ἐκκλησίαι τοῦ Θεοῦ.
Σειρ. 23,15 Ἄνθρωπος συνεθιζόμενος λόγοις ονειδισμού εν πάσαις ταις ημέραις αυτού ου μη παιδευθή.
Σοφ.Σολ.14,16 Εἶτα ἐν χρόνω κρατυνθέν τὸ ἀσεβὲς ἔθος ὠς νόμος ἐφυλάχθη, καὶ τυράννων ἐπιταγαῖς ἐθρησκεύετο τὰ γλυπτά.
ΠEΡΙ ΣΩΘΕΝΤΩΝ
Εφεσ-2,8 Τη γάρ χάριτί εστε σεσωσμένοι διά της πίστεως . και τούτο ούκ εξ' ημών, Θεού το δώρον, ουκ εξ' έργων, ίνα μη τις καυχήσηται.
Ιεζ-33,14 Και έν τω ειπείν με τω ασεβεί , θανάτω θανατωθήση, και αποστρέψει από τάς αμαρτίας αυτού και ποιήση κρίμα και δικαιοσύνην
Ιεζ-33,15 και ενεχύρασμα αποδώ και άρπαγμα αποτίσει, εν προστάγματι ζωής διαπορεύται του μη ποιήσαι άδικον, ζωή ζήσεται και ού μη αποθάνη.
Ιεζ-33,16 Πάσαι αι αμαρτίαι αυτού, ας ήμαρτεν, ου μη αναμνησθώσιν, ότι κρίμα και δικαιοσύνη εποίησεν, έν αυτοίς ζήσεται.
Ιωαν-3,16 Ούτω γάρ ηγάπησεν ο Θεός τον κόσμον, ώστε τον υιόν αυτού τον μονογενή έδωκεν, ίνα πάς ο πiστεύων είς αυτόν μη απόλυται, αλλ' έχει ζωήν αιώνιον.
Ιωαν-3,17 Ου γάρ απέστειλεν ο Θεός τον υιόν αυτού είς τον κόσμον ίνα κρίνη τον κόσμον, αλλ' ίνα σωθή ο κόσμος δι' αυτού.
Ιωαν-3,18 Ο πιστεύων είς αυτόν ού κρίνεται, ο δε μη πιστεύων ήδη κέκριται, ότι μη πεπίστευκεν είς το όνομα του μονογενούς υιού του Θεού.
Ιωαν-5,24 Αμήν αμήν λέγω υμίν ότι ο τον λόγον μου ακούων και πιστεύων τώ πέμψαντί με έχει ζωήν αιώνιον, και είς κρίσιν ούκ έρχεται, αλλά μεταβέβηκεν εκ του θανάτου είς την ζωήν.
Ιωαν-5,29 Και εκπορεύσονται οι τα αγαθα ποιήσαντες είς ανάστασιν ζωής, οι δε τα φαύλα πράξαντες είς ανάστασιν κρίσεως.
Μαρκ-8,35 Ος γαρ άν θέλει την ψυχή αυτού σώσαι, απολέσει αυτήν. ός δ' αν απολέση την εαυτού ψυχήν ένεκεν εμού και του ευαγγελίου, ούτος σώσει αυτήν.
Μαρκ-16,16 Ο πιστεύσας και βαπτισθείς σωθήσεται, ο δε απιστήσας κατακριθήσεται.
Ματθ-5,19 Ος εάν ούν λύση μίαν των εντολών τούτων των ελαχιστων και διδαξει ούτω τους ανθρωπους, ελαχιστος κληθήσεται έν τη βασιλεια των ουρανών.
Ματθ-5,19 Ος δ' αν ποιήση και διδάξει, ούτος μέγας κληθήσεται εν τη Βασιλεια των ουρανών.
Ματθ-7,14 Τι στενή και τεθλιμένη η οδός η απάγουσα εις την ζωην, και ολίγοι εισιν οι ευρισκοντες αυτην.
Ματθ-7,21 Ου πας ο λέγων μοι, Κυριε Κυριε εισελεύσεται εις την βασιλεια των ούρανων αλλ' ο ποιων το θελήμα του πατρος μου του εν ουρανοίς.
Ματθ-10,22 Και έσεσθε μισούμενοι υπο πάντων διά το ονομά μου . ο δε υπομείνας είς τέλος, ούτος σωθήσεται.
Ματθ-11,12 Η βασιλεία των ουρανων βιάζεται και βιασταί αρπαζουσιν αυτήν.
Ματθ-18,3 Αμήν λέγω υμίν, εάν μη στραφήτε και γένησθε ως τα παιδία, ου μη εισέλθετε εις την βασιλείαν των ουρανών.
Ματθ-20,16 Ούτως έσονται οι έσχατοι πρώτοι και οι πρώτοι έσχατοι πολλοί γαρ εσί κλητοί, ολίγοι δε οι εκλεκτοί.
Πραξ. 2,47 αἰνοῦντες τὸν Θεὸν καὶ ἔχοντες χάριν πρὸς ὅλον τὸν λαόν. ὁ δὲ Κύριος προσετίθει τοὺς σῳζομένους καθ᾿ ἡμέραν τῇ ἐκκλησίᾳ.
Πραξ-16,31 Και προαγαγών αυτούς έξω έφη· κύριοι, τι με δεί ποιείν ίνα σωθώ; Οι δε είπον· πίστευσον επί τον Κύριον Ιησούν Χριστόν, και σωθήση σύ και ο οίκος σου.
Ρωμ-2,13 Ου γαρ οι ακροαταί του νόμου δικαιοι παρα τώ Θεω, αλλ' οί ποιηταί του νομου δικαιωθήσονται.
Ρωμ-10,13 Πάς γάρ ός αν επικαλέσηται το όνομα Κυρίου σωθήσεται
ΠEΡΙ ΣΩΦΡΟΣΥΝΗΣ
Α Πε. 4,7 Πάντων δὲ τὸ τέλος ἤγγικε. σωφρονήσατε οὖν καὶ νήψατε εἰς τὰς προσευχάς·
Α Τιμ. 2,9 ὡσαύτως καὶ τὰς γυναῖκας ἐν καταστολῇ κοσμίῳ, μετὰ αἰδοῦς καὶ σωφροσύνης κοσμεῖν ἑαυτάς, μὴ ἐν πλέγμασιν ἢ χρυσῷ ἢ μαργαρίταις ἢ ἱματισμῷ πολυτελεῖ,
Α Τιμ. 2,15 σωθήσεται δὲ διὰ τῆς τεκνογονίας, ἐὰν μείνωσιν ἐν πίστει καὶ ἀγάπῃ καὶ ἁγιασμῷ μετὰ σωφροσύνης.
Α Τιμ. 3,2 δεῖ οὖν τὸν ἐπίσκοπον ἀνεπίληπτον εἶναι, μιᾶς γυναικὸς ἄνδρα, νηφάλιον, σώφρονα, κόσμιον, φιλόξενον, διδακτικόν,
Ρωμ. 12,3 Λέγω γὰρ διὰ τῆς χάριτος τῆς δοθείσης μοι παντὶ τῷ ὄντι ἐν ὑμῖν, μὴ ὑπερφρονεῖν παρ᾿ ὃ δεῖ φρονεῖν, ἀλλὰ φρονεῖν εἰς τὸ σωφρονεῖν, ἑκάστῳ ὡς ὁ Θεὸς ἐμέρισε μέτρον πίστεως.
Τιτ. 1,7-8 δεῖ γὰρ τὸν ἐπίσκοπον ἀνέγκλητον εἶναι ὡς Θεοῦ οἰκονόμον, μὴ αὐθάδη, μὴ ὀργίλον, μὴ πάροινον, μὴ πλήκτην, μὴ αἰσχροκερδῆ, ἀλλὰ φιλόξενον, φιλάγαθον, σώφρονα, δίκαιον, ὅσιον, ἐγκρατῆ,
Τιτ. 2,2 Πρεσβύτας νηφαλίους εἶναι, σεμνούς, σώφρονας, ὑγιαίνοντας τῇ πίστει, τῇ ἀγάπῃ, τῇ ὑπομονῇ.
Τιτ. 2,3-5 Πρεσβύτιδας ὡσαύτως ἐν καταστήματι ἱεροπρεπεῖς, μὴ διαβόλους, μὴ οἴνῳ πολλῷ δεδουλωμένας, καλοδιδασκάλους, ἵνα σωφρονίζωσι τὰς νέας φιλάνδρους εἶναι, φιλοτέκνους, σώφρονας, ἁγνάς, οἰκουρούς, ἀγαθάς, ὑποτασσομένας τοῖς ἰδίοις ἀνδράσιν, ἵνα μὴ ὁ λόγος τοῦ Θεοῦ βλασφημῆται.
Τιτ. 2,6 Τοὺς νεωτέρους ὡσαύτως παρακάλει σωφρονεῖν,

Δεν υπάρχουν σχόλια: