ΓΝΩΜΙΚΑ ΠΑΡΟΙΜΙΕΣ

ΑΓΙΟΓΡΑΦΙΚΑ ΧΩΡΙΑ Ψ

ΠΕΡΙ ΨΑΛΜΩΔΙΑΣ
ΑΓΙΟΓΡΑΦΙΚΑ ΧΩΡΙΑ Ψ
Ιακ-5,13 Κακοπαθεί τις εν υμίν; Προσευχέσθω. Ευθυμεί τις; Ψαλλέτω.
Εφεσ-5,19 Πληρούσθε εν πνεύματι, λαλούντες εαυτοίς ψαλμοίς και ύμνοις και ωδαίς πνευματικαίς, άδοντες και ψάλλοντες εν τη καρδία υμών τω Κυρίω
Κολοσ-3,16 Ο λόγος τού Χριστού ενοικείτω εν υμίν πλουσίως, εν πάση σοφία διδάσκοντες καί νουθετούντες εαυτούς ψαλμοίς καί ύμνοις καί ωδαίς πνευματικαίς, εν χάριτι άδοντες εν τή καρδία υμών τώ Κυρίω.
Σειρ-15,9-10 Ουχ ωραίος αίνος εν στόματι αμαρτωλού, ότι ου παρά Κυρίου απεστάλη . εν γάρ σοφία ρηθήσεται αίνος, και ο Κύριος ευoδώσει αυτόν.
Ψαλμ-8,3 Εκ στόματος νηπίων και θηλαζόντων καταρτίσω αίνον.

Ψαλμ. 29,5 Ψάλατε τῷ Κυρίῳ, οἱ ὅσιοι αὐτοῦ, καὶ ἐξομολογεῖσθε τῇ μνήμῃ τῆς ἁγιωσύνης αὐτοῦ·
Ψαλμ. 32,2-3 Ἐξομολογεῖσθε τῷ Κυρίῳ ἐν κιθάρᾳ, ἐν ψαλτηρίῳ δεκαχόρδῳ ψάλατε αὐτῷ. ᾄσατε αὐτῷ ᾆσμα καινόν, καλῶς ψάλατε αὐτῷ ἐν ἀλαλαγμῷ.
Ψαλμ. 33,1 Εὐλογήσω τὸν Κύριον ἐν παντὶ καιρῷ, διὰ παντὸς ἡ αἴνεσις αὐτοῦ ἐν τῷ στόματί μου.
Ψαλμ. 46,7-8 Ψάλατε τῷ Θεῷ ἡμῶν, ψάλατε, ψάλατε τῷ βασιλεῖ ἡμῶν, ψάλατε, ὅτι βασιλεὺς πάσης τῆς γῆς ὁ Θεός, ψάλατε συνετῶς.
Ψαλμ-68,31-32 Αἰνέσω τὸ ὄνομα τοῦ Θεοῦ μου μετ᾿ ᾠδῆς, μεγαλυνῶ αὐτὸν ἐν αἰνέσει, καὶ ἀρέσει τῷ Θεῷ ὑπὲρ μόσχον νέον κέρατα ἐκφέροντα καὶ ὁπλάς.
Ψαλμ. 70,8 Πληρωθήτω τὸ στόμα μου αἰνέσεως, ὅπως ὑμνήσω τὴν δόξαν σου, ὅλην τὴν ἡμέραν τὴν μεγαλοπρέπειάν σου.
Ψαλμ-103,33 Άσω τώ Κυρίω εν τη ζωή μου, ψαλώ τω Θεώ μου εώς υπάρχω.
Ψαλμ-118,54 Ψαλτά ήσαν μοι τα δικαιώματά σου εν τόπω παροικίας μου.
Ψαλμ-134,3 Αινείτε τον Κύριον, ότι αγαθός Κύριος, ψάλατε τω ονόματι αυτού, ότι καλόν.
Ψαλμ-148,2 Αινείτε αυτόν, πάντες οι άγγελοι αυτού, αινείτε αυτόν, πάσαι αι δυνάμεις αυτού.
Ψαλμ-149,1 Άσατε τώ Κυρίω άσμα καινόν, η αίνεσις αυτού εν εκκλησία οσίων.
Ψαλμ-149,3 Αινεσάτωσαν το όνομα αυτού έν χορώ, εν τύμπάνω και ψαλτηρίω ψαλάτωσαν αυτώ.
Ψαλμ-150,6 Πάσα πνοή αινεσάτω τον Κύριον.
ΠΕΡΙ ΨΕΥΔΟΠΡΟΦΗΤΩΝ
Α Ιω. 4,1 Ἀγαπητοί, μὴ παντὶ πνεύματι πιστεύετε, ἀλλὰ δοκιμάζετε τὰ πνεύματα εἰ ἐκ τοῦ Θεοῦ ἐστιν, ὅτι πολλοὶ ψευδοπροφῆται ἐξεληλύθασιν εἰς τὸν κόσμον.
Αποκ. 16,13 Καὶ εἶδον ἐκ τοῦ στόματος τοῦ δράκοντος καὶ ἐκ τοῦ στόματος τοῦ θηρίου καὶ ἐκ τοῦ στόματος τοῦ ψευδοπροφήτου πνεύματα τρία ἀκάθαρτα, ὡς βάτραχοι·
Αποκ.19,20 καὶ ἐπιάσθη τὸ θηρίον καὶ ὁ μετ᾿ αὐτοῦ ψευδοπροφήτης ὁ ποιήσας τὰ σημεῖα ἐνώπιον αὐτοῦ, ἐν οἷς ἐπλάνησε τοὺς λαβόντας τὸ χάραγμα τοῦ θηρίου καὶ τοὺς προσκυνοῦντας τῇ εἰκόνι αὐτοῦ· ζῶντες ἐβλήθησαν οἱ δύο εἰς τὴν λίμνην τοῦ πυρὸς τὴν καιομένην ἐν θείῳ.
Αποκ.20,10 καὶ ὁ διάβολος ὁ πλανῶν αὐτοὺς ἐβλήθη εἰς τὴν λίμνην τοῦ πυρὸς καὶ τοῦ θείου, ὅπου καὶ τὸ θηρίον καὶ ὁ ψευδοπροφήτης, καὶ βασανισθήσονται ἡμέρας καὶ νυκτὸς εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Β Πε. 2,1 Ἐγένοντο δὲ καὶ ψευδοπροφῆται ἐν τῷ λαῷ, ὡς καὶ ἐν ὑμῖν ἔσονται ψευδοδιδάσκαλοι, οἵτινες παρεισάξουσιν αἱρέσεις ἀπωλείας, καὶ τὸν ἀγοράσαντα αὐτοὺς δεσπότην ἀρνούμενοι ἐπάγοντες ἑαυτοῖς ταχινὴν ἀπώλειαν·
Λουκ. 6 ,26 οὐαὶ ὅταν καλῶς ὑμᾶς εἴπωσι πάντες οἱ ἄνθρωποι· κατὰ τὰ αὐτὰ γὰρ ἐποίουν τοῖς ψευδοπροφήταις οἱ πατέρες αὐτῶν.
Ματθ. 7,15 Προσέχετε δὲ ἀπὸ τῶν ψευδοπροφητῶν, οἵτινες ἔρχονται πρὸς ὑμᾶς ἐν ἐνδύμασι προβάτων, ἔσωθεν δέ εἰσι λύκοι ἅρπαγες.
Ματθ. 24,11 καὶ πολλοὶ ψευδοπροφῆται ἐγερθήσονται καὶ πλανήσουσι πολλούς,
Ματθ. 24,24 ἐγερθήσονται γὰρ ψευδόχριστοι καὶ ψευδοπροφῆται καὶ δώσουσι σημεῖα μεγάλα καὶ τέρατα, ὥστε πλανῆσαι, εἰ δυνατόν, καὶ τοὺς ἐκλεκτούς.
Πραξ. 13,6 Διελθόντες δὲ τὴν νῆσον ἄχρι Πάφου εὗρόν τινα μάγον ψευδοπροφήτην Ἰουδαῖον ᾧ ὄνομα Βαριησοῦς,
ΠΕΡΙ ΨΕΥΔΟΥΣ
Α Ιω. 1,6  ἐὰν εἴπωμεν ὅτι κοινωνίαν ἔχομεν μετ᾿ αὐτοῦ καὶ ἐν τῷ σκότει περιπατῶμεν, ψευδόμεθα καὶ οὐ ποιοῦμεν τὴν ἀλήθειαν·
Α Ιω. 2,4  ὁ λέγων, ἔγνωκα αὐτόν, καὶ τὰς ἐντολὰς αὐτοῦ μὴ τηρῶν, ψεύστης ἐστί, καὶ ἐν τούτῳ ἡ ἀλήθεια οὐκ ἔστιν·
Α Ιω. 2,21 οὐκ ἔγραψα ὑμῖν ὅτι οὐκ οἴδατε τὴν ἀλήθειαν, ἀλλ᾿ ὅτι οἴδατε αὐτήν, καὶ ὅτι πᾶν ψεῦδος ἐκ τῆς ἀληθείας οὐκ ἔστι.
Α Ιω. 2,22 τίς ἐστιν ὁ ψεύστης εἰ μὴ ὁ ἀρνούμενος ὅτι Ἰησοῦς οὐκ ἔστιν ὁ Χριστός; οὗτός ἐστιν ὁ ἀντίχριστος, ὁ ἀρνούμενος τὸν πατέρα καὶ τὸν υἱόν.
Α Ιω. 4,20 ἐάν τις εἴπῃ ὅτι ἀγαπῶ τὸν Θεόν, καὶ τὸν ἀδελφὸν αὐτοῦ μισῇ, ψεύστης ἐστίν· ὁ γὰρ μὴ ἀγαπῶν τὸν ἀδελφὸν ὃν ἐώρακε, τὸν Θεόν ὃν οὐχ ἑώρακε πῶς δύναται ἀγαπᾶν;
Αποκ.22,15 ἔξω οἱ κύνες καὶ οἱ φαρμακοὶ καὶ οἱ πόρνοι καὶ οἱ φονεῖς καὶ οἱ εἰδωλολάτραι καὶ πᾶς ὁ φιλῶν καὶ ποιῶν ψεῦδος.
Β Θεσ. 2,9-12 οὗ ἐστιν ἡ παρουσία κατ᾿ ἐνέργειαν τοῦ σατανᾶ ἐν πάσῃ δυνάμει καὶ σημείοις καὶ τέρασι ψεύδους καὶ ἐν πάσῃ ἀπάτῃ τῆς ἀδικίας ἐν τοῖς ἀπολλυμένοις, ἀνθ᾿ ὧν τὴν ἀγάπην τῆς ἀληθείας οὐκ ἐδέξαντο εἰς τὸ σωθῆναι αὐτούς· καὶ διὰ τοῦτο πέμψει αὐτοῖς ὁ Θεὸς ἐνέργειαν πλάνης εἰς τὸ πιστεῦσαι αὐτοὺς τῷ ψεύδει, ἵνα κριθῶσι πάντες οἱ μὴ πιστεύσαντες τῇ ἀληθείᾳ, ἀλλ᾿ εὐδοκήσαντες ἐν τῇ ἀδικίᾳ.  
Β Κορ-13,1 Επι στόματος δυο μαρτύρων και τριών σταθήσεται παν ρήμα.
Εξοδ-20,16 Ου ψευδομαρτυρήσεις κατά του πλησιον σου μαρτυρία ψευδή
Εφ. 4,25 Διὸ ἀποθέμενοι τὸ ψεῦδος λαλεῖτε ἀλήθειαν ἕκαστος μετὰ τοῦ πλησίον αὐτοῦ· ὅτι ἐσμὲν ἀλλήλων μέλη.
Ιακ. 3,14 εἰ δὲ ζῆλον πικρὸν ἔχετε καὶ ἐριθείαν ἐν τῇ καρδίᾳ ὑμῶν, μὴ κατακαυχᾶσθε καὶ ψεύδεσθε κατὰ τῆς ἀληθείας.
Ιω. 8,44 ὑμεῖς ἐκ τοῦ πατρὸς τοῦ διαβόλου ἐστέ, καὶ τὰς ἐπιθυμίας τοῦ πατρὸς ὑμῶν θέλετε ποιεῖν. ἐκεῖνος ἀνθρωποκτόνος ἦν ἀπ᾿ ἀρχῆς καὶ ἐν τῇ ἀληθείᾳ οὐχ ἕστηκεν, ὅτι οὐκ ἔστιν ἀλήθεια ἐν αὐτῷ· ὅταν λαλῇ τὸ ψεῦδος, ἐκ τῶν ἰδίων λαλεῖ, ὅτι ψεύστης ἐστὶ καὶ ὁ πατὴρ αὐτοῦ.
Κολ. 3,9 μὴ ψεύδεσθε εἰς ἀλλήλους, ἀπεκδυσάμενοι τὸν παλαιὸν ἄνθρωπον σὺν ταῖς πράξεσιν αὐτοῦ
Λευτ-19,11 Ού κλέψετε, ού ψεύσεσθε, ού δε συκοφαντήσει έκαστος τον πλησίον.
Μαρκ. 14,56 πολλοὶ γὰρ ἐψευδομαρτύρουν κατ᾿ αὐτοῦ, καὶ ἴσαι αἱ μαρτυρίαι οὐκ ἦσαν.
Μαρκ.14,57 καί τινες ἀναστάντες ἐψευδομαρτύρουν κατ᾿ αὐτοῦ λέγοντες ὅτι ἡμεῖς ἠκούσαμεν αὐτοῦ λέγοντος, ὅτι ἐγὼ καταλύσω τὸν ναὸν τοῦτον τὸν χειροποίητον καὶ διὰ 3 ἡμερῶν ἄλλον ἀχειροποίητον οἰκοδομήσω· καὶ οὐδὲ οὕτως ἴση ἦν ἡ μαρτυρία αὐτῶν.
Ματθ. 26,59-60 Οἱ δὲ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι καὶ τὸ συνέδριον ὅλον ἐζήτουν ψευδομαρτυρίαν κατὰ τοῦ Ἰησοῦ ὅπως θανατώσωσιν αὐτόν, καὶ οὐχ εὗρον· καὶ πολλῶν ψευδομαρτύρων προσελθόντων, οὐχ εὗρον. 
Ματθ. 26,60-61 ὕστερον δὲ προσελθόντες δύο ψευδομάρτυρες εἶπον· οὗτος ἔφη, δύναμαι καταλῦσαι τὸν ναὸν τοῦ Θεοῦ καὶ διὰ τριῶν ἡμερῶν οἰκοδομῆσαι αὐτόν.  
Παρ-12,22 Βδέλυγμα Κυρίω χείλη ψευδή, ο δε ποιών πίστεις δεκτός παρ' αυτώ.
Παρ-19,5 Μάρτυς ψευδής ουκ ατιμώρητος έσται, ο δε εγκαλών αδίκως ου διαφεύξεται.
Παρ-21,6 Ὁ ἐνεργών θησαυρίσματα γλώσση ψευδεί μάταια διώκει και έρχεται επί παγίδας θανάτου.
Παρ-24,28 Μη ίσθι ψευδής μάρτυς επί σον πολίτην, μηδέ πλατύνου σοίς χείλεσι.
Πραξ. 5,3-4 εἶπε δὲ Πέτρος· Ἀνανία, διατί ἐπλήρωσεν ὁ σατανᾶς τὴν καρδίαν σου, ψεύσασθαί σε τὸ Πνεῦμα τὸ Ἅγιον καὶ νοσφίσασθαι ἀπὸ τῆς τιμῆς τοῦ χωρίου; οὐχὶ μένον σοι ἔμενε καὶ πραθὲν ἐν τῇ σῇ ἐξουσίᾳ ὑπῆρχε; τί ὅτι ἔθου ἐν τῇ καρδίᾳ σου τὸ πρᾶγμα τοῦτο; οὐκ ἐψεύσω ἀνθρώποις, ἀλλὰ τῷ Θεῷ.
Ρωμ. 1,25 οἵτινες μετήλλαξαν τὴν ἀλήθειαν τοῦ Θεοῦ ἐν τῷ ψεύδει, καὶ ἐσεβάσθησαν καὶ ἐλάτρευσαν τῇ κτίσει παρὰ τὸν κτίσαντα, ὅς ἐστιν εὐλογητὸς εἰς τοὺς αἰῶνας· ἀμήν.
Ρωμ. 3,4 μὴ γένοιτο· γινέσθω δὲ ὁ Θεὸς ἀληθής, πᾶς δὲ ἄνθρωπος ψεύστης, καθὼς γέγραπται· ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.
Σειρ-7,13 Μη θέλε ψεύδεσθαι πάν ψεύδος, ο γάρ ενδελεχισμός αυτού ούκ είς αγαθόν.
Σειρ-20,24 Μώμος πονηρός εν ανθρώπω ψεύδος, εν στόματι απαιδεύτων ενδελεχισθήσεται.
Σειρ. 20,25 Αἰρετὸν κλέπτης ἢ ὁ ἐνδελεχίζων ψεύδει, ἀμφότεροι δὲ ἀπώλειαν κληρονομήσουσιν.
Σειρ. 20,26 Ἤθος ανθρώπου ψευδούς ατιμία, και η αισχύνη αυτού μετ’ αὐτοῦ ἐνδελεχώς.
Σειρ. 34,4 Ἀπό ακαθάρτου τι καθαρισθήσεται; και από ψευδούς τι αληθεύσει;
Ψαλμ-4,3 Υιοί ανθρώπων εώς πότε βαρυκάρδιοι; ινατί αγαπάτε ματαιότητα και ζητήτε ψεύδος;
Ψαλμ-5,7 Απολείς πάντας τους λαλούντας το ψεύδος.
Ψαλμ-140,4 Μη εκκλίνης την καρδία μου είς λόγους πονηρίας του προφασίζεσθαι προφάσεις εν αμαρτίαις
ΠΕΡΙ ΨΥΧΗΣ
Α Θεσ. 5,23 Αὐτὸς δὲ ὁ Θεὸς τῆς εἰρήνης ἁγιάσαι ὑμᾶς ὁλοτελεῖς, καὶ ὁλόκληρον ὑμῶν τὸ πνεῦμα καὶ ἡ ψυχὴ καὶ τὸ σῶμα ἀμέμπτως ἐν τῇ παρουσίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τηρηθείη.
Α Κορ. 15,45 οὕτω καὶ γέγραπται· ἐγένετο ὁ πρῶτος ἄνθρωπος Ἀδὰμ εἰς ψυχὴν ζῶσαν· ὁ ἔσχατος Ἀδὰμ εἰς πνεῦμα ζωοποιοῦν·
Ιωαν-10,17 Διά τούτο ο πατήρ με αγαπά, ότι εγώ τίθημι τήν ψυχήν μου, ίνα πάλιν λάβω αυτήν.
Ιακ-5,20 Γινωσκέτω ότι ο επιστρέψας αμαρτωλόν εκ πλάνης οδού αυτού σώσει ψυχήν εκ θανάτου και καλύψει πλήθος αμαρτιών.
Λουκ-9,56 Ο υιός τού ανθρώπου ουκ ήλθε ψυχάς ανθρώπων απολέσαι, αλλά σώσαι.
Λουκ-12,23 Οὐχί ἡ ψυχῆ πλείον ἐστι τῆς τροφῆς καὶ τὸ σώμα τοῦ ἐνδύματος;
Λουκ. 14,26 εἴ τις ἔρχεται πρός με καὶ οὐ μισεῖ τὸν πατέρα ἑαυτοῦ καὶ τὴν μητέρα καὶ τὴν γυναῖκα καὶ τὰ τέκνα καὶ τοὺς ἀδελφοὺς καὶ τὰς ἀδελφάς, ἔτι δὲ καὶ τὴν ἑαυτοῦ ψυχήν, οὐ δύναταί μου μαθητὴς εἶναι.
Λουκ. 21,19 ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν.
Ματθ. 6,25 Διὰ τοῦτο λέγω ὑμῖν, μὴ μεριμνᾶτε τῇ ψυχῇ ὑμῶν τί φάγητε καὶ τί πίητε, μηδὲ τῷ σώματι ὑμῶν τί ἐνδύσησθε· οὐχὶ ἡ ψυχὴ πλεῖόν ἐστι τῆς τροφῆς καὶ τὸ σῶμα τοῦ ἐνδύματος;
Ματθ-10,28 καὶ μὴ φοβηθῆτε ἀπὸ τῶν ἀποκτεννόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι· φοβήθητε δὲ μᾶλλον τὸν δυνάμενον καὶ ψυχὴν καὶ σῶμα ἀπολέσαι ἐν γεέννῃ.
Ματθ-10,39 Ο εύρων τήν ψυχήν αυτού απολέσει αυτήν, και ο απολέσας τήν ψυχήν αυτού ένεκεν εμού ευρήσει αυτήν.
Ματθ.16,25 ὃς γὰρ ἂν θέλῃ τὴν ψυχὴν αὐτοῦ σῶσαι, ἀπολέσει αὐτήν· ὃς δ᾿ ἂν ἀπολέσῃ τὴν ψυχὴν αὐτοῦ ἕνεκεν ἐμοῦ, εὑρήσει αὐτήν.
Ματθ-16,26 Τὶ γὰρ ὠφελείται ἄνθρωπος ἐὰν τὸν κόσμον ὅλον κερδήση τὴν δὲ ψυχὴν αὐτοῦ ζημιωθῆ; ἢ τὶ δώσει ἄνθρωπος ἀντάλαγμα τῆς ψυχῆς αὐτοῦ;
Ματθ.20,28 ὥσπερ ὁ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἦλθε διακονηθῆναι, ἀλλὰ διακονῆσαι καὶ δοῦναι τὴν ψυχὴν αὐτοῦ λύτρον ἀντὶ πολλῶν.
Ματθ. 22,37 δὲ Ἰησοῦς ἔφη αὐτῷ· ἀγαπήσεις Κύριον τὸν Θεόν σου ἐν ὅλῃ τῇ καρδίᾳ σου καὶ ἐν ὅλῃ τῇ ψυχῇ σου καὶ ἐν ὅλῃ τῇ διανοίᾳ σου.

Δεν υπάρχουν σχόλια: