ΓΝΩΜΙΚΑ ΠΑΡΟΙΜΙΕΣ

ΑΓΙΟΓΡΑΦΙΚΑ ΧΩΡΙΑ Β

ΠΕΡΙ ΒΑΠΤΙΣΜΑΤΟΣ
ΑΓΙΟΓΡΑΦΙΚΑ ΧΩΡΙΑ Β
Α Κορ. 12,13 καὶ γὰρ ἐν ἑνὶ Πνεύματι ἡμεῖς πάντες εἰς ἓν σῶμα ἐβαπτίσθημεν, εἴτε Ἰουδαῖοι εἴτε Ἕλληνες, εἴτε δοῦλοι εἴτε ἐλεύθεροι, καὶ πάντες εἰς ἓν Πνεῦμα ἐποτίσθημεν.
Α Κορ.15,29 Ἐπεὶ τί ποιήσουσιν οἱ βαπτιζόμενοι ὑπὲρ τῶν νεκρῶν, εἰ ὅλως νεκροὶ οὐκ ἐγείρονται; τί καὶ βαπτίζονται ὑπὲρ τῶν νεκρῶν;
Γαλ-3,27 Όσοι γάρ είς Χριστόν εβαπτίσθητε, Χριστόν ενεδύσασθε.   
Εφεσ-4,5 Είς Κύριος, μία πίστις, έν βάπτισμα.
Ιωαν. 3,5 Αμήν αμήν λέγω σοι, εάν μη τις γεννηθή εξ ύδατος και Πνεύματος, ού δύναται εισελθείν είς την βασιλείαν των ουρανών.

Λουκ. 7,29-30 Καὶ πᾶς ὁ λαὸς ἀκούσας καὶ οἱ τελῶναι ἐδικαίωσαν τὸν Θεόν, βαπτισθέντες τὸ βάπτισμα Ἰωάννου· οἱ δὲ Φαρισαῖοι καὶ οἱ νομικοὶ τὴν βουλὴν τοῦ Θεοῦ ἠθέτησαν εἰς ἑαυτούς, μὴ βαπτισθέντες ὑπ᾿ αὐτοῦ.
Λουκ.12,49-50 Πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν, καὶ τί θέλω εἰ ἤδη ἀνήφθη! Βάπτισμα δὲ ἔχω βαπτισθῆναι, καὶ πῶς συνέχομαι ἕως οὗ τελεσθῇ!
Μαρκ-1,4γένετο Ἰωάννης βαπτίζων ἐν τῇ ἐρήμῳ καὶ κηρύσσων βάπτισμα μετανοίας εἰς ἄφεσιν ἁμαρτιῶν.
Μαρκ-1,5 Καὶ ἐξεπορεύετο πρὸς αὐτὸν πᾶσα ἡ Ἰουδαία χώρα καὶ οἱ Ἱεροσολυμῖται, καὶ ἐβαπτίζοντο πάντες ἐν τῷ Ἰορδάνῃ ποταμῷ ὑπ᾿ αὐτοῦ ἐξομολογούμενοι τὰς ἁμαρτίας αὐτῶν.
Μαρκ-1,8 Εγώ μέν εβάπτισα υμάς έν ύδατι, αυτός δε βαπτίσει υμάς εν Πνεύματι Αγίω.
Μαρκ-16,16 Ο πιστεύσας και βαπτισθείς σωθήσεται, ο δε απιστήσας κατακριθήσεται.
Ματθ-3,6 Καὶ ἐβαπτίζοντο ἐν τῷ Ἰορδάνῃ ὑπ᾿ αὐτοῦ ἐξομολογούμενοι τὰς ἁμαρτίας αὐτῶν.
Ματθ. 3,11 Ἐγὼ μὲν βαπτίζω ὑμᾶς ἐν ὕδατι εἰς μετάνοιαν· ὁ δὲ ὀπίσω μου ἐρχόμενος ἰσχυρότερός μου ἐστίν, οὗ οὐκ εἰμὶ ἱκανὸς τὰ ὑποδήματα βαστάσαι· αὐτὸς ὑμᾶς βαπτίσει ἐν Πνεύματι Ἁγίῳ καὶ πυρί.
Ματθ. 3,13-15 Τότε παραγίνεται ὁ Ἰησοῦς ἀπὸ τῆς Γαλιλαίας ἐπὶ τὸν Ἰορδάνην πρὸς τὸν Ἰωάννην τοῦ βαπτισθῆναι ὑπ᾿ αὐτοῦ. Ὁ δὲ Ἰωάννης διεκώλυεν αὐτὸν λέγων· ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι, καὶ σὺ ἔρχῃ πρός με; ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπε πρὸς αὐτόν· ἄφες ἄρτι· οὕτω γὰρ πρέπον ἐστὶν ἡμῖν πληρῶσαι πᾶσαν δικαιοσύνην· τότε ἀφίησιν αὐτόν·
Ματθ. 3,16-17 Καὶ βαπτισθεὶς ὁ Ἰησοῦς ἀνέβη εὐθὺς ἀπὸ τοῦ ὕδατος· καὶ ἰδοὺ ἀνεώχθησαν αὐτῷ οἱ οὐρανοί, καὶ εἶδε τὸ Πνεῦμα τοῦ Θεοῦ καταβαῖνον ὡσεὶ περιστερὰν καὶ ἐρχόμενον ἐπ᾿ αὐτόν· καὶ ἰδοὺ φωνὴ ἐκ τῶν οὐρανῶν λέγουσα· οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ εὐδόκησα.
Ματθ. 20,22 Ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν· οὐκ οἴδατε τί αἰτεῖσθε. δύνασθε πιεῖν τὸ ποτήριον ὃ ἐγὼ μέλλω πίνειν, ἢ τὸ βάπτισμα ὃ ἐγὼ βαπτίζομαι βαπτισθῆναι; λέγουσιν αὐτῷ· δυνάμεθα.
Ματθ. 20,23 Καὶ λέγει αὐτοῖς· τὸ μὲν ποτήριόν μου πίεσθε, καὶ τὸ βάπτισμα ὃ ἐγὼ βαπτίζομαι βαπτισθήσεσθε· τὸ δὲ καθίσαι ἐκ δεξιῶν μου καὶ ἐξ εὐωνύμων μου οὐκ ἔστιν ἐμὸν δοῦναι, ἀλλ᾿ οἷς ἡτοίμασται ὑπὸ τοῦ πατρός μου.
Ματθ-28,19 Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος,
Πραξ-1,5 Ότι Ιωάννης μέν εβάπτισεν ύδατι, υμείς δε βαπτισθήσεσθε εν Πνεύματι Αγίω ου μετά πολλάς ταύτας ημερας.
Πραξ-2,38 Πέτρος δὲ ἔφη πρὸς αὐτούς· μετανοήσατε, καὶ βαπτισθήτω ἕκαστος ὑμῶν ἐπὶ τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ εἰς ἄφεσιν ἁμαρτιῶν, καὶ λήψεσθε τὴν δωρεὰν τοῦ Ἁγίου Πνεύματος.
Πραξ-2,41 οἱ μὲν οὖν ἀσμένως ἀποδεξάμενοι τὸν λόγον αὐτοῦ ἐβαπτίσθησαν, καὶ προσετέθησαν τῇ ἡμέρᾳ ἐκείνῃ ψυχαὶ ὡσεὶ τρισχίλιαι.
Ρωμ. 6,3-4 ἢ ἀγνοεῖτε ὅτι ὅσοι ἐβαπτίσθημεν εἰς Χριστὸν Ἰησοῦν εἰς τὸν θάνατον αὐτοῦ ἐβαπτίσθημεν; συνετάφημεν οὖν αὐτῷ διὰ τοῦ βαπτίσματος εἰς τὸν θάνατον, ἵνα ὥσπερ ἠγέρθη Χριστὸς ἐκ νεκρῶν διὰ τῆς δόξης τοῦ πατρός, οὕτω καὶ ἡμεῖς ἐν καινότητι ζωῆς περιπατήσωμεν.
ΠΕΡΙ ΒΑΣΙΛΕΙΑΣ ΤΩΝ ΟΥΡΑΝΩΝ
Α Κορ-2,9 Αλλά καθώς γέγραπται, ά οφθαλμός ούκ είδε και ούς ούκ ήκουσε και επί καρδίαν ανθρώπου ούκ ανέβη, ά ητοίμασεν ο Θεός τοίς αγαπώσιν αυτόν.
Ιωαν-14,2 Εν τη οικία του πατρός μου μοναί πολλαί εισιν· ει δε μη, είπον αν υμίν.Πορεύομαι ετοιμάσαι τόπον υμίν.
Ματθ-7,21 Ού πάς ο λέγων μοι, Κύριε Κύριε, εισελεύσεται είς την βασιλείαν των ουρανών, αλλ' ο ποιών το θέλημα του πατρός
μου του εν ουρανοίς.
Ματθ. 13,44.- «Ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν θησαυρῷ κεκερυμμένῳ ἐν τῷ ἀγρῷ, ὃν εὑρὼν ἄνθρωπος ἔκρυψε, καὶ ἀπὸ χαρᾶς αὐτοῦ ὑπάγει καὶ πάντα ὅσα ἔχει πωλεῖ καὶ ἀγοράζει τὸν ἀγρὸν ἐκεῖνον».
Ματθ. 13,45.- «Ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν, ἀνθρώπῳ ἐμπόρῳ ζητοῦντι καλοὺς μαργαρίτας, ὃς εὑρὼν ἕνα πολύτιμον μαργαρίτην, ἀπελθὼν πέπρακε πάντα ὅ,τι εἶχε καὶ ἠγόρασεν αὐτόν».
Ματθ. 20,1.- «Ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ οἰκοδεσπότῃ, ὅστις ἐξῆλθεν ἅμα πρωὶ μισθώσασθαι ἐργάτας»...
Ματθ. 25,1.- «Τότε ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν δέκα παρθένοις, αἵτινες λαβοῦσαι τὰς λαμπάδας αὑτῶν, ἐξῆλθον εἰς ἀπάντησιν τοῦ νυμφίου», καὶ τὰ λοιπά.
Ματθ-22,30 Εν γάρ τη αναστάσει ούτε γαμούσιν ούτε εκγαμίζονται αλλ' ως άγγελοι Θεού εν ουρανώ είσι.
Ματθ-25,34 Τότε ερεί ο βασιλεύς τοίς εξ' δεξιών αυτού . δεύτε οι ευλογημένοι του πατρός μου, κληρονομήσατε την ητοιμασμένην υμίν βασιλεία από καταβολής κόσμου.
Πράξ. 14,22.- «Διὰ πολλῶν θλίψεων δεὶ ἡμᾶς εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ».
Ρωμ. 14,17.- «Οὐκ ἔστιν ἡ βασιλεία τοῦ Θεοῦ βρῶσις καὶ πόσις, ἀλλὰ δικαιοσύνη καὶ χαρὰ ἐν Πνεύματι ἁγίῳ».
ΠΕΡΙ ΒΙΑΣ (ΣΤΟΥΣ ΚΟΠΟΥΣ)
Α Κορ-9,27 Αλλ' υπωπιάζω μου το σώμα και δουλαγωγώ, μήπως άλλοις κηρύξας αυτός αδόκιμος γένωμαι.
Λουκ-16,16 Ο νόμος και οι προφήται έως Ιωάννου· από τότε η βασιλεία του Θεού εαυγγελίζεται, και πάς είς αυτήν βιάζεται.
Ματθ-11,12 Από δε των ημερών Ιωάννου του βαπτιστού εώς άρτι η βασιλεία των ουρανών βιάζεται, και βιασταί αρπάζουσιν αυτήν.
Παρ.16,26 Ανήρ εν πόνοις πονεί εαυτώ και εκβιάζεται την απώλειαν αυτού, ο μέντοι σκολιός επί τω εαυτού στόματι φέρει την απώλειαν.
ΠΕΡΙ ΒΛΑΣΦΗΜΙΑΣ
Α Κορ. 4,12-13 Λοιδορούμενοι εὐλογοῦμεν, διωκόμενοι ἀνεχόμεθα, βλασφημούμενοι παρακαλοῦμεν· ὡς περικαθάρματα τοῦ κόσμου ἐγενήθημεν, πάντων περίψημα ἕως ἄρτι.
Α Κορ. 10,30 Εἰ ἐγὼ χάριτι μετέχω, τί βλασφημοῦμαι ὑπὲρ οὗ ἐγὼ εὐχαριστῷ;
Αποκ. 13,6 καὶ ἤνοιξε τὸ στόμα αὐτοῦ εἰς βλασφημίαν πρὸς τὸν Θεόν, βλασφημῆσαι τὸ ὄνομα αὐτοῦ καὶ τὴν σκηνὴν αὐτοῦ, τοὺς ἐν τῷ οὐρανῷ σκηνοῦντας.
Αποκ. 16,9 καὶ ἐκαυματίσθησαν οἱ ἄνθρωποι καῦμα μέγα, καὶ ἐβλασφήμησαν οἱ ἄνθρωποι τὸ ὄνομα τοῦ Θεοῦ τοῦ ἔχοντος ἐξουσίαν ἐπὶ τὰς πληγὰς ταύτας, καὶ οὐ μετενόησαν δοῦναι αὐτῷ δόξαν.
Αποκ. 16,11 καὶ ἐβλασφήμησαν τὸν Θεὸν τοῦ οὐρανοῦ ἐκ τῶν πόνων αὐτῶν καὶ ἐκ τῶν ἑλκῶν αὐτῶν, καὶ οὐ μετενόησαν ἐκ τῶν ἔργων αὐτῶν.
Α Τιμ-1,20 Ών εστιν Υμέναίος και Αλέξανδρος, ούς παρέδωκα τω σατανά, ίνα παιδευθώσι μη βλασφημείν.
Α Τιμ. 6,1 Ὅσοι εἰσὶν ὑπὸ ζυγὸν δοῦλοι, τοὺς ἰδίους δεσπότας πάσης τιμῆς ἀξίους ἡγείσθωσαν, ἵνα μὴ τὸ ὄνομα τοῦ Θεοῦ καὶ ἡ διδασκαλία βλασφημῆται.
Β Πετρ. 2,2 καὶ πολλοὶ ἐξακολουθήσουσιν αὐτῶν ταῖς ἀσελγείαις, δι᾿ οὓς ἡ ὁδὸς τῆς ἀληθείας βλασφημηθήσεται·
Λευτ-24,15 Και τοίς υιοίς Ισραήλ λάλησον και ερείς προς αυτούς . άνθρωπος ός εάν καταράσηται Θεόν, αμαρτία λήψεται
Λευτ-24,16 ονομάζων δε το όνομα Κυρίου, θανάτω θανατούσθω . λίθοις λιθοβολείτω αυτόν πάσα η συναγωγή Ισραήλ . εάν τε προσύλητος, εάν τε αυτόχθων, εν τω ονομάσαι αυτόν το όνομα Κυρίου, τελευτάτω.
Ματθ-12,31 Πασα αμαρτια και βλασθημια αφεθησεται τοις ανθρωποις ή δε του Πνευματος βλασθημια ούκ αφεθησεται τοις ανθρωποις.
Ματθ-12,32 Και ός εάν είπη λόγον κατά του υιού του ανθρώπου, αφεθήσεται αυτώ ος δ' αν είπη κατά του Πνεύματος του Αγίου ούκ αφεθήσεται αυτώ ούτε εν τω νυν αιώνι ούτε εν τω μέλλοντι.
Κολασ-3,8 Νυνί δε απόθεσθε και υμείς τα πάντα, οργήν, θυμόν, κακίαν, βλασφημίαν, αισχρολογίαν εκ του στόματος υμών
Ρωμ-2,24 Το γαρ ονομα του Θεού δι υμας βλασθημείται έν τοίς έθνεσι καθώς γεγραπται.
Ρωμ-14,16 Μη βλασφημείσθω ούν υμών το αγαθόν.
Τιτ. 2,5 σώφρονας, ἁγνάς, οἰκουρούς, ἀγαθάς, ὑποτασσομένας τοῖς ἰδίοις ἀνδράσιν, ἵνα μὴ ὁ λόγος τοῦ Θεοῦ βλασφημῆται.
ΠΕΡΙ ΒΟΗΘΕΙΑΣ ΘΕΟΥ
Ἠσ. 50,7.- «Κύριος βοηθός μοι ἐγεννήθη, διὰ τοῦτο οὐκ ἐνετράπην, ἀλλ’ ἔθηκα τὸ πρόσωπόν μου ὡς στερεὰν πέτραν, καὶ ἔγνων
ὅτι οὐ μὴ αἰσχυνθῶ».
Ἰωνᾶς 2,3.- «Ἐβόησα ἐν θλίψει μου πρὸς Κύριον τὸν Θεόν μου, καὶ εἰσήκουσέ μου».
Παρ. 20,22.- «Μὴ εἴπῃς, Τίσομαι τὸν ἐχθρόν, ἀλλ’ ὑπόμεινον τὸν Κύριον, ἵνα σὲ βοηθήσῃ».
Παρ. 28,18 Ο πορευόμενος δικαίως βεβοήθηται, ο δε σκολιαίς οδοίς πορευόμενος εμπλακήσεται.
Ρωμ.  8,31.- «Εἰ ὁ Θεὸς μεθ’ ἡμῶν, τίς καθ’ ἡμῶν;».
Ψαλμ. 7,11 Δικαία ἡ βοήθειά μου παρὰ τοῦ Θεοῦ τοῦ σῴζοντος τοὺς εὐθεῖς τῇ καρδίᾳ.
Ψαλμ. 9,10 Καὶ ἐγένετο Κύριος καταφυγὴ τῷ πένητι, βοηθὸς ἐν εὐκαιρίαις ἐν θλίψεσι·
Ψαλμ. 15,8 Προωρώμην τὸν Κύριον ἐνώπιόν μου διαπαντός, ὅτι ἐκ δεξιῶν μού ἐστιν, ἵνα μὴ σαλευθῶ.
Ψαλμ. 17,3-4 Κύριος στερέωμά μου καὶ καταφυγή μου καὶ ῥύστης μου. Ὁ Θεός μου βοηθός μου, ἐλπιῶ ἐπ᾿ αὐτόν, ὑπερασπιστής μου καὶ κέρας σωτηρίας μου καὶ ἀντιλήπτωρ μου. αἰνῶν ἐπικαλέσομαι τὸν Κύριον καὶ ἐκ τῶν ἐχθρῶν μου σωθήσομαι.
Ψαλμ. 27,7 Κύριος βοηθός μου καὶ ὑπερασπιστής μου· ἐπ᾿ αὐτῷ ἤλπισεν ἡ καρδία μου, καὶ ἐβοηθήθην, καὶ ἀνέθαλεν ἡ σάρξ μου· καὶ ἐκ θελήματός μου ἐξομολογήσομαι αὐτῷ.
Ψαλμ. 40,2-4 Μακάριος ὁ συνιῶν ἐπὶ πτωχὸν καὶ πένητα· ἐν ἡμέρᾳ πονηρᾷ ῥύσεται αὐτὸν ὁ Κύριος. Κύριος διαφυλάξαι αὐτὸν καὶ ζήσαι αὐτὸν καὶ μακαρίσαι αὐτὸν ἐν τῇ γῇ καὶ μὴ παραδῷ αὐτὸν εἰς χεῖρας ἐχθρῶν αὐτοῦ. Κύριος βοηθήσαι αὐτῷ ἐπὶ κλίνης ὀδύνης αὐτοῦ· ὅλην τὴν κοίτην αὐτοῦ ἔστρεψας ἐν τῇ ἀῤῥωστίᾳ αὐτοῦ.
Ψαλμ. 59,13.- «Δὸς ἡμῖν βοήθειαν ἐκ θλίψεως, καὶ ματαία σωτηρία ἀνθρώπου».
Ψαλμ. 62,8-9 Ὅτι ἐγενήθης βοηθός μου, καὶ ἐν τῇ σκέπῃ τῶν πτερύγων σου ἀγαλλιάσομαι. ἐκολλήθη ψυχή μου ὀπίσω σου, ἐμοῦ δὲ ἀντελάβετο δεξιά σου.
ΠΕΡΙ ΒΟΥΛΗΣ
Παροιμ. 2,11 Βουλή καλή φυλάξει σε, έννοια δε οσία τηρήσει σε, ἵνα ρύσηταί σε από οδού κακής και από ανδρός λαλούντος μηδέν πιστόν.
Παροιμ.11,14 Οἷς μὴ ὑπάρχει κυβέρνησις, πίπτουσιν ωπερ φύλλα, σωτηρία δε υπάρχει εν πολλή βουλή.
Παροιμ.25,28 Ὥσπερ πόλις τα τείχει καταβεβλημένη και ατείχιστος, ούτως ανήρ ος ου μετά βουλής τι πράσσει.
Παροιμ. 24,6 Μετά κυβερνήσεως γίνεται πόλεμος, βοήθεια δε μετά καρδίας βουλευτικής.
Παροιμ. 24 (Μασ.31,4) μετά βουλής πάντα ποίει, μετά βουλής οινοπότει·
Σειρ. 21,13 Γνώσις σοφού ως κατακλυσμός πληθυνθήσεται και η βουλή αυτού ως πηγή ζωής.
Σειρ. 32,18 Ανήρ βουλής ου μη παρίδη διανόημα, αλλότριος και υπερήφανος ου καταπτήξει φόβον, και μετά το ποιήσαι μετ’ αυτού άνευ βουλής.

Σειρ. 32,19 Ἄνευ βουλῆς μηθὲν ποιήσης καὶ ἐν τῷ ποιήσαί σε μὴ μεταμελοῦ.

Δεν υπάρχουν σχόλια: