ΓΝΩΜΙΚΑ ΠΑΡΟΙΜΙΕΣ

ΑΓΙΟΓΡΑΦΙΚΑ ΧΩΡΙΑ Θ

ΠΕΡΙ ΘΑΝΑΤΟΥ ΚΑΙ ΚΕΚΟΙΜΗΜΕΝΩΝ
ΑΓΙΟΓΡΑΦΙΚΑ ΧΩΡΙΑ Θ
Α Θεσ-4,13-14 Ου θέλομεν δε υμάς αγνοείν, αδελφοί, περί των κεκοιμημένων, ίνα μη λυπήσθε καθώς και οι λοιποί οι μη έχοντες ελπίδα. Ει γάρ πιστεύομεν ότι Ιησούς απέθανε και ανέστη, ούτω και ο Θεός τους κοιμηθέντας διά του Ιησού άξει σύν αυτώ.
Α Κορ-15,20 Νύνι δε Χριστός εγήγερται εκ νεκρών, απαρχή των κεκοιμημένων εγένετο.
Α Κορ. 15,21 ἐπειδὴ γὰρ δι᾿ ἀνθρώπου ὁ θάνατος, καὶ δι᾿ ἀνθρώπου ἀνάστασις νεκρῶν.
Α Κορ-15,22 Ὥσπερ γὰρ ἐν τῷ Ἀδάμ πάντες ἀποθνήσκουσιν, οὔτω καὶ ἐν τῷ Χριστῶ πάντες ζωοποιηθήσονται.
Α Κορ. 15,26 ἔσχατος ἐχθρὸς καταργεῖται ὁ θάνατος·

Α Κορ. 15,51 ἰδοὺ μυστήριον ὑμῖν λέγω· πάντες μὲν οὐ κοιμηθησόμεθα, πάντες δὲ ἀλλαγησόμεθα,
Α Κορ. 15,55 ποῦ σου, θάνατε, τὸ κέντρον; ποῦ σου, ᾅδη, τὸ νῖκος;
Α Κορ. 15,56 τὸ δὲ κέντρον τοῦ θανάτου ἡ ἁμαρτία, ἡ δὲ δύναμις τῆς ἁμαρτίας ὁ νόμος.
Α Κορ-15,32 Εἰ νεκροὶ οὐκ ἐγείρονται, φάγωμεν καὶ πίωμεν, αὔριον γὰρ ἀποθνήσκωμεν.
Α Κορ-15,51-52 Ιδού  μυστήριον υμίν λέγω· Πάντες μέν ου κοιμηθησόμεθα, πάντες δε ἀλλαγησόμεθα, εν ατόμω, εν ριπή οφθαλμού, εν τη εσχάτη σάλπιγγι· σαλπίσει γάρ, και οι νεκροί εγερθήσονται άφθαρτοι, και ημείς αλλαγησόμεθα.
Α Κορ-15,54-55 Όταν δε το φθαρτον τούτο ενδύσηται αφθαρσίαν και το θνητον τούτο σνδύσηται αθανασίαν, τότε γενήσεται ο λόγος ο γεγραμένος . κατεπόθη ο θάνατος είς νίκος. Που σου, θάνατε, το κέντρον; που σου, άδη, το νίκος;
Αποκ. 9,6 καὶ ἐν ταῖς ἡμέραις ἐκείναις ζητήσουσιν οἱ ἄνθρωποι τὸν θάνατον καὶ οὐ μὴ εὑρήσουσιν αὐτόν, καὶ ἐπιθυμήσουσιν ἀποθανεῖν, καὶ φεύξεται ἀπ᾿ αὐτῶν ὁ θάνατος.
Αποκ-14,13 Μακάριοι οι νεκροί οι εν Κυρίω αποθνήσκοντες απ' άρτι.
Αποκ. 20,14 καὶ ὁ θάνατος καὶ ὁ ᾅδης ἐβλήθησαν εἰς τὴν λίμνην τοῦ πυρός· οὗτος ὁ θάνατος ὁ δεύτερός ἐστιν.
Αποκ. 21,4 καὶ ἐξαλείψει ἀπ᾿ αὐτῶν ὁ Θεὸς πᾶν δάκρυον ἀπὸ τῶν ὀφθαλμῶν αὐτῶν, καὶ ὁ θάνατος οὐκ ἔσται ἔτι, οὔτε πένθος οὔτε κραυγὴ οὔτε πόνος οὐκ ἔσται ἔτι· ὅτι τὰ πρῶτα ἀπῆλθον.
Β Κορ-4,11-12 Ἀεὶ γὰρ ἡμεῖς οἱ ζῶντες εἰς θάνατον παραδιδόμεθα διὰ Ἰησοῦν, ἵνα καὶ ἡ ζωὴ τοῦ Ἰησοῦ φανερωθῇ ἐν τῇ θνητῇ σαρκὶ ἡμῶν. ὥστε ὁ μὲν θάνατος ἐν ἡμῖν ἐνεργεῖται, ἡ δὲ ζωὴ ἐν ὑμῖν.
Β Κορ. 5,6-8 Θαῤῥοῦντες οὖν πάντοτε καὶ εἰδότες ὅτι ἐνδημοῦντες ἐν τῷ σώματι ἐκδημοῦμεν ἀπὸ τοῦ Κυρίου· διὰ πίστεως γὰρ περιπατοῦμεν, οὐ διὰ εἴδους· θαῤῥοῦμεν δὲ καὶ εὐδοκοῦμεν μᾶλλον ἐκδημῆσαι ἐκ τοῦ σώματος καὶ ἐνδημῆσαι πρὸς τὸν Κύριον.
Β Κορ. 6,9 ὡς ἀγνοούμενοι καὶ ἐπιγινωσκόμενοι, ὡς ἀποθνήσκοντες καὶ ἰδοὺ ζῶμεν, ὡς παιδευόμενοι καὶ μὴ θανατούμενοι,
Εβρ. 2,14-15 ἐπεὶ οὖν τὰ παιδία κεκοινώνηκε σαρκὸς καὶ αἵματος, καὶ αὐτὸς παραπλησίως μετέσχε τῶν αὐτῶν, ἵνα διὰ τοῦ θανάτου καταργήσῃ τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου, τοῦτ᾿ ἔστι τὸν διάβολον, καὶ ἀπαλλάξῃ τούτους, ὅσοι φόβῳ θανάτου διὰ παντὸς τοῦ ζῆν ἔνοχοι ἦσαν δουλείας.
Εκκλ-12,7 Και επιστρέψη ο χούς επί τήν γήν, ως ήν, καί το πνεύμα επιστρέψη πρός τόν Θεόν, ός έδωκεν αυτό.
Ιωαν-8,51μὴν ἀμὴν λέγω ὑμῖν, ἐάν τις τὸν λόγον τὸν ἐμὸν τηρήσῃ, θάνατον οὐ μὴ θεωρήσῃ εἰς τὸν αἰῶνα.
Ιωαν-11,26 Ο πιστεύων είς εμέ, κάν αποθάνη ζήσεται . και πάς ο ζών και πιστεύων είς εμέ ου μη αποθάνη είς τον αιώνα.
Λουκ. 9,59-60 Εἶπε δὲ πρὸς ἕτερον· ἀκολούθει μοι· ὁ δὲ εἶπε· Κύριε, ἐπίτρεψόν μοι ἀπελθόντι πρῶτον θάψαι τὸν πατέρα μου. εἶπε δὲ αὐτῷ ὁ Ἰησοῦς· ἄφες τοὺς νεκροὺς θάψαι τοὺς ἑαυτῶν νεκρούς· σὺ δὲ ἀπελθὼν διάγγελε τὴν βασιλείαν τοῦ Θεοῦ.
Ματθ. 16,28 ἀμὴν λέγω ὑμῖν, εἰσί τινες τῶν ὧδε ἑστηκότων, οἵτινες οὐ μὴ γεύσωνται θανάτου ἕως ἂν ἴδωσι τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐν τῇ βασιλείᾳ αὐτοῦ.
Παρ-11,7 Τελευτήσαντος ανδρός δικαίου ουκ όλλυται ελπίς, το δέ καυχημα τών ασεβών όλλυται.
Ρωμ-5,12 Διὰ τοῦτο ὥσπερ δι᾿ ἑνὸς ἀνθρώπου ἡ ἁμαρτία εἰς τὸν κόσμον εἰσῆλθε καὶ διὰ τῆς ἁμαρτίας ὁ θάνατος, καὶ οὕτως εἰς πάντας ἀνθρώπους ὁ θάνατος διῆλθεν, ἐφ᾿ ᾧ πάντες ἥμαρτον·
Ρωμ. 6,3  ἢ ἀγνοεῖτε ὅτι ὅσοι ἐβαπτίσθημεν εἰς Χριστὸν Ἰησοῦν εἰς τὸν θάνατον αὐτοῦ ἐβαπτίσθημεν;
Ρωμ. 6,5  εἰ γὰρ σύμφυτοι γεγόναμεν τῷ ὁμοιώματι τοῦ θανάτου αὐτοῦ, ἀλλὰ καὶ τῆς ἀναστάσεως ἐσόμεθα,
Ρωμ-6,7-8 Ο γάρ αποθανών δεδικαίωται από της αμαρτίας. Εί δε απεθάνομεν σύν Χριστώ, πιστεύομεν ότι και συζήσομεν αυτώ
Ρωμ. 6,9-10 Εἰδότες ὅτι Χριστὸς ἐγερθεὶς ἐκ νεκρῶν οὐκέτι ἀποθνήσκει, θάνατος αὐτοῦ οὐκέτι κυριεύει. Ό γάρ απέθανε, τη αμαρτία απέθανεν εφάπαξ, ό δε ζή, ζή τω Θεώ.
Ρωμ-8,36 Καθώς γέγραπται ότι ένεκα σου θανατούμεθα όλην την ημέραν . ελογίσθημεν ως πρόβατα σφαγής
Σειρ-14,12 Μνήσθητι ότι θάνατος ου χρονιεί και διαθήκη άδου ουχ υπεδείχθη σοι
Σειρ. 41,3-4 Μὴ εὐλαβοῦ κρίμα θανάτου, μνήσθητι προτέρων σου και εσχάτων· τούτο το κρίμα παρά Κυρίου πάση σαρκί, και τι απαναίνη εν ευδοκία Υψίστου; είτε δέκα είτε εκατόν είτε χίλια έτη, ουκ έστιν εν άδου ελεγμός ζωής.
Σοφ.Σολ. 7,6 Μία δε πάντων είσοδος εις τον βίον, έξοδός τε ίση.
Ψαλμ-33,22 Θάνατος αμαρτωλών πονηρός, και οι μισούντες το δίκαιον πλημμελήσουσι.
Ψαλμ. 88,49 Τις ἐστιν ἄνθρωπος, ος ζήσεται, και ουκ όψεται θάνατον; ρύσεται την ψυχήν αυτού εκ χειρός άδου;
Ψαλμ-115,6 Τίμιος εναντίον Κυρίου ο θάνατος των οσίων αυτού.
ΠΕΡΙ ΘΑΥΜΑΤΩΝ
Α Κορ. 14,22 ὥστε αἱ γλῶσσαι εἰς σημεῖόν εἰσιν οὐ τοῖς πιστεύουσιν, ἀλλὰ τοῖς ἀπίστοις, ἡ δὲ προφητεία οὐ τοῖς ἀπίστοις, ἀλλὰ τοῖς πιστεύουσιν.
Εβρ. 11,33-35 Οἳ διὰ πίστεως κατηγωνίσαντο βασιλείας, εἰργάσαντο δικαιοσύνην, ἐπέτυχον ἐπαγγελιῶν, ἔφραξαν στόματα λεόντων, ἔσβεσαν δύναμιν πυρός, ἔφυγον στόματα μαχαίρας, ἐνεδυναμώθησαν ἀπὸ ἀσθενείας, ἐγενήθησαν ἰσχυροὶ ἐν πολέμῳ, παρεμβολὰς ἔκλιναν ἀλλοτρίων· ἔλαβον γυναῖκες ἐξ ἀναστάσεως τούς νεκροὺς αὐτῶν· ἄλλοι δὲ ἐτυμπανίσθησαν, οὐ προσδεξάμενοι τὴν ἀπολύτρωσιν, ἵνα κρείττονος ἀναστάσεως τύχωσιν·
Λουκ.10,20 Πλήν εν τούτω μη χαίρετε, οτί τα πνεύματα υμίν υποτάσσεται· χαίρετε δε ότι τα ονόματα ὑμῶν ἐγράφη ἐν τοῖς οὐρανοῖς.
Μαρκ-9,38 Απεκρίθη αυτώ ο Ιωαννής λέγων . Διδάσκαλε, είδομεν τίνα εν τώ ονόματί σου εκβάλλοντα δαιμόνια, ός ούκ ακουλουθεί υμίν, και εκωλύσαμεν αυτόν, ότι ούκ ακολουθεί ημίν.
Μαρκ-9,39 Ο δε Ιησούς είπε . μη κώλύετε αυτόν . ουδείς γάρ εστιν ός ποιήσει δύναμιν επί τω ονοματί μου και δυνήσεται τάχυ κακολογήσαι με . ος γάρ ούκ έστι καθ' ημών, υπέρ ημών εστιν.
Ματθ-7,22 Πολλοί ἐρούσί μοι ἐν ἐκείνη τὴν ἡμέρα· Κύριε Κύριε, οὐ τῷ σῷ ὁνόματι προεφητεύσαμέν, καὶ τῷ σῷ ὁνόματι δαιμόνια ἐξεβάλομεν, καὶ τῷ σῷ ὁνοματί δυνάμεις πολλάς ἐποιήσαμέν;
Ματθ-7,23 Και τότε ομολογήσω αυτοίς ότι ουδέποτε έγνων υμάς . Αποχωρείτε απ' εμού οι εργαζόμενοι την ανομίαν.
Ψαλμ-104,5 Μνήσθητε των θαυμασίων αυτού, ών εποίησε, τά τέρατα αυτού και τά κρίματα του στόματος αυτού.
Ψαλμ-113,3-4 Η θάλασσα είδε και έφυγεν, ο Ιορδάνης εστράφη είς τά οπίσω . τα όρη εσκίρτησαν ωσεί κριοί και οι βουνοί ως αρνία προβάτων.
Ψαλμ-113,5-6 Τι σοί εστι, θάλασσα, ότι έφυγες, και σύ Ιορδάνη, ότι εστράφης είς τά οπίσω; Τα όρη ότι εσκιρτήσατε ωσεί κριοί, και οι βουνοί ως αρνία προβάτων;
ΠΕΡΙ ΘΕΙΑΣ ΚΟΙΝΩΝΙΑΣ
Ιωαν-6,53 Είπεν ούν αυτοίς ο Ιησούς . αμήν αμήν λέγω υμίν, εάν μη φάγετε την σάρκα του υιού του ανθρώπου και πίητε αυτού το αίμα, ούκ έχετε ζωήν εν εαυτοίς.
Ιωαν-6,54 Ο τρώγων μου την και πίνων μου το αίμα έχει ζωήν αιώνιον, και εγώ αναστήσω αυτόν εν τη εσχάτη μέρα.
Ιωαν-6,55 Η γάρ σάρξ μου αληθώς εστί βρώσις, και το αίμα μου αληθώς έστι πόσις.
Ιωαν-6,56 Ο τρώγων μου τη σάρκα και πίνων μου το αίμα εν εμοί μένει, καγώ εν αυτώ.
Ιωαν-6,58 Ούτος εστιν ο άρτος ο εκ του ουρανού καταβάς, ου καθώς έφαγον οι πατέρες υμών το μάννα και απέθανον· ο τρώγων τούτον τον άρτον ζήσεται είς τον αιώνα.
Α Κορ-10,21 Οὐ δύνασθε ποτήριον Κυρίου πίνειν και ποτήριον δαιμονίων· ου δύνασθε τραπέζης Κυρίου μετέχειν και τραπέζης δαιμονίων.
Α Κορ-11,24 Λάβετε, φάγετε τούτο μου εστι το σώμα το υπέρ υμών κλώμενον τούτο ποιείτε είς την εμήν ανάμνησιν.
Α Κορ-11,25 Ωσαύτως και το ποτήριον μετά το δειπνήσαι λέγων τούτο το ποτήριον η καινή διαθήκη εστίν εν τω εμώ αίματι τούτο ποείτε οσάκις αν πίνητε, είς την εμήν ανάμνησιν.
Α Κορ-11,26 Οσάκις γάρ αν εσθίητε τον άρτον τούτον και το ποτήριον τούτο πίνητε τον θάνατον του Κυρίου καταγγέλλετε, άχρις ού αν έλθη.
Α Κορ-11,27 Ώστε ός αν εσθίη τον άρτον τούτον ή πίνη το ποτήριον του Κυρίου αναξίως, ένοχος έσται του σώματος και αίματος του Κυρίου.
Α Κορ-11,28 δοκιμαζέτω δε άνθρωπος εαυτόν και ούτως εκ του άρτου εσθιέτωκαι εκ του ποτηρίου πινέτω.
Α Κορ-11,29 Ο γάρ εσθίων και πίνων αναξίως κρίμα εαυτώ εσθίει και πίνει, μη διακρίνων το σώμα του Κυρίου.
Α Κορ-11,30 Διά τούτο εν υμίν πολλοί ασθενείς και άρρωστοι και κοιμώνται ικανοί.
Α Κορ-11,31 Ει γάρ εαυτούς διεκρίνομεν, ούκ αν εκρινόμεθα.
Α Κορ-11,32 Κρινόμενοι δε υπο του Κυρίου παιδευόμεθα, ίνα μη συν τω κόσμω κατακριθώμεν.
ΠΕΡΙ ΘΕΛΗΜΑΤΟΣ ΔΙΚΟΥ ΜΑΣ  (Καὶ ματαίας σπουδῆς εἰς αὐτό).
Ἰερ.10,23 Οἶδα, Κύριε, ὅτι οὐχὶ τοῦ ἀνθρώπου ἡ ὁδὸς αὐτοῦ, οὐδὲ ἀνὴρ πορεύσεται καὶ κατορθώσει πορείαν αὐτοῦ.
Παρ. 20,24 Παρά Κυρίου εὐθύνεται τα διαβήματα ανδρί, θνητός δε πῶς ἂν νοήσαι τὰς ὁδούς αὐτοῦ;
Ρωμ. 9,15-16 Τῷ γὰρ Μωϋσῆ λέγει· ἐλεήσω ὃν ἂν ἐλεῷ, καὶ οἰκτειρήσω ὃν ἂν οἰκτείρω. ἄρα οὖν οὐ τοῦ θέλοντος οὐδὲ τοῦ τρέχοντος, ἀλλὰ τοῦ ἐλεούντος Θεοῦ.
Σειρ. 21,11-13 Ἔστι κοπιών και πονών και σπεύδων, και τόσω μάλλον υστερείται. ἔστι νωθρός και προσδεόμενος αντιλήψεως, υστερών ισχύϊ και πτωχεία περισσεύει· και οι οφθαλμοί Κυρίου επέβλεψαν αυτω εις αγαθά, και ανώρθωσεν αυτόν εκ ταπεινώσεως αυτού. και ανύψωσε κεφαλήν αυτού και απεθαύμασαν επ’ αύτῶ πολλοί.
Ψαλμ. 36,23 Παρά Κυρίου τα διαβήματα ανθρώπου κατευθύνεται, και την οδόν αυτού θελήσει σφόδρα.
Ψαλμ.126,1 Ἐὰν μὴ Κύριος οἰκοδομήση οἶκον, εἰς μάτην ἐκοπίασαν οἱ οἰκοδομούντες· ἐὰν μὴ Κύριος φυλάξη πόλιν, εἰς μάτην ἡγρύπνησεν ὁ φυλάσσων.
ΠΕΡΙ ΘΕΛΗΜΑΤΟΣ ΤΟΥ ΘΕΟΥ
Α Θεσ. 4,3 Τοῦτο γάρ ἐστι θέλημα τοῦ Θεοῦ, ὁ ἁγιασμὸς ὑμῶν, ἀπέχεσθαι ὑμᾶς ἀπὸ τῆς πορνείας,
Α Θεσ. 5,18 ἐν παντὶ εὐχαριστεῖτε· τοῦτο γὰρ θέλημα Θεοῦ ἐν Χριστῷ Ἰησοῦ εἰς ὑμᾶς.
Α Ιωάν. 2,17 καὶ ὁ κόσμος παράγεται καὶ ἡ ἐπιθυμία αὐτοῦ· ὁ δὲ ποιῶν τὸ θέλημα τοῦ Θεοῦ μένει εἰς τὸν αἰῶνα.
Α Ιωάν. 5,14 καὶ αὕτη ἐστὶν ἡ παῤῥησία ἣν ἔχομεν πρὸς αὐτόν, ὅτι ἐάν τι αἰτώμεθα κατὰ τὸ θέλημα αὐτοῦ, ἀκούει ἡμῶν.
Α Πετρ. 3,17  κρεῖττον γὰρ ἀγαθοποιοῦντας, εἰ θέλοι τὸ θέλημα τοῦ Θεοῦ, πάσχειν ἢ κακοποιοῦντας.
Α Πετρ. 4,2 εἰς τὸ μηκέτι ἀνθρώπων ἐπιθυμίαις, ἀλλὰ θελήματι Θεοῦ τὸν ἐπίλοιπον ἐν σαρκὶ βιῶσαι χρόνον.
Α Πετρ. 4,19  ὥστε καὶ οἱ πάσχοντες κατὰ τὸ θέλημα τοῦ Θεοῦ, ὡς πιστῷ κτίστῃ παρατιθέσθωσαν τὰς ψυχὰς αὐτῶν ἐν ἀγαθοποιΐᾳ.
Β Τιμ. 2 ,26 καὶ ἀνανήψωσιν ἐκ τῆς τοῦ διαβόλου παγίδος, ἐζωγρημένοι ὑπ᾿ αὐτοῦ εἰς τὸ ἐκείνου θέλημα.
Εβρ. 10,36 ὑπομονῆς γὰρ ἔχετε χρείαν, ἵνα τὸ θέλημα τοῦ Θεοῦ ποιήσαντες κομίσησθε τὴν ἐπαγγελίαν.
Εφ. 5,17 διὰ τοῦτο μὴ γίνεσθε ἄφρονες, ἀλλὰ συνιέντες τί τὸ θέλημα τοῦ Κυρίου.
Εφ. 6,6 μὴ κατ᾿ ὀφθαλμοδουλείαν ὡς ἀνθρωπάρεσκοι, ἀλλ᾿ ὡς δοῦλοι τοῦ Χριστοῦ, ποιοῦντες τὸ θέλημα τοῦ Θεοῦ ἐκ ψυχῆς,
Ἠσ.14,24. Τάδε λέγει Κύριος Σαβαώθ· ὃν τρόπον εἴρηκα, οὕτως ἔσται, καὶ ὃν τρόπον βεβούλευμαι, οὕτως μενεῖ.
Ἠσ.14,27. ἃ ὁ Θεὸς ἅγιος βεβούλευται, τίς διασκεδάσει; καὶ τὴν χεῖρα αὐτοῦ τὴν ὑψηλὴν τίς ἀποστρέψει;
Ιω. 4,34       λέγει αὐτοῖς ὁ Ἰησοῦς· ἐμὸν βρῶμά ἐστιν ἵνα ποιῶ τὸ θέλημα τοῦ πέμψαντός με καὶ τελειώσω αὐτοῦ τὸ ἔργον.
Ιω. 5,30       οὐ δύναμαι ἐγὼ ποιεῖν ἀπ᾿ ἐμαυτοῦ οὐδέν. καθὼς ἀκούω κρίνω, καὶ ἡ κρίσις ἡ ἐμὴ δικαία ἐστίν· ὅτι οὐ ζητῶ τὸ θέλημα τὸ ἐμόν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με πατρός.
Ιωαν-6,38 Ότι καταβέβηκα εκ του ουρανού ουχ ίνα ποιώ το θέλημα το εμόν, αλλά το θέλημα του πέμψαντός με.
Ιωάν. 9,31 οἴδαμεν δὲ ὅτι ἁμαρτωλῶν ὁ Θεὸς οὐκ ἀκούει, ἀλλ᾿ ἐάν τις θεοσεβὴς ᾖ καὶ τὸ θέλημα αὐτοῦ ποιῇ, τούτου ἀκούει.
Ματθ-6,10 Ἐλθέτω η βασιλεία σου· γενηθήτω το θέλημά σου, ως εν ουρανώ, και ἐπὶ τῆς γῆς.
Ματθ. 7,21 Οὐ πᾶς ὁ λέγων μοι Κύριε Κύριε, εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, ἀλλ᾿ ὁ ποιῶν τὸ θέλημα τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς.
Ματθ. 12,50 ὅστις γὰρ ἂν ποιήσῃ τὸ θέλημα τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς, αὐτός μου ἀδελφός καὶ ἀδελφὴ καὶ μήτηρ ἐστίν.
Λουκ. 11,2 εἶπε δὲ αὐτοῖς· ὅταν προσεύχησθε, λέγετε· Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς· ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς·
Λουκ. 12,47 ἐκεῖνος δὲ ὁ δοῦλος, ὁ γνοὺς τὸ θέλημα τοῦ κυρίου ἑαυτοῦ καὶ μὴ ἑτοιμάσας μηδὲ ποιήσας πρὸς τὸ θέλημα αὐτοῦ, δαρήσεται πολλάς·
Λουκ. 22,42 λέγων· πάτερ, εἰ βούλει παρενεγκεῖν τοῦτο τὸ ποτήριον ἀπ᾿ ἐμοῦ· πλὴν μὴ τὸ θέλημά μου, ἀλλὰ τὸ σὸν γινέσθω.
Ρωμ. 12,2 καὶ μὴ συσχηματίζεσθαι τῷ αἰῶνι τούτῳ, ἀλλὰ μεταμορφοῦσθαι τῇ ἀνακαινώσει τοῦ νοὸς ὑμῶν, εἰς τὸ δοκιμάζειν ὑμᾶς τί τὸ θέλημα τοῦ Θεοῦ, τὸ ἀγαθὸν καὶ εὐάρεστον καὶ τέλειον.
ΠΕΡΙ ΘΛΙΨΕΩΝ
Α Κορ-4,11 Άχρι της άρτι ώρας και πεινώμεν και διψώμεν και γυμνητεύομεν και κολαφιζόμεθα και αστατούμεν
Α Κορ-4,12 Και κοπιώμεν εργαζόμενοι ταίς ιδίας χερσί . λοιδορούμενοι ευλογούμεν, διωκόμενοι ανεχώμεθα
Α Κορ-4,13 βλασφημούμενοι παρακαλούμεν . ώς περικαθάρματα του κόσμου εγενήθημεν, πάντων περίψημα ως άρτι.
Α Κορ-11,31 Κρινόμενοι δε υπο του Κυρίου παιδευόμεθα, ίνα μη συν τω κόσμω κατακριθώμεν.
Β Κορ-1,4 Ο παρακαλών ημάς εν πάση τη θλίψει ημών, είς το δύνασθαι ημάς παρακαλείν τους εν πάση θλίψει διά της παρακλήσεως ής παρακαλούμεθα αυτοί υπό του Θεού
Β Κορ-4,8 Εν παντί θλιβόμενοι αλλ' ου στενοχωρούμενοι, απορούμενοι αλλ' ου εξαπορούμενοι,
Β Κορ-4,9 διωκόμενοι αλλ' ουκ εγκαταλειπόμενοι, καταβαλλόμενοι αλλ' ουκ απολλύμενοι
Β Κορ-4,16 Διό ουκ εκκακούμεν, αλλ' ει και ο έξω ημών άνθρωπος διαφθείρεται, αλλ' ο έσωθεν ανακαινούται ημέρα και ημέρα.
Β Κορ-4,17 Το γάρ παραυτίκα ελαφρόν της θλίψεως ημών καθ' υπερβολήν είς υπερβολήν αιώνιον βάρος δόξης κατεργάζεται ημίν
Β Κορ-6,4 Αλλ' εν παντί συνιστώντες εαυτούς ως Θεού διάκονοι, έν υπομονή πολλή, εν θλίψεσιν, εν ανάγκας, εν στενοχωρίας …
Β Κορ-12,10 Διο ευδοκώ εν ασθενείαις, εν ύβρεσιν, έν ανάγκας, έν διωγμοίς, εν στενοχώριαις, υπέρ Χριστού . όταν γάρ ασθενώ, τότε δυνατός ειμι.
Ματθ-5,4 Μακάριοι οι πενθούντες ότι αυτοί παρακληθήσονται.
Ματθ-7,14 Τι στενή και τεθλιμένη η οδός η απάγουσα εις την ζωην, και ολίγοι εισιν οι ευρίσκοντες αυτήν.
Κολασ-1,24 Νύν χαίρω εν τοίς παθήμασί μου υπέρ υμών και ανταναπληρώ τα υστερήματα των θλίψεων του Χριστού εν τη σαρκί μου υπέρ του σώματος αυτού, ό εστιν η εκκλησία
Λουκ-6,22 Μακάριοι οι κλαίοντες νύν ότι γελάσετε
Πραξ-14,22 Και ότι δια πολλών θλίψεων δεί ημάς εισελθείν είς την βασιλεία του Θεού.
Ρωμ-2,9 Θλιψις και στενοχωρία επι πασαν ψυχη ανθρωπου του κατεργαζομενου το κακον, Ιουδαίου τε πρωτον και Ελληνος.
Ρωμ-12,12 Τη ελπίδι χαίροντες, τι θλίψει υπομένοντες, τη προσευχή προσκαρτερούντες
Σειρ-11,25 Εν ημέρα αγαθών αμνησία κακών, και εν ημέρα κακών ού μνησθήσεται αγαθών.
Ψαλμ -4,2 Ο Θεός της δικαιοσύνης μου εν θλίψει επλάτυνάς με.
Ψαλμ-19,1 Επακούσαι σου εν ημέρα θλίψεως, υπερασπίσαι σου το όναμα του Θεού Ιακώβ.
Ψαλμ-24,17 Αι θλίψεις της καρδίας μου επληνθύνθησαν, εκ των αναγκών μου εξαγαγέ με.
Ψαλμ-33,5 Εξεζήτησα τον Κύριον, και επηκουσέ μου και εκ πασών των θλίψεων μου ερρύσατό με.
Ψαλμ-33,7 Ούτος ο πτωχός εκέκραξε, και ο Κύριος εισήκουσεν αυτού και εκ πασών των θλίψεων αυτού έσωσεν αυτόν.
Ψαλμ-34,20 Πολλαί αί θλίψεις των δικαίων, και εκ πασών αυτών ρύσεται αυτούς ο Κύριος.
Ψαλμ-45,2 Ο Θεός ημών καταφυγή και δύναμις, βοηθός έν θλίψεσι ταις ευρούσας ημάς σφόδρα.
Ψαλμ-49,15 Και επικάλεσαί με εν ημέρα θλίψεως, και εξελούμαι σε, και δοξάσεις με.
Ψαλμ-53,9 Ότι εκ πάσης θλίψεως ερρύσω με, και εν τοις εχθροίς μου επείδεν ο οφθαλμός μου.
Ψαλμ-65,12 Διήλθομεν δια πυρός και ύδατος, και εξήγαγες ημάς είς αναψυχήν.
Ψαλμ-70,20 Οσας έδειξάς μοι θλίψεις πολλάς και κακάς, και επιστρέψας εζωοποίησας με, και εκ των αβύσσων της γής πάλιν ανήγαγές με.
Ψαλμ. 85,7 Εν ηέρα θλίψεως μου εκέκραξα προς σε, ότι επηκουσάς μου.
Ψαλμ.118,143 Θλίψεις καὶ ἀνάγκαι εὐροσάν με· αἱ ἐντολές σου μελέτη μου.
ΠΕΡΙ ΘΥΜΟΥ ΚΑΙ ΟΡΓΗΣ
Α Τιμ. 2,8 Βούλομαι οὖν προσεύχεσθαι τοὺς ἄνδρας ἐν παντὶ τόπῳ, ἐπαίροντας ὁσίους χεῖρας χωρὶς ὀργῆς καὶ διαλογισμοῦ.
Β Τιμ. 2,24 Δούλον δε Κυρίου ού δεί μάχεσθαι, αλλ' ήπιον είναι προς πάντας, διδακτικόν, ανεξίκακον
Ἐκκλ. 7,9 Μὴ σπεύσης ἐν πνεύματί σου του θυμούσθαι, ότι θυμός εν κόλπω αφρόνων αναπαύσεται.
Ἐκκλ.11,10 Καὶ ἀπόστησον θυμόν από καρδίας σου και παράγαγε πονηρίαν από σαρκός σου, ότι η νεότης και η άνοια ματαιότης.
Εφεσ. 4,26 ὀργίζεσθε, καὶ μὴ ἁμαρτάνετε· ὁ ἥλιος μὴ ἐπιδυέτω ἐπὶ τῷ παροργισμῷ ὑμῶν,
Εφ. 4,31 πᾶσα πικρία καὶ θυμὸς καὶ ὀργὴ καὶ κραυγὴ καὶ βλασφημία ἀρθήτω ἀφ᾿ ὑμῶν σὺν πάσῃ κακίᾳ.
Ιακ. 1,19 Ὥστε, ἀδελφοί μου ἀγαπητοί, ἔστω πᾶς ἄνθρωπος ταχὺς εἰς τὸ ἀκοῦσαι, βραδὺς εἰς τὸ λαλῆσαι, βραδὺς εἰς ὀργήν·
Ιακ. 1,20 ὀργὴ γὰρ ἀνδρὸς δικαιοσύνην Θεοῦ οὐ κατεργάζεται.
Κολ. 3,8 νυνὶ δὲ ἀπόθεσθε καὶ ὑμεῖς τὰ πάντα, ὀργήν, θυμόν, κακίαν, βλασφημίαν, αἰσχρολογίαν ἐκ τοῦ στόματος ὑμῶν·
Ματθ. 5,22 Ἐγὼ δὲ λέγω ὑμῖν ὅτι πᾶς ὁ ὀργιζόμενος τῷ ἀδελφῷ αὐτοῦ εἰκῆ ἔνοχος ἔσται τῇ κρίσει· ὃς δ᾿ ἂν εἴπῃ τῷ ἀδελφῷ αὐτοῦ ῥακά, ἔνοχος ἔσται τῷ συνεδρίῳ· ὃς δ᾿ ἂν εἴπῃ μωρέ, ἔνοχος ἔσται εἰς τὴν γέενναν τοῦ πυρός.
Ρωμ-12,21 Μη νικώ υπό του κακού, αλλά νίκα εν τω αγαθώ το κακόν.
Παρ-11,25 Ψυχή ευλογημένη πάσα απλή, ανήρ δε θυμώδης ούκ ευσχήμων.
Παρ-14,17 Οξυθυμος πρασει μετα αβουλίας, ανήρ δε φρόνιμος πολλά υποφέρει.
Παρ-15,1 Οργη απολλυσι και φρονιμους, απόκρισις δε υποπίπτουσα αποστρέφει θυμόν, λόγος δε λυπηρός εγείρει οργάς.
Παρ-15,18 Ανήρ θυμώδης παρασκευάζει μάχας, μακρόθυμος δε και την μέλλουσαν καταπραϋνει.
Παρ-16,33 Κρείσσων ανήρ μακρόθυμος ισχυρού, ο δε κρατών οργής κρείσσων καταλαμβανομένου πόλιν.
Παρ-21,14 Δόσις λάθριος ανατρέπει οργάς, δώρων δε ο φειδώμενος θυμόν εγείρει ισχυρόν.
Παρ-21,19 Κρείσσον οικείν εν γή ερήμω ή μετά γυναικός μαχίμου και γλωσσώδους και οργίλου.
Παρ-22,24 Μη ίσθι εταίρος ανδρί θυμώδει, φίλω δε οργίλω μη συναυλίζου, μήποτε μάθης των οδών αυτού και λάβης βρόχους τη σή ψυχή.
Παρ. 27,3 Βαρὺ λίθος καὶ δυσβάστακτον ἄμμος, ὀργὴ δὲ ἄφρονος βαρυτέρα ἀμφοτέρων.
Παρ-27,4 Ανελεήμων θυμός και οξεία οργή, αλλ' ούδένα υφίσταται ζήλος.
Παρ-29,22 Ανήρ θυμώδης ορύσσει νείκος, ανήρ οργίλος εξώριξεν αμαρτίαν.
Ρωμ. 12,19 μὴ ἑαυτοὺς ἐκδικοῦντες, ἀγαπητοί, ἀλλὰ δότε τόπον τῇ ὀργῇ· γέγραπται γάρ· ἐμοὶ ἐκδίκησις, ἐγὼ ἀνταποδώσω, λέγει Κύριος.
Σειρ.1,22 Οὐ δυνήσεται θυμός άδικος δικαιωθήναι, η γαρ ροπή του θυμού αυτού πτώσις αυτω.
Σειρ-8,16 Μετά θυμώδους μη ποιήσης μάχην και μη διαπορεύου μετ' αυτού την έρημον· ὅτι ως ουδέν εν οφθαλμοίς αυτού αίμα, και όπου ουκ έστι βοήθεια, καταβάλει σε.
Σειρ-25,15 Ούκ έστι κεφαλή υπέρ κεφαλήν όφεως, και ουκ έστι θυμός υπέρ θυμόν εχθρού.
Σειρ-30,24 Ζήλος και θυμός ελαττούσιν ημέρας, και πρό καιρού γήρας άγει μέριμνα.
Ψαλμ-6,8 Εταράχθη από θυμού ο οφθαλμός μου.
Ψαλμ. 36,8 Παύσαι από οργής και εγκατάλιπε θυμόν, μη παραζήλου ωστε πονηρεύεσθαι·
Ψαλμ. 57,5 Θυμὸς αὐτοῖς κατά την ομοίωσιν του όφεως, ωσεί ασπίδος κωφής και βυούσης τα ώτα αυτής,

Δεν υπάρχουν σχόλια: