ΠΕΡΙ ΑΚΕΡΑΙΟΤΗΤΟΣ

ΠΕΡΙ ΑΚΕΡΑΙΟΤΗΤΟΣ
Ἀγ.Νεκτάριος Ἀκεραιότης εἶναι ἁπλότης, ἀκακία καθαρότης ψυχῆς. Ἡ ἀκεραιότης εἶναι ἀρετὴ ὑψίστης ἀξίας ὡς καρπὸς χριστιανικῆς τελειότητος.
Ἀγ.Νεκτάριος. Ὁ ἀκέραιος μελετᾷ ἡμέρας καὶ νυκτὸς τὸ θέλημα τοῦ θεοῦ, τὸ ἀγαθὸν καὶ εὐάρεστον καὶ τέλειον τοῦ ποιήσαι αὐτό· ἐξετάζει αὐτοῦ τὸν βίον καὶ ἀνερευνὰ τὰ βάθη τῆς καρδίας αὐτοῦ.  
Ἀγ.Νεκτάριος Οἱ πόθοι τοῦ ἀκεραίου ἱεροὶ . ἡ ἀγάπη αὐτοῦ ἁγία ἐκτείνεται πρὸς πάντας καὶ οὐδὲν ἰσχύει να ψύξει αὐτὴν . ἐργάζεται τὸ ἀγαθὸν καὶ φιλεῖ τὴν ἀλήθειαν καὶ τὴν δικαιοσύνην. 
Ἀγ.Νεκτάριος Ὁ ἀκέραιος τῇ θείᾳ βοηθείᾳ κατενίκησε τὰ πάθη τῆς ψυχῆς καὶ τοῦ πνεύματος αὐτοῦ καὶ ἐκτήσατω βασιλεύουσαν ἐν τῇ καρδίᾳ αὐτοῦ τὴν εἰρήνην.
Ἀγ.Νεκτάριος. Ὁ ἀκέραιος ἐγένετο εἰκὼν Θεοῦ τηρήσας τὴν ἐντολὴν τοῦ Κυρίου τῇ δοθεῖσαν πρὸς τοὺς μαθητὰς αὐτοῦ ''γίνεσθε οὖν φρόνιμοι ὡς οἱ ὄφεις καὶ ἀκέραιοι ὡς αἱ περιστεραί''.

Δεν υπάρχουν σχόλια: