ΓΝΩΜΙΚΑ ΠΑΡΟΙΜΙΕΣ

ΑΓΙΟΓΡΑΦΙΚΑ ΧΩΡΙΑ Η

ΠΕΡΙ ΗΓΟΥΜΕΝΩΝ
ΑΓΙΟΓΡΑΦΙΚΑ ΧΩΡΙΑ Η
Εβρ. 13,7 Μνημονεύετε τῶν ἡγουμένων ὑμῶν, οἵτινες ἐλάλησαν ὑμῖν τὸν λόγον τοῦ Θεοῦ, ὧν ἀναθεωροῦντες τὴν ἔκβασιν τῆς ἀναστροφῆς μιμεῖσθε τὴν πίστιν.
Εβρ. 13,17 Πείθεσθε τοῖς ἡγουμένοις ὑμῶν καὶ ὑπείκετε· αὐτοὶ γὰρ ἀγρυπνοῦσιν ὑπὲρ τῶν ψυχῶν ὑμῶν ὡς λόγον ἀποδώσοντες· ἵνα μετὰ χαρᾶς τοῦτο ποιῶσι καὶ μὴ στενάζοντες· ἀλυσιτελὲς γὰρ ὑμῖν τοῦτο.
Λουκ. 22,26 ὑμεῖς δὲ οὐχ οὕτως, ἀλλ᾿ ὁ μείζων ἐν ὑμῖν γινέσθω ὡς ὁ νεώτερος, καὶ ὁ ἡγούμενος ὡς ὁ διακονῶν.
Ματθ. 2,6 Καὶ σὺ Βηθλεέμ, γῆ Ἰούδα, οὐδαμῶς ἐλαχίστη εἶ ἐν τοῖς ἡγεμόσιν Ἰούδα· ἐκ σοῦ γὰρ ἐξελεύσεται ἡγούμενος, ὅστις ποιμανεῖ τὸν λαόν μου τὸν Ἰσραήλ.

Πραξ. 7,10 καὶ ἦν Θεὸς μετ᾿ αὐτοῦ, καὶ ἐξείλετο αὐτὸν ἐκ πασῶν τῶν θλίψεων αὐτοῦ, καὶ ἔδωκεν αὐτῷ χάριν καὶ σοφίαν ἐναντίον Φαραὼ βασιλέως Αἰγύπτου, καὶ κατέστησεν αὐτὸν ἡγούμενον ἐπ᾿ Αἴγυπτον καὶ ὅλον τὸν οἶκον αὐτοῦ.
Πραξ. 14,12 ἐκάλουν τε τὸν μὲν Βαρνάβαν Δία, τὸν δὲ Παῦλον Ἑρμῆν, ἐπειδὴ αὐτὸς ἦν ἡγούμενος τοῦ λόγου.
Πραξ. 15,22 Τότε ἔδοξε τοῖς ἀποστόλοις καὶ τοῖς πρεσβυτέροις σὺν ὅλῃ τῇ ἐκκλησίᾳ ἐκλεξαμένους ἄνδρας ἐξ αὐτῶν πέμψαι εἰς Ἀντιόχειαν σὺν τῷ Παύλῳ καὶ Βαρνάβᾳ, Ἰούδαν τὸν ἐπικαλούμενον Βαρσαββᾶν καὶ Σίλαν, ἄνδρας ἡγουμένους ἐν τοῖς ἀδελφοῖς,
Φιλιπ. 2,3 μηδὲν κατὰ ἐριθείαν κενοδοξίαν, ἀλλὰ τῇ ταπεινοφροσύνῃ ἀλλήλους ἡγούμενοι ὑπερέχοντας ἑαυτῶν.
Φιλιπ. 3,8 ἀλλὰ μενοῦνγε καὶ ἡγοῦμαι πάντα ζημίαν εἶναι διὰ τὸ ὑπερέχον τῆς γνώσεως Χριστοῦ Ἰησοῦ τοῦ Κυρίου μου, δι᾿ ὃν τὰ πάντα ἐζημιώθην, καὶ ἡγοῦμαι σκύβαλα εἶναι ἵνα Χριστὸν κερδήσω
ΠΕΡΙ ΗΔΟΝΩΝ
Δαν-3,18 Γνωστόν έστω σοι, δίαβολε, ότι ημείς της φωνής σου ούκ ακουσόμεθα και ταις ηδονάς σου ουκέτι λατρεύσομεν.
Ιακ-4,1 Πόθεν πόλεμοι και μάχαι εν υμίν; ουκ εντεύθεν, εκ των ηδονών υμών των στρατευομένων εν τοίς μέλεσι υμών;
Ιακ-4,3 Αιτείτε και ου λαμβάνετε, διότι κακώς αιτείσθε, ίνα εν τάς ηδοναίς υμών δαπανήσητε.
Λουκ-8,14 Το δε εις τάς ακάνθας πεσόν, ούτοι εισιν οι ακούσαντες, και υπό μεριμνών και πλούτου και ηδονών του βίου πορευόμενοι συμπνίγονται και ου τελεσφορούσι.
Μακ-Δ-1,20 Παθών δε φύσεις εισιν αι περιεκτικώταται δύο, ηδονή τε και πόνος· τούτων δε εκάτερων και περί το σώμα και περί την ψυχήν πέφυκεν.
Μακ-Δ-1,21 Πολλαί δε και περί την ηδονήν και τον πόνον παθών εισιν ακολουθίαι.
Μακ-Δ-1,22 Προ μέν ουν της ηδονής εστιν επιθυμία . μετά δε την ηδονήν χαρά.
Μακ-Δ-1,25 Εν τη ηδονή ένεστι και η κακοήθης διάθεσις, πολυτροπωτάτη παντών των παθών ούσα.
Παρ. 14,13 Ἐν εὐφροσύναις οὐ προσμίγνυται λύπη, τελευταῖα δὲ χαρὰ εἰς πένθος ἔρχεται.
Παρ-24 (Μασ-30,16). Ἄδης καὶ ἔρως γυναικὸς καὶ γῆ οὐκ ἐμπιπλαμένη ὔδατος καὶ ὔδωρ καὶ πὺρ οὐ μὴ εἴπωσιν· ἀρκεῖ.  
Σειρ-18,32 Μη ευφραίνου επί πολλή τρυφή, μηδέ προσδεθής συμβολή αυτής.
Τίτον-3,3 Ήμεν γάρ ποτε και ημείς ανόητοι, απειθείς, πλανώμενοι, δουλεύοντες επιθυμίαις και ηδοναίς ποικίλαις..
ΠΕΡΙ ΗΣΥΧΙΑΣ
Α Θεσ. 4,11 καὶ φιλοτιμεῖσθαι ἡσυχάζειν καὶ πράσσειν τὰ ἴδια καὶ ἐργάζεσθαι ταῖς ἰδίαις χερσὶν ὑμῶν, καθὼς ὑμῖν παρηγγείλαμεν,
Β Θεσ. 3,12 τοῖς δὲ τοιούτοις παραγγέλλομεν καὶ παρακαλοῦμεν διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἵνα μετὰ ἡσυχίας ἐργαζόμενοι τὸν ἑαυτῶν ἄρτον ἐσθίωσιν.
Α Πε. 3,4 ἀλλ᾿ ὁ κρυπτὸς τῆς καρδίας ἄνθρωπος ἐν τῷ ἀφθάρτῳ τοῦ πραέος καὶ ἡσυχίου πνεύματος, ὅ ἐστιν ἐνώπιον τοῦ Θεοῦ πολυτελές.
Α Τιμ. 2,11 Γυνὴ ἐν ἡσυχίᾳ μανθανέτω ἐν πάσῃ ὑποταγῇ·
Α Τιμ. 2,12 γυναικὶ δὲ διδάσκειν οὐκ ἐπιτρέπω, οὐδὲ αὐθεντεῖν ἀνδρός, ἀλλ᾿ εἶναι ἐν ἡσυχίᾳ.
Δ΄ Βασ. 14,10.- «Ἐνδοξάσθητι καθήμενος ἐν τῷ οἴκῳ σου».
Ἠσ. 66,2.- «Ἐπὶ τίνα ἐπιβλέψω, ἀλλ’ ἢ ἐπὶ τὸν πρᾷον καὶ ἡσύχιον καὶ τρέμοντά μου τοὺς λόγους;».
Θρῆνοι 3,27-28.- «Ἀγαθὸν ἀνδρί, ὅταν ἄρῃ τὸν ζυγὸν ἐν νεότητι. Καθήμενος καταμόνας, καὶ σιωπήσεται, ὅτι ἦρεν ἐφ’ ἑαυτῷ».
Ἰὼβ 11,19.- «Ἡσυχάσεις, καὶ οὐκ ἔσται πολεμῶν σε».
Ἰερ. 26,27.- «Ἀναστρέψει Ἰακὼβ καὶ ἡσυχάσει, καὶ ὑπνώσει εἰς τὸ  σωτήριον Κυρίου, καὶ οὐκ ἔσται ὁ παρενοχλῶν αὐτόν».
Λουκ. 23,56 ὑποστρέψασαι δὲ ἡτοίμασαν ἀρώματα καὶ μύρα. καὶ τὸ μὲν σάββατον ἡσύχασαν κατὰ τὴν ἐντολήν.
Παροιμ. 11,12.- «Ἀνὴρ φρόνιμος ἡσυχίαν ἄγει».
Παροιμ. 15,15.- «Ἀγαθοὶ ἡσυχάζουσι διὰ παντός».
Ψαλμ. 4,9.- «Σύ, Κύριε, καταμόνας ἐπ’ ἐλπίδι κατῴκησάς με».
Ψαλμ. 140,10.- «Καταμόνας εἰμὶ ἐγώ, ἕως οὗ παρέλθω».

Δεν υπάρχουν σχόλια: