ΓΝΩΜΙΚΑ ΠΑΡΟΙΜΙΕΣ

ΑΓΙΟΓΡΑΦΙΚΑ ΧΩΡΙΑ Λ

ΠΕΡΙ ΛΟΓΙΣΜΩΝ
ΑΓΙΟΓΡΑΦΙΚΑ ΧΩΡΙΑ Λ
Β Πετρ-2,19 Ω τις ήττηται, τούτω και δεδούλωται.
Β Κορ-3,5 Ουχ ότι ικανοί έσμεν αφ' εαυτών λογίσασθαί τι ως εξ εαυτών, αλλ' η ικανότης ημών εκ του Θεού
Β Κορ-7,1 Ταύτας ούν έχοντες τάς επαγγελίας, αγαπητοί, καθαρίσωμεν εαυτούς από παντός μολυσμού σαρκός και πνεύματος, επιτελούντες αγιοσύνην εν φόβω Θεού.
Β Κορ-10,5 Λογισμούς καθαιρούντες και πάν ύψωμα επαιρόμενον κατά της γνώσεως του Θεού.
Δαν-3,18 Γνωστόν έστω σοι, δίαβολε, ότι ημείς της φωνής σου ούκ ακουσόμεθα και ταις ηδονάς σου ουκέτι λατρεύσομεν.

Εκκλ-7,29 Πλήν ιδέ τούτο εύρον, ό εποίησεν ο θεός σύν τον άνθρωπον ευθή, και αυτοί εζήτησαν λογισμούς πολλούς.
Μακ-Δ-1,30 Ο γάρ λογισμός των μέν αρετών εστιν ηγεμών, των δε παθών αυτοκράτωρ.
Ματθ-5,28 Πας ο βλέπων γυναίκα προς το επιθυμήσαι αυτήν ήδη εμοίχευσεν αυτήν εν τη καρδια αυτου.
Ματθ-23,26 Καθάρισον πρώτον το εντός του ποτηρίου και της παροψίδος, ίνα γένηται και το εκτός αυτών καθαρόν.
Παρ-4,23 Πάση φυλακή τήρει σήν καρδίαν, εκ γάρ τούτων έξοδοι ζωής.
Παρ-15,26 Βδελυγμα Κυριω λογισμος αδικος, αγνών δε ρήσεις σεμναί.
Παρ-19,21 Πολλοί λογισμοί εν καρδία ανδρός, η δε βουλή του Κυρίου είς τον αιώνα μένει.
Σειρ-15,22 Εώς ανταποδώ ανθρώπω κατά τάς πράξεις αυτού και τα έργα των ανθρώπων κατά τα ενθυμήματα αυτών.
Σειρ-27,4 Εν σείσματι κοσκίνου διαμένει κοπριά, ούτως σκύβαλα ανθρώπου εν λογισμώ αυτού.  
Σειρ-27,5 Σκεύη κεραμέως δοκιμάζει κάμινος, και πειρασμός ανθρώπου εν διαλογισμώ αυτού.
Σολομ-1,3 Σκόλιοι γάρ λογισμοί χωρίζουσιν από Θεού, δοκιμαζομένη τε η δύναμις ελέγχει τους άφρονας.
Σολομ-4,12 Ρεμβασμός επιθυμίας μεταλλεύει νούν άκακον.
ΠΕΡΙ ΛΟΓΟΥ ΤΟΥ ΘΕΟΥ
Ψαλμ.11,7 Τὰ λόγια Κυρίου λόγια αγνά, αργύριον πεπυρωμένον, δοκίμιον τη γη κεκαθαρισμένον επταπλασίως.
Ψαλμ. 17,31 Ὁ Θεός μου, άμωμος η οδός αυτού, τα λόγια Κυρίου πεπυρωμένα,
Ψαλμ. 118,103 Ὡς γλυκέα τω λάρυγγί μου τα λόγιά σου, υπέρ μέλι τω στόματί μου.
Ψαλμ.118,162 Ἀγαλλιάσομαι εγώ επί τα λόγιά σου ως ο ευρίσκων σκύλα πολλά.
ΠΕΡΙ ΛΟΓΩΝ & ΕΡΓΩΝ
Α Ιωαν-3,18 Τεκνία μου, μη αγαπώμεν λόγω μηδέ τη γλώσση, αλλ' εν έργω και αληθεία.
Ἠσ. 29,13 Καὶ εἶπε Κύριος· ἐγγίζει μοι ο λαός ούτος εν τω στόματι αυτού και εν τοις χείλεσιν αυτών τιμώσί με, η δε καρδία αυτών πόρρω ἀπέχει ἀπ’ ἐμοῦ· μάτην δε σέβονταί με διδάσκοντες εντάλματα ανθρώπων και διδασκαλίας.
Ιωαν-8,39 Απεκρίθησαν και είπον αυτώ . ο πατήρ ημών Αβραάμ εστι. Λέγει αυτοίς ο Ιησούς εί τέκνα του Αβραάμ ήτε, τά έργα του Αβραάμ ποιήτε.
Ιωαν-14,23 Εάν τις αγαπά με, τον λόγο μου τηρήσει, και ο πατήρ μου αγαπήσει αυτόν, και προς αυτόν ελευσόμεθα και μονήν παρ' αυτώ ποιήσομεν.
Λουκ-6-46 Τι δε με καλείτε, Κύριε Κύριε, και ού ποιείτε ά λέγω;
Ρωμ-2,13 Ου γαρ οι ακροαταί του νόμου δικαιοι παρα τώ Θεω, αλλ' οί ποιηταί του νομου δικαιωθήσονται.
Σοφ. Σειρ.18,17 Οὐκ ἰδοὺ λόγος ὑπὲρ δόμα ἀγαθόν; καὶ ἀμφότερα παρὰ ἀνδρὶ κεχαριτωμένῳ.
Σειρ-37,19 Έστιν ανήρ πανούργος πολλών παιδευτής, και τη ιδία ψυχή άχρηστος εστιν.
Τιτ.1,16 Θεόν ομολογούσιν ειδέναι, τοίς δε έργοις αρνούνται, βδέλυκτοι όντες και απειθείς και πρός πάν έργον αγαθόν αδόκιμοι.
Ψαλμ-77,36-37 Και ηγάπησαν αυτόν εν τώ στόματι αυτών και τη γλώσση αυτών εψεύσαντο αυτώ, η δε καρδία αυτών ουκ ευθεία μετ' αυτού, ουδέ επιστώθησαν εν τη διαθήκη αυτού.
ΠΕΡΙ ΛΥΠΗΣ
Α Θεσ. 4,13 Οὐ θέλομεν δὲ ὑμᾶς ἀγνοεῖν, ἀδελφοί, περὶ τῶν κεκοιμημένων, ἵνα μὴ λυπῆσθε καθὼς καὶ οἱ λοιποὶ οἱ μὴ ἔχοντες
ἐλπίδα.
Α Πετρ. 1,6 ἐν ᾧ ἀγαλλιᾶσθε, ὀλίγον ἄρτι, εἰ δέον ἐστί, λυπηθέντες ἐν ποικίλοις πειρασμοῖς,
Β Κορ. 2,1-3 Ἔκρινα δὲ ἐμαυτῷ τοῦτο, τὸ μὴ πάλιν ἐν λύπῃ ἐλθεῖν πρὸς ὑμᾶς. εἰ γὰρ ἐγὼ λυπῶ ὑμᾶς, καὶ τίς ἐστιν ὁ εὐφραίνων με εἰ μὴ ὁ λυπούμενος ἐξ ἐμοῦ; καὶ ἔγραψα ὑμῖν τοῦτο αὐτό, ἵνα μὴ ἐλθὼν λύπην ἔχω ἀφ᾿ ὧν ἔδει με χαίρειν, πεποιθὼς ἐπὶ πάντας ὑμᾶς ὅτι ἡ ἐμὴ χαρὰ πάντων ὑμῶν ἐστιν.
Β Κορ. 2,5 Εἰ δέ τις λελύπηκεν, οὐκ ἐμὲ λελύπηκεν, ἀλλά, ἀπὸ μέρους ἵνα μὴ ἐπιβαρῶ, πάντας ὑμᾶς.
Β Κορ. 2,7 ὥστε τοὐναντίον μᾶλλον ὑμᾶς χαρίσασθαι καὶ παρακαλέσαι, μήπως τῇ περισσοτέρᾳ λύπῃ καταποθῇ ὁ τοιοῦτος.
Β Κορ. 6,10 ὡς λυπούμενοι ἀεὶ δὲ χαίροντες, ὡς πτωχοὶ πολλοὺς δὲ πλουτίζοντες, ὡς μηδὲν ἔχοντες καὶ πάντα κατέχοντες.
Β Κορ. 9,7 ἕκαστος καθὼς προαιρεῖται τῇ καρδία, μὴ ἐκ λύπης ἢ ἐξ ἀνάγκης· ἱλαρὸν γὰρ δότην ἀγαπᾷ ὁ Θεός.
Εβρ. 12,11 πᾶσα δὲ παιδεία πρὸς μὲν τὸ παρὸν οὐ δοκεῖ χαρᾶς εἶναι, ἀλλὰ λύπης, ὕστερον δὲ καρπὸν εἰρηνικὸν τοῖς δι᾿ αὐτῆς γεγυμνασμένοις ἀποδίδωσι δικαιοσύνης.
Ιω. 16,6  ἀλλ᾿ ὅτι ταῦτα λελάληκα ὑμῖν, ἡ λύπη πεπλήρωκεν ὑμῶν τὴν καρδίαν.
Ιω. 16,20 ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι κλαύσετε καὶ θρηνήσετε ὑμεῖς, ὁ δὲ κόσμος χαρήσεται· ὑμεῖς δὲ λυπηθήσεσθε, ἀλλ᾿ ἡ λύπη ὑμῶν εἰς χαρὰν γενήσεται·
Ιω. 16,21 ἡ γυνὴ ὅταν τίκτῃ, λύπην ἔχει, ὅτι ἦλθεν ἡ ὥρα αὐτῆς· ὅταν δὲ γεννήσῃ τὸ παιδίον, οὐκέτι μνημονεύει τῆς θλίψεως διὰ τὴν χαρὰν ὅτι ἐγεννήθη ἄνθρωπος εἰς τὸν κόσμον.
Ιω. 16,22 καὶ ὑμεῖς οὖν λύπην μὲν νῦν ἔχετε· πάλιν δὲ ὄψομαι ὑμᾶς καὶ χαρήσεται ὑμῶν ἡ καρδία, καὶ τὴν χαρὰν ὑμῶν οὐδεὶς αἴρει ἀφ᾿ ὑμῶν.
Λουκ. 22,45 καὶ ἀναστὰς ἀπὸ τῆς προσευχῆς, ἐλθὼν πρὸς τοὺς μαθητὰς εὗρεν αὐτοὺς κοιμωμένους ἀπὸ τῆς λύπης,
Ματθ. 19,22 ἀκούσας δὲ ὁ νεανίσκος τὸν λόγον ἀπῆλθε λυπούμενος· ἦν γὰρ ἔχων κτήματα πολλά.
Ματθ. 26,37 καὶ παραλαβὼν τὸν Πέτρον καὶ τοὺς δύο υἱούς Ζεβεδαίου ἤρξατο λυπεῖσθαι καὶ ἀδημονεῖν.
Παρ-25,20α Ὥσπερ σής εν ιματίω και σκώληξ ξύλω, ούτως λύπη ανδρός βλάπτει καρδίαν.
Ρωμ. 9,2 ὅτι λύπη μοί ἐστι μεγάλη καὶ ἀδιάλειπτος ὀδύνη τῇ καρδίᾳ μου.
Σειρ. 30,21 Μὴ δῶς εἰς λύπην τὴν ψυχήν σου καὶ μὴ θλίψης σεαυτόν ἐν βουλή σου.
Σειρ. 32,18 Ἀπό λύπης γαρ εκβαίνει θάνατος, και λύπη καρδίας κάμψει ισχύν.
Σειρ. 32,20 Μὴ δως εις λύπην την καρδίαν σου, απόστησον αυτήν μνησθείς τα έσχατα·
Φιλιπ. 2,27 καὶ γὰρ ἠσθένησε παραπλήσιον θανάτου· ἀλλ᾿ ὁ Θεὸς αὐτὸν ἠλέησεν, οὐκ αὐτὸν δὲ μόνον, ἀλλὰ καὶ ἐμέ, ἵνα μὴ λύπην ἐπὶ λύπην σχῶ.
Ψαλμ. 54,3-4 Ἐλυπήθην ἐν τῇ ἀδολεσχία μου καὶ ἐταράχθην ἀπὸ φωνής ἐχθρού καὶ ἀπὸ θλίψεως ἁμαρτωλού,  
ΠΕΡΙ ΛΥΠΗΣ ΚΑΤΑ ΘΕΟΝ
Α Πετρ. 2,19 τοῦτο γὰρ χάρις, εἰ διὰ συνείδησιν Θεοῦ ὑποφέρει τις λύπας, πάσχων ἀδίκως.
Β Κορ. 7,10 ἡ γὰρ κατὰ Θεὸν λύπη μετάνοιαν εἰς σωτηρίαν ἀμεταμέλητον κατεργάζεται· ἡ δὲ τοῦ κόσμου λύπη θάνατον κατεργάζεται.
Β Κορ. 7,11 ἰδοὺ γὰρ αὐτὸ τοῦτο, τὸ κατὰ Θεὸν λυπηθῆναι ὑμᾶς, πόσην κατειργάσατο ὑμῖν σπουδήν, ἀλλὰ ἀπολογίαν, ἀλλὰ ἀγα-νάκτησιν, ἀλλὰ φόβον, ἀλλὰ ἐπιπόθησιν, ἀλλὰ ζῆλον, ἀλλὰ ἐκδίκησιν! ἐν παντὶ συνεστήσατε ἑαυτοὺς ἁγνοὺς εἶναι ἐν τῷ πράγματι.
Β Κορ-4,8-9 Εν παντί θλιβόμενοι αλλ' ου στενοχωρούμενοι, απορούμενοι αλλ' ου εξαπορούμενοι, διωκόμενοι αλλ' ουκ εγκαταλειπόμενοι, καταβαλλόμενοι αλλ' ουκ απολλύμενοι.
Β Κορ-4,16 Διό ουκ εκκακούμεν, αλλ' ει και ο έξω ημών άνθρωπος διαφθείρεται, αλλ' ο έσωθεν ανακαινούται ημέρα και ημέρα.
Β Κορ-4,17 Το γάρ παραυτίκα ελαφρόν της θλίψεως ημών καθ' υπερβολήν είς υπερβολήν αιώνιον βάρος δόξης κατεργάζεται ημίν
Β Κορ-6,4 Αλλ' εν παντί συνιστώντες εαυτούς ως Θεού διάκονοι, έν υπομονή πολλή, εν θλίψεσιν, εν ανάγκας, εν στενοχωρίας …
Β Κορ. 7,9 νῦν χαίρω, οὐχ ὅτι ἐλυπήθητε, ἀλλ᾿ ὅτι ἐλυπήθητε εἰς μετάνοιαν· ἐλυπήθητε γὰρ κατὰ Θεόν, ἵνα ἐν μηδενὶ ζημιωθῆτε ἐξ ἡμῶν.
Β Κορ-12,10 Διο ευδοκώ εν ασθενείαις, εν ύβρεσιν, έν ανάγκας, έν διωγμοίς, εν στενοχώριαις, υπέρ Χριστού . όταν γάρ ασθενώ, τότε δυνατός ειμι.
Ματθ-5,4 Μακάριοι οι πενθούντες ότι αυτοί παρακληθήσονται.
Λουκ-6,22 Μακάριοι οι κλαίοντες νύν ότι γελάσετε.

Δεν υπάρχουν σχόλια: