ΓΝΩΜΙΚΑ ΠΑΡΟΙΜΙΕΣ

ΑΓΙΟΓΡΑΦΙΚΑ ΧΩΡΙΑ Μ

ΠΕΡΙ ΜΑΓΕΙΑΣ, ΜΑΝΤΕΙΑΣ, ΦΑΡΜΑΚΕΙΑΣ Κ.Τ.Λ.
ΑΓΙΟΓΡΑΦΙΚΑ ΧΩΡΙΑ Μ
Δαν-2,27 Και απεκρίθη Δανιήλ ενώπιον του βασιλέως και είπε· Το μυστήριον, ό επερωτά, ού έστι σοφών, μάγων, επαοιδών, γαζαρινών αναγγείλαι τω βασιλεί.
Δευτ-18,10 Ουχ ευρεθήσεται εν σοί περικαθαίρων τον υιόν αυτού ή την θυγατέρα αυτού εν πυρί, μαντευόμενος μαντείαν, κληδονιζόμενος και οιωνιζόμενος,
Δευτ-18,11 φαρμακός επαείδων επαοιδήν, εγγαστρίμυθος και τερατοσκόπος, επερωτών τους νεκρούς.
Εξοδ-7,11 Συνεκάλεσε δε Φαραώ τους σοφιστάς Αιγύπτου και τους φαρμακούς, και εποίησαν και οι επαοιδοί των Αιγυπτίων ταίς φαρμακείας αυτών ωσαύτως.
Εξοδ-7,22 Εποίησαν δε ωσαύτως και οι επαοιδοί των Αιγυπτίων ταίς φαρμακείας αυτών . και εσκληρύνθη η καρδία Φαραώ, και ούκ εισήκουσεν αυτών, καθάπερ είπε Κύριος.
Εξοδ-8,3 Εποίησαν δε ωσαύτως και οι επαοιδοί των Αιγυπτίων ταίς φαρμακείας αυτών και  ανήγαγον τους βατράχους επί γήν Αιγύπτου.
Εξοδ-8,14 Εποίησαν δε ωσαύτως και οι επαοιδοί ταίς φαρμακείας αυτών εξαγαγείν τον σκνίφα και ούκ ηδύνατο και εγένοντο οι σκνίφες εν τε τοίς ανθρώποις και εν τοις τετράποσιν.
Εξοδ-8,15 Είπαν ούν οι επαοιδοί τω Φαραώ . δάκτυλος Θεού έστι τούτο. Και εσκληρύνθη η καρδία Φαραώ και ούκ εισήκουσεν αυτών, καθάπερ ελάλησε Κύριος.
Εξοδ-9,11 Και ούκ ηδύνατο οι φαρμακοί στήναι εναντίον Μωυσή διά τα έλκη . Εγένετο γάρ τα έλκη εν τοίς φαρμακοίς και εν πάση γή Αιγύπτω.
Εξοδ-22,18 Φαρμακούς ού περιποιήσετε.
Λευτ-19,26 Μη έσθετε επί των ορέων και ούκ οιωνιείσθε, ουδέ ορνιθοσκοπήσεσθε.
Λευτ-19,31 Ουκ επακολουθήσετε εγγαστριμύθοις και τοίς επαοιδοίς ού προσκολληθήσετε, εκμιανθήναι εν αυτοίς . εγώ ειμί Κύριος ο Θεός υμών.
Λευτ-20,6 Και ψυχή, ή αν επακολουθήση εγγαστριμύθοις ή επαοιδοίς, ώστε εκπορνεύσαι οπίσω αυτών, επιστήσω το προσωπόν μου επί την ψυχήν εκείνην και απολώ αυτήν εκ του λαού αυτής.
Λευτ-20,27 Και ανήρ ή γυνή, ός αν γένηται αυτών εγγαστρίμυθος ή επαοιδός, θανάτω θανατούσθωσαν αμφότεροι . λίθοις λιθοβολήσεται αυτούς, ένοχοι εισι.
Πραξ. 8,9 Ἀνὴρ δέ τις ὀνόματι Σίμων προϋπῆρχεν ἐν τῇ πόλει μαγεύων καὶ ἐξιστῶν τὸ ἔθνος τῆς Σαμαρείας, λέγων εἶναί τινα ἑαυτὸν μέγαν·
Πραξ. 8,11 προσεῖχον δὲ αὐτῷ διὰ τὸ ἱκανῷ χρόνῳ ταῖς μαγείαις ἐξεστακέναι αὐτούς.
Πραξ. 13,6 Διελθόντες δὲ τὴν νῆσον ἄχρι Πάφου εὗρόν τινα μάγον ψευδοπροφήτην Ἰουδαῖον ᾧ ὄνομα Βαριησοῦς,
Πραξ. 13,8 ἀνθίστατο δὲ αὐτοῖς Ἐλύμας ὁ μάγος -οὕτω γὰρ μεθερμηνεύεται τὸ ὄνομα αὐτοῦ- ζητῶν διαστρέψαι τὸν ἀνθύπατον ἀπὸ τῆς πίστεως.
Σειρ-34,5 Μαντείαι και οιωνισμοί και ενύπνια μάταια εστι, και ως ωδινούσις φαντάζεται καρδία.
ΠΕΡΙ ΜΑΚΑΡΙΣΜΩΝ
Α Κορ. 7,40 μακαριωτέρα δέ ἐστιν ἐὰν οὕτω μείνῃ, κατὰ τὴν ἐμὴν γνώμην· δοκῶ δὲ κἀγὼ Πνεῦμα Θεοῦ ἔχειν.
Α Πε. 3,14 ἀλλ᾿ εἰ καὶ πάσχοιτε διὰ δικαιοσύνην, μακάριοι. τὸν δὲ φόβον αὐτῶν μὴ φοβηθῆτε μηδὲ ταραχθῆτε,
Α Πε. 4,14 εἰ ὀνειδίζεσθε ἐν ὀνόματι Χριστοῦ, μακάριοι, ὅτι τὸ τῆς δόξης καὶ δυνάμεως καὶ τὸ τοῦ Θεοῦ Πνεῦμα ἐφ᾿ ὑμᾶς ἀναπαύεται· κατὰ μὲν αὐτοὺς βλασφημεῖται, κατὰ δὲ ὑμᾶς δοξάζεται.
Αποκ. 1,3 μακάριος ὁ ἀναγινώσκων καὶ οἱ ἀκούοντες τοὺς λόγους τῆς προφητείας καὶ τηροῦντες τὰ ἐν αὐτῇ γεγραμμένα· ὁ γὰρ καιρὸς ἐγγύς.
Αποκ. 14,13 Καὶ ἤκουσα φωνῆς ἐκ τοῦ οὐρανοῦ λεγούσης· γράψον, μακάριοι οἱ νεκροὶ οἱ ἐν Κυρίῳ ἀποθνήσκοντες ἀπ᾿ ἄρτι. ναί, λέγει τὸ Πνεῦμα, ἵνα ἀναπαύσωνται ἐκ τῶν κόπων αὐτῶν· τὰ δὲ ἔργα αὐτῶν ἀκολουθεῖ μετ᾿ αὐτῶν.
Αποκ. 16,15 ᾿Ἰδοὺ ἔρχομαι ὡς κλέπτης· μακάριος ὁ γρηγορῶν καὶ τηρῶν τὰ ἱμάτια αὐτοῦ, ἵνα μὴ γυμνὸς περιπατῇ καὶ βλέπωσι τὴν ἀσχημοσύνην αὐτοῦ.
Αποκ. 19,9 Καὶ λέγει μοι· γράψον, μακάριοι οἱ εἰς τὸ δεῖπνον τοῦ γάμου τοῦ ἀρνίου κεκλημένοι. καὶ λέγει μοι· οὗτοι οἱ λόγοι ἀληθινοὶ τοῦ Θεοῦ εἰσι.
Αποκ. 20,6 μακάριος καὶ ἅγιος ὁ ἔχων μέρος ἐν τῇ ἀναστάσει τῇ πρώτῃ· ἐπὶ τούτων ὁ δεύτερος θάνατος οὐκ ἔχει ἐξουσίαν, ἀλλ᾿ ἔσονται ἱερεῖς τοῦ Θεοῦ καὶ τοῦ Χριστοῦ, καὶ βασιλεύσουσι μετ᾿ αὐτοῦ χίλια ἔτη.
Αποκ. 22,7 καὶ ἰδοὺ ἔρχομαι ταχύ. μακάριος ὁ τηρῶν τοὺς λόγους τῆς προφητείας τοῦ βιβλίου τούτου.
Αποκ. 22,14 Μακάριοι οἱ ποιοῦντες τὰς ἐντολὰς αὐτοῦ, ἵνα ἔσται ἡ ἐξουσία αὐτῶν ἐπὶ τὸ ξύλον τῆς ζωῆς, καὶ τοῖς πυλῶσιν εἰσέλθωσιν εἰς τὴν πόλιν.
Ματθ-5,3 Μακάριοι οἱ πτωχοί τῷ πνεύματι ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν.
Ματθ-5,4 Μακάριοι οἱ πενθούντες ὅτι αὐτοὶ παρακληθησονται.
Ματθ-5,5 Μακάριοι οἱ πραεῖς ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν.
Ματθ-5,6 Μακάριοι οἱ πεινώντες καὶ διψώντες τὴν δικαιοσύνην, ὅτι αὐτοὶ χορτασθήσονται.
Ματθ-5,7 Μακάριοι οἱ ἐλεήμονες ὅτι αὐτοὶ ἐλεηθήσονται.
Ματθ-5,8 Μακάριοι οἱ καθαροὶ τὴν καρδία ὅτι αὐτοὶ τὸν Θεὸν ὅψονται.
Ματθ-5,9 Μακάριοι οἱ εἰρηνοποιοὶ ὅτι αὐτοὶ υἰοὶ Θεοῦ κληθήσονται.
Ματθ-5,10 Μακάριοι οἰ δεδιωγμένοι ἔνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν.
Ματθ-5,11 Μακάριοι ἔστε ὅταν ὁνειδίσωσιν ὑμᾶς καὶ διώξωσι καὶ εἴπωσι πᾶν πονηρὸν ρῆμα καθ’ ἡμῶν ψευδόμενοι ἔνεκεν ἐμοῦ.
Ματθ-5,12 Χαίρετε καὶ ἀγαλλιάσθε ὅτι ὁ μισθὸς ἡμῶν πολὺς ἐν τοῖς οὐρανοῖς οὔτω γὰρ ἐδίωξαν τοὺς προφήτας τοὺς πρὸ ὑμῶν.
Ματθ. 11,6 καὶ μακάριός ἐστιν ὃς ἐὰν μὴ σκανδαλισθῇ ἐν ἐμοί.
Ματθ. 13,16 Ὑμῶν δὲ μακάριοι οἱ ὀφθαλμοί, ὅτι βλέπουσι, καὶ τὰ ὦτα ὑμῶν, ὅτι ἀκούουσιν.
Ματθ. 16,17 καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτῷ· μακάριος εἶ, Σίμων Βαριωνᾶ, ὅτι σάρξ καὶ αἷμα οὐκ ἀπεκάλυψέ σοι, ἀλλ᾿ ὁ πατήρ μου ὁ ἐν τοῖς οὐρανοῖς.
Ματθ. 24,46 μακάριος ὁ δοῦλος ἐκεῖνος ὃν ἐλθὼν ὁ κύριος αὐτοῦ εὑρήσει ποιοῦντα οὕτως.
Λουκ. 1,45 καὶ μακαρία ἡ πιστεύσασα ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου.
Λουκ. 6,21 μακάριοι οἱ πεινῶντες νῦν, ὅτι χορτασθήσεσθε. μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε.
Λουκ. 6,22 μακάριοί ἐστε ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς καὶ ὀνειδίσωσι καὶ ἐκβάλωσι τὸ ὄνομα ὑμῶν ὡς πονηρὸν ἕνεκα τοῦ υἱοῦ τοῦ ἀνθρώπου.
Λουκ. 10,23 Καὶ στραφεὶς πρὸς τοὺς μαθητὰς κατ᾿ ἰδίαν εἶπε· μακάριοι οἱ ὀφθαλμοὶ οἱ βλέποντες ἃ βλέπετε.
Λουκ. 11,27 Ἐγένετο δὲ ἐν τῷ λέγειν αὐτὸν ταῦτα ἐπάρασά τις γυνὴ φωνὴν ἐκ τοῦ ὄχλου εἶπεν αὐτῷ· μακαρία ἡ κοιλία ἡ βαστάσασά σε καὶ μαστοὶ οὓς ἐθήλασας.
Λουκ. 11,28 αὐτὸς δὲ εἶπε· μενοῦνγε μακάριοι οἱ ἀκούοντες τὸν λόγον τοῦ Θεοῦ καὶ φυλάσσοντες αὐτόν.
Λουκ. 12,37 μακάριοι οἱ δοῦλοι ἐκεῖνοι, οὓς ἐλθὼν ὁ κύριος εὑρήσει γρηγοροῦντας. ἀμὴν λέγω ὑμῖν ὅτι περιζώσεται καὶ ἀνακλινεῖ αὐτούς, καὶ παρελθὼν διακονήσει αὐτοῖς.
Λουκ. 12,38 καὶ ἐὰν ἔλθῃ ἐν τῇ δευτέρᾳ φυλακῇ καὶ ἐν τῇ τρίτῃ φυλακῇ ἔλθῃ καὶ εὕρῃ οὕτω, μακάριοί εἰσιν οἱ δοῦλοι ἐκεῖνοι.
Λουκ. 12,43 μακάριος ὁ δοῦλος ἐκεῖνος, ὃν ἐλθὼν ὁ κύριος αὐτοῦ εὑρήσει οὕτω ποιοῦντα.
Λουκ. 14,14 καὶ μακάριος ἔσῃ, ὅτι οὐκ ἔχουσιν ἀνταποδοῦναί σοι· ἀνταποδοθήσεται γάρ σοι ἐν τῇ ἀναστάσει τῶν δικαίων.
Λουκ. 14,15 Ἀκούσας δέ τις τῶν συνανακειμένων ταῦτα εἶπεν αὐτῷ· μακάριος ὃς φάγεται ἄριστον ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ.
Λουκ. 23,29 ὅτι ἰδοὺ ἔρχονται ἡμέραι ἐν αἷς ἐροῦσι· μακάριαι αἱ στεῖραι καὶ κοιλίαι αἳ οὐκ ἐγέννησαν, καὶ μαστοὶ οἳ οὐκ ἐθήλασαν.
Αποκ-1,3 Μακάριος ο αναγινώσκων και οι ακούοντες τους λόγους της προφητείας και τηρούντες τα εν αυτή γεγραμένα, ο γάρ καιρός εγγύς.
Αποκ-14,13 Μακάριοι οι νεκροί οι εν Κυρίω αποθνήσκοντες απ' άρτι.
Αποκ-16,15 Ιδού έρχομαι ως κλέπτης, μακάριος ο γρηγορών και τηρών τα ίματια αυτού, ίνα μη γυμνός περιπατή και βλέπωσι την ασχημοσύνην αυτού.
Αποκ-19,9 Μακάριοι οι είς το δείπνο του γάμου του αρνίου κεκλημένοι.
Αποκ-22,7 Και ιδού έρχομαι ταχύ.Μακάριος ο τηρών τους λόγους της προφητείας του βιβλίου τούτου.
Αποκ-22,14 Μακάριοι οι ποιούντες τας εντολάς αυτού, ίνα έσται η εξουσία αυτών επί το ξύλον της ζωής, και τοίς πυλώσιν εισέλθωσιν είς την πόλιν.
Εκκλ-10,17 Μακαρία συ, γή, ής ο βασιλεύς σου υιός ελευθέρων και οι άρχοντές σου προς καιρόν φάγονται έν δυνάμει και ούκ αισχυνθήσονται.
Ησ-31,9 Μακάριος ός έχει εν Σιών σπέρμα και οικείους εν Ιερουσαλήμ.
Ησ-32,20 Μακάριοι οι σπείροντες επί πάν ύδωρ, ού βούς και όνος πατεί.
Ιακ. 1,12  Μακάριος ἀνὴρ ὃς ὑπομένει πειρασμόν· ὅτι δόκιμος γενόμενος λήψεται τὸν στέφανον τῆς ζωῆς, ὃν ἐπηγγείλατο ὁ Κύριος τοῖς ἀγαπῶσιν αὐτόν.
Ιακ. 1,25  ὁ δὲ παρακύψας εἰς νόμον τέλειον τὸν τῆς ἐλευθερίας καὶ παραμείνας, οὗτος οὐκ ἀκροατὴς ἐπιλησμονῆς γενόμενος, ἀλλὰ ποιητὴς ἔργου, οὗτος μακάριος ἐν τῇ ποιήσει αὐτοῦ ἔσται.
Ιακ-5,11 Ιδου μακαριζομεν τους υπομένοντας, την υπομονην Ιωβ ηκούσατε και το τελος Κυρίου είδατε.
Ιωάν. 13,17 εἰ ταῦτα οἴδατε, μακάριοί ἐστε ἐὰν ποιῆτε αὐτά.
Ιωάν. 20,29 λέγει αὐτῷ ὁ Ἰησοῦς· ὅτι ἑώρακάς με, πεπίστευκας· μακάριοι οἱ μὴ ἰδόντες καὶ πιστεύσαντες.
Παρ-3,13 Μακάριος άνθρωπος ός εύρε σοφίαν και θνητός ός είδε φρόνησι.
Παρ-28,14 Μακάριος ανήρ, ός καταπτήσσει πάντα δια ευλάβειαν, ο δε σκληρός την καρδίαν εμπεσείται κακοίς.
Πραξ. 20,35 πάντα ὑπέδειξα ὑμῖν ὅτι οὕτω κοπιῶντας δεῖ ἀντιλαμβάνεσθαι τῶν ἀσθενούντων, μνημονεύειν τε τὸν λόγον τοῦ Κυρίου Ἰησοῦ, ὅτι αὐτὸς εἶπε· μακάριόν ἐστι μᾶλλον διδόναι ἢ λαμβάνειν.
Ρωμ. 4,7  μακάριοι ὧν ἀφέθησαν αἱ ἀνομίαι καὶ ὧν ἐπεκαλύφθησαν αἱ ἁμαρτίαι·
Ρωμ. 4,8  μακάριος ἀνὴρ ᾧ οὐ μὴ λογίσηται Κύριος ἁμαρτίαν.
Ρωμ. 14,22 σὺ πίστιν ἔχεις; κατὰ σεαυτὸν ἔχε ἐνώπιον τοῦ Θεοῦ. μακάριος ὁ μὴ κρίνων ἑαυτὸν ἐν ᾧ δοκιμάζει.
Σειρ-14,1 Μακάριος ανήρ, ός ούκ ωλίσθησεν εν στόματι αυτού και ού κατενύγη εν λύπη αμαρτίας.
Σειρ-14,2 Μακάριος ός ου κατέγνω η ψυχή αυτού, και ός ούκ έπεσεν από της ελπίδος αυτού.
Σειρ-14,20 Μακάριος ανήρ, ός εν σοφία τελευτήσει και ός εν συνέσει αυτού διαλεχθήσεται.
Σειρ-25,8 Μακάριος ο συνοικών γυναικί συνετή, και ός εν γλώση ουκ ωλίσθησε, και ός ουκ εδούλευσεν αναξίω αυτού
Σειρ-25,9 Μακάριος ός εύρε φρόνησιν, και ο διηγούμενος είς ώτα ακουόντων.
Σειρ-26,1 Γυναικός αγαθής μακάριος ο ανήρ, και αριθμός των ημερών αυτού διπλάσιος.
Σειρ-31,8 Μακάριος πλούσιος, ός ευρέθη άμμωμος και ός οπίσω χρυσίου ούκ επορεύθη.
Σολομ-3,13 Μακαρία στείρα η αμίαντος ήτις ούκ έγνω κοίτην εν παραπτώματι, έξει καρπόν εν επισκοπή ψυχών.
Ψαλμ.1,1 Μακάριος ανήρ ός ούκ επορεύθη εν βουλή ασεβών και εν οδώ αμαρτωλών ούκ έστη και επι καθέδρα λοιμών ούκ εκάθισεν.
Ψαλμ-31,1 Μακάριοι ών αφέθησαν αί ανομίαι και ών επεκαλύφθησαν αί αμαρτίαι.
Ψαλμ-31,2 Μακάριος ανήρ, ώ ού μη λογίσηται Κύριος αμαρτίαν, ουδέ εστιν εν τώ στόματι αυτού δόλος.
Ψαλμ-32,12 Μακάριον το έθνος, ου έστι Κύριος ο Θέος αυτού, λαός, όν εξελέξατο εις κληρονομίαν εαυτώ.
Ψαλμ-39,5 Μακάριος ανήρ, ου έστι το όνομα Κυρίου ελπίς αυτού, και ούκ επέβλεψεν εις ματαιότητας και μανίας ψευδής.
Ψαλμ-40,1 Μακάριος ο συνιών επι πτωχόν και πένητα εν ημέρα πονηρά ρύσεται αυτόν ο Κύριος.
Ψαλμ-83,5 Μακάριοι οι κατοικούντες εν τω οίκω σου, εις τους αιώνας των αιώνων αινεσουσί σε.
Ψαλμ-83,6 Μακάριος ανήρ, ώ έστιν η αντίληψις αυτού παρα σοί
Ψαλμ-84,13 Μακάριος άνθρωπος ο ελπίζων επι σε.
Ψαλμ-88,16 Μακάριος ο λαός ο γινώσκων αλαλαγμόν, Κύριε, εν τω φωτί του προσώπου σου πορεύσονται.
Ψαλμ-93,12 Μακάριος ο άνθρωπος όν αν παιδεύσεις, Κύριε, και εκ του νόμου σου διδάξεις αυτόν.
Ψαλμ-105,3 Μακάριοι οι φυλάσσοντες κρίσιν και ποιούντες δικαιοσύνην εν παντί καιρώ.
Ψαλμ-111,1 Μακάριος ανήρ ο φοβούμενος τον Κύριον, εν ταίς εντολαίς αυτού θελήση σφόδρα.
Ψαλμ-118,1 Μακάριοι οί άμμωμοι εν οδώ οί πορευόμενοι εν νόμω Κυρίου.
Ψαλμ-118,2 Μακάριοι οί εξερευνώντες τα μαρτύρια αυτού εν όλη καρδία εκζητήσουσιν αυτόν.
Ψαλμ-127,1 Μακάριοι πάντες οί φοβούμενοι τον Κύριον, οί πορευόμενοι εν ταίς οδοίς αυτού.
ΠΕΡΙ ΜΑΚΡΟΘΥΜΙΑΣ ΚΑΙ ΠΡΑΟΤΗΤΟΣ
Α Θεσ. 5,14 Παρακαλοῦμεν δὲ ὑμᾶς, ἀδελφοί, νουθετεῖτε τοὺς ἀτάκτους, παραμυθεῖσθε τοὺς ὀλιγοψύχους, ἀντέχεσθε τῶν ἀσθενῶν, μακροθυμεῖτε πρὸς πάντας.
Α Κορ. 4,21 τί θέλετε; ἐν ῥάβδῳ ἔλθω πρὸς ὑμᾶς, ἢ ἐν ἀγάπῃ πνεύματί τε πρᾳότητος;
Α Κορ. 13,4 Ἡ ἀγάπη μακροθυμεῖ, χρηστεύεται, ἡ ἀγάπη οὐ ζηλοῖ, ἡ ἀγάπη οὐ περπερεύεται, οὐ φυσιοῦται,
Α Τιμ. 6,11 Σὺ δέ, ὦ ἄνθρωπε τοῦ Θεοῦ, ταῦτα φεῦγε· δίωκε δὲ δικαιοσύνην, εὐσέβειαν, πίστιν, ἀγάπην, ὑπομονήν, πρᾳότητα.
Β Κορ. 6,6 ἐν ἁγνότητι, ἐν γνώσει, ἐν μακροθυμίᾳ, ἐν χρηστότητι, ἐν Πνεύματι Ἁγίῳ, ἐν ἀγάπῃ ἀνυποκρίτῳ,
Β Πε. 3,9  οὐ βραδύνει ὁ Κύριος τῆς ἐπαγγελίας, ὥς τινες βραδυτῆτα ἡγοῦνται, ἀλλὰ μακροθυμεῖ εἰς ἡμᾶς, μὴ βουλόμενός τινας ἀπολέσθαι, ἀλλὰ πάντας εἰς μετάνοιαν χωρῆσαι.
Β Πε. 3,15 καὶ τὴν τοῦ Κυρίου ἡμῶν μακροθυμίαν σωτηρίαν ἡγεῖσθε, καθὼς καὶ ὁ ἀγαπητὸς ἡμῶν ἀδελφὸς Παῦλος κατὰ τὴν αὐτῷ δοθεῖσαν σοφίαν ἔγραψεν ὑμῖν,
Β Τιμ. 2,25 ἐν πρᾳότητι παιδεύοντα τοὺς ἀντιδιατιθεμένους, μήποτε δῷ αὐτοῖς ὁ Θεὸς μετάνοιαν εἰς ἐπίγνωσιν ἀληθείας,
Β Τιμ. 3,10 Σὺ δὲ παρηκολούθηκάς μου τῇ διδασκαλίᾳ, τῇ ἀγωγῇ, τῇ προθέσει, τῇ πίστει, τῇ μακροθυμίᾳ, τῇ ἀγάπῃ, τῇ ὑπομονῇ,
Β Τιμ. 4,2 κήρυξον τὸν λόγον, ἐπίστηθι εὐκαίρως ἀκαίρως, ἔλεγξον, ἐπιτίμησον, παρακάλεσον, ἐν πάσῃ μακροθυμίᾳ καὶ διδαχῇ.
Γαλ. 5,22-23 ὁ δὲ καρπὸς τοῦ Πνεύματός ἐστιν ἀγάπη, χαρά, εἰρήνη, μακροθυμία, χρηστότης, ἀγαθωσύνη, πίστις, πρᾳότης, ἐγκράτεια· κατὰ τῶν τοιούτων οὐκ ἔστι νόμος.
Γαλ. 6,1 Ἀδελφοί, ἐὰν καὶ προληφθῇ ἄνθρωπος ἔν τινι παραπτώματι, ὑμεῖς οἱ πνευματικοὶ καταρτίζετε τὸν τοιοῦτον ἐν πνεύματι πρᾳότητος σκοπῶν σεαυτόν, μὴ καὶ σὺ πειρασθῇς.
Εβρ. 6,12 ἵνα μὴ νωθροὶ γένησθε, μιμηταὶ δὲ τῶν διὰ πίστεως καὶ μακροθυμίας κληρονομούντων τὰς ἐπαγγελίας.
Εβρ. 6,15 καὶ οὕτω μακροθυμήσας ἐπέτυχε τῆς ἐπαγγελίας.
Εφ. 4,2 μετὰ πάσης ταπεινοφροσύνης καὶ πρᾳότητος, μετὰ μακροθυμίας, ἀνεχόμενοι ἀλλήλων ἐν ἀγάπῃ,
Ιακ. 5,7 Μακροθυμήσατε οὖν, ἀδελφοί, ἕως τῆς παρουσίας τοῦ Κυρίου. ἰδοὺ ὁ γεωργὸς ἐκδέχεται τὸν τίμιον καρπὸν τῆς γῆς, μακροθυμῶν ἐπ᾿ αὐτῷ ἕως λάβῃ ὑετὸν πρώϊμον καὶ ὄψιμον.
Ιακ. 5,8 μακροθυμήσατε καὶ ὑμεῖς, στηρίξατε τὰς καρδίας ὑμῶν, ὅτι ἡ παρουσία τοῦ Κυρίου ἤγγικε.
Ιακ. 5,10 ὑπόδειγμα λάβετε, ἀδελφοί μου, τῆς κακοπαθείας καὶ τῆς μακροθυμίας τοὺς προφήτας, οἳ ἐλάλησαν τῷ ὀνόματι Κυρίου.
Κολ. 1,11 ἐν πάσῃ δυνάμει δυναμούμενοι κατὰ τὸ κράτος τῆς δόξης αὐτοῦ εἰς πᾶσαν ὑπομονὴν καὶ μακροθυμίαν, μετὰ χαρᾶς
Κολ. 3,12 Ἐνδύσασθε οὖν, ὡς ἐκλεκτοὶ τοῦ Θεοῦ ἅγιοι καὶ ἠγαπημένοι, σπλάγχνα οἰκτιρμοῦ, χρηστότητα, ταπεινοφροσύνην, πρᾳότητα, μακροθυμίαν,
Ματθ. 5,5 Μακάριοι οι πραείς ότι αυτοί κληρονομήσουσι την γήν.
Ματθ.11,29 Μαθετε απ' εμου ότι πράος ειμι και ταπεινός την καρδία
Ματθ. 18,26 πεσὼν οὖν ὁ δοῦλος προσεκύνει αὐτῷ λέγων· κύριε, μακροθύμησον ἐπ᾿ ἐμοὶ καὶ πάντα σοι ἀποδώσω.
Παρ.14,29 Μακρόθυμος ανήρ πολύς εν φρονήσει, ο δε ολιγόψυχος ισχυρώς άφρων.
Παρ.14,30 Πραΰθυμος ἀνὴρ καρδίας ἰατρός, σής δε οστέων καρδία αισθητική.
Παρ.15,18 Ανήρ θυμώδης παρασκευάζει μάχας, μακρόθυμος δε και την μέλλουσαν καταπραϋνει.
Παρ.15,18α Μακρόθυμος ανήρ κατασβέσει κρίσεις, ο δε ασεβής εγείρη μάλλον.
Παρ.16,19 Κρείσσων πραϋθυμος μετά ταπεινώσεως ή ος διαιρείται σκύλα μετά υβριστών.
Παρ.16,32 Κρείσσων ανήρ μακρόθυμος ισχυρού, ο δε κρατών οργής κρείσσων καταλαμβανομένου πόλιν.
Παρ.17,27 Ός φείδεται ρήμα προέσθαι σκληρόν, επιγνώμων, μακρόθυμος δε ανήρ φρόνιμος.
Ρωμ. 2,4  ἢ τοῦ πλούτου τῆς χρηστότητος αὐτοῦ καὶ τῆς ἀνοχῆς καὶ τῆς μακροθυμίας καταφρονεῖς, ἀγνοῶν ὅτι τὸ χρηστὸν τοῦ Θεοῦ εἰς μετάνοιάν σε ἄγει;
Σειρ.1,23 Εώς καιρού ανθέξεται μακρόθυμος, και ύστερον αυτώ αναδώσει ευφροσύνη
Σειρ. 3,17 Τεκνον, εν πραότητι τα εργα σου διέξαγε, και από ανθρώπου δεκτού αγαπηθήση.
Σειρ.10,15 Ρίζας εθνών εξέτιλεν ο Κύριος και εφύτευσε ταπεινούς αντ ‘ αυτών.
Σειρ.10,28 Τέκνον, εν πραϋτητι δόξασον την ψυχήν σου και δος αυτη τιμήν κατά την αξίαν αυτής.
Τιτ. 3,2 μηδένα βλασφημεῖν, ἀμάχους εἶναι, ἐπιεικεῖς, πᾶσαν ἐνδεικνυμένους πρᾳότητα πρὸς πάντας ἀνθρώπους.
Ψαλμ. 24,9 Ὁδηγήσει πραεῖς ἐν κρίσει, διδάξει πραεῖς ὁδοὺς αὐτοῦ.
Ψαλμ. 36,11 Οἱ δὲ πραεῖς κληρονομήσουσι γην και κατατρυφήσουσιν επί πλήθει ειρήνης.
Ψαλμ. 75,10 Ἐν τῷ ἀναστήναι εις κρίσιν τον Θεόν του σώσαι πάντας τους πραείς της γης.
Ψαλμ. 146, 6 Ἀναλαμβάνων πραείς ο Κύριος, ταπεινών δε αμαρτωλούς έως της γης.
Ψαλμ. 149,4 Ὅτι ευδοκεί Κύριος εν τω λαω αυτού και υψώσει πραείς εν σωτηρία.
ΠΕΡΙ ΜΑΚΡΟΗΜΕΡΕΥΣΕΩΣ
Γεν-5,27 Και εγένοντο πάσαι αι ημέραι Μαθουσάλα, ας έζησεν, εννέα και εξήκοντα και εννεακόσια έτη, και απέθανε.
Εβρ-11,5 Πίστει Ενώχ μετετέθη του μη ιδείν θάνατον, και ουχ ευρίσκετο, διότι μετέθηκεν αυτόν ο Θεός. Προ γάρ της μεταθέσεως αυτού μεμαρτύρηται ευηρεστηκέναι τώ Θεώ.
Εκκλ-6,6 Και ει έζησε χιλίων ετών καθόδους και αγαθωσύνην ουκ είδε, μη ουκ είς τόπον ένα πορεύεται τά πάντα;
Εξοδ-20,12 Τίμα τον πατέρα σου και την μητέρα σου ίνα ευ σοι γένηται και μακροχρόνιος γένη επι της γής.
Παρ-3,1-2 Υιέ, εμών νομίμων μη επιλανθάνου, τα δε ρήματά μου τηρείτω σή καρδία . μήκος γάρ βίου και έτη ζωής και ειρήνην προσθήσουσί σοι.
Παρ. 3,16 Μῆκος γὰρ βίου καὶ ἔτη ζωῆς ἐν τῇ δεξιᾷ αὐτῆς, [τῆς σοφίας] ἐν δὲ τῇ ἀριστερᾷ αὐτῆς πλοῦτος καὶ δόξα·
Παρ. 4,10 Ἄκουε, υἱέ, καὶ δέξαι ἐμοὺς λόγους, καὶ πληθυνθήσεται ἔτη ζωῆς σου, ἵνα σοι γένωνται πολλαὶ ὁδοὶ βίου·
Παρ. 9,10-11 Ἀρχὴ σοφίας φόβος Κυρίου, καὶ βουλὴ ἁγίων σύνεσις, τὸ δὲ γνῶναι νόμον διανοίας ἐστὶν ἀγαθῆς· τούτῳ γὰρ τῷ τρόπῳ πολὺν ζήσεις χρόνον, καὶ προστεθήσεταί σοι ἔτη ζωῆς σου.
Παρ. 10,27 Φόβος Κυρίου προστίθησιν ἡμέρας, ἔτη δὲ ἀσεβῶν ὀλιγωθήσεται.
Παρ. 16,31 Στέφανος καυχήσεως γῆρας, ἐν δὲ ὁδοῖς δικαιοσύνης εὑρίσκεται.
Σειρ-1,12 Φόβος Κυρίου τέρψει καρδίαν και δώσει ευφροσύνην και χαράν και μακροημέρευσην.
Σοφ. Σειρ.18,9-10. «Ἀριθμὸς ἡμερῶν ἀνθρώπου πολλὰ ἔτη ἑκατόν· ὡς σταγὼν ὕδατος ἀπὸ θαλάσσης καὶ ψῆφος ἄμμου, οὕτως ὀλίγα ἔτη ἐν ἡμέραις αἰῶνος».
Σειρ-26,1 Γυναικός αγαθής μακάριος ο ανήρ, και αριθμός των ημερών αυτού διπλάσιος.
Σειρ-30,22 Ευφροσύνη καρδίας ζωή ανθρώπου, και αγαλλίαμα ανδρός μακροημέρευσις.
Σειρ-30,24 Ζήλος και θυμός ελαττούσιν ημέρας, και πρό καιρού γήρας άγει μέριμνα.
Σειρ-41,4 Είτε δέκα είτε εκατόν είτε χίλια έτη, ουκ έστιν εν άδου ελεγμός ζωής.
Σειρ-41,13 Αγαθής ζωής αριθμός ημερών, καί αγαθόν όνομα είς αιώνα διαμένει.
Σοφ. Σολομ. 4,8 Γήρας γάρ τίμιον ού το πολυχρόνιον ουδέ αριθμώ ετών μετρήται . πολιά δε έστι φρόνησις ανθρώποις και ηλικία γήρως βίος ακηλίδωτος.
Σοφ. Σολομ. 4,13 Τελειωθείς εν ολίγω επλήρωσε χρόνους μακρούς.
Ψαλμ. 38,5 Γνώρισόν μοι, Κύριε, τὸ πέρας μου καὶ τὸν ἀριθμὸν τῶν ἡμερῶν μου, τίς ἐστιν, ἵνα γνῶ τί ὑστερῶ ἐγώ.
Ψαλμ-89,10 Αι ημέραι των ετών ημών εν αυτοίς εβδομήκοντα έτη, και το πλείον αυτών κόπος και πόνος, ότι επήλθε η πραότης εφ' ημάς, και παιδευθησόμεθα.
ΠΕΡΙ ΜΑΛΑΚΩΝ
Α Κορ-6,9 Μη πλανάσθε· ούτε πόρνοι ούτε ειδωλολάτραι ούτε μοιχοί ούτε μαλακοί ούτε αρσενοκοίται ούτε πλεονέκται ούτε κλέπται ούτε μέθυσοι, ού λοίδοροι, ούχ άρπαγες βασιλείαν Θεού ού κληρονομήσουσι.
Γεν-38,9 Γνούς δε Αυνάν ότι ουκ αυτώ έσται τω σπέρμα, εγίνετο όταν εισήρχετο προς την γυναίκα του αδελφού αυτού, εξέχεεν επί την γήν του μη δούναι σπέρμα τω αδελφώ αυτού.
Γεν-38,10 Πονηρόν δε εφάνη εναντίον του Θεού, ότι ποιήσε τούτο, και εθανάτωσε και τούτον.
Ρωμ-1,24 Διό και παρέδωκεν αυτούς ο Θεός έν τάς επιθυμίας των καρδίων αυτών είς ακαθαρσίαν του ατιμάζεσθαι τα σώματα αυτών έν αυτοίς
Σειρ-23,17 Ψυχή θερμή ως πύρ καιόμενον, ου μη σβεσθή έως άν καταποθή· άνθρωπος πόρνος εν σώματι σαρκός αυτού, ου μή παύσηται έως άν εκκαύση πύρ· ανθρώπω πόρνω πάς άρτος ηδύς, ου μή κοπάση έως άν τελευτήση.
ΠΕΡΙ ΜΑΡΤΥΡΙΟΥ ΚΑΙ ΜΑΡΤΥΡΩΝ
Α Κορ. 1,6 καθὼς τὸ μαρτύριον τοῦ Χριστοῦ ἐβεβαιώθη ἐν ὑμῖν,
Α Κορ. 2,1 Κἀγὼ ἐλθὼν πρὸς ὑμᾶς ἀδελφοί, ἦλθον οὐ καθ᾿ ὑπεροχὴν λόγου ἢ σοφίας καταγγέλλων ὑμῖν τὸ μαρτύριον τοῦ Θεοῦ.
Α Πετρ. 5,1 Πρεσβυτέρους τοὺς ἐν ὑμῖν παρακαλῶ ὁ συμπρεσβύτερος καὶ μάρτυς τῶν τοῦ Χριστοῦ παθημάτων, ὁ καὶ τῆς μελλούσης ἀποκαλύπτεσθαι δόξης κοινωνός,
Αποκ. 11,3 καὶ δώσω τοῖς δυσὶ μάρτυσί μου, καὶ προφητεύσουσιν ἡμέρας χιλίας διακοσίας ἑξήκοντα, περιβεβλημένοι σάκκους.
Αποκ. 17,6 καὶ εἶδον τὴν γυναῖκα μεθύουσαν ἐκ τοῦ αἵματος τῶν ἁγίων καὶ ἐκ τοῦ αἵματος τῶν μαρτύρων Ἰησοῦ. καὶ ἐθαύμασα ἰδὼν αὐτὴν θαῦμα μέγα.
Α Τιμ. 2,6 ὁ δοὺς ἑαυτὸν ἀντίλυτρον ὑπὲρ πάντων, τὸ μαρτύριον καιροῖς ἰδίοις,
Β Κορ. 1,12 Ἡ γὰρ καύχησις ἡμῶν αὕτη ἐστί, τὸ μαρτύριον τῆς συνειδήσεως ἡμῶν, ὅτι ἐν ἁπλότητι καὶ εἰλικρινείᾳ Θεοῦ, οὐκ ἐν σοφίᾳ σαρκικῇ, ἀλλ᾿ ἐν χάριτι Θεοῦ ἀνεστράφημεν ἐν τῷ κόσμῳ, περισσοτέρως δὲ πρὸς ὑμᾶς.
Β Τιμ. 1,8 μὴ οὖν ἐπαισχυνθῇς τὸ μαρτύριον τοῦ Κυρίου ἡμῶν μηδὲ ἐμὲ τὸν δέσμιον αὐτοῦ, ἀλλὰ συγκακοπάθησον τῷ εὐαγγελίῳ κατὰ δύναμιν Θεοῦ,
Εβρ. 12,1 Τοιγαροῦν καὶ ἡμεῖς, τοσοῦτον ἔχοντες περικείμενον ἡμῖν νέφος μαρτύρων, ὄγκον ἀποθέμενοι πάντα καὶ τὴν εὐπερίστατον ἁμαρτίαν, δι᾿ ὑπομονῆς τρέχωμεν τὸν προκείμενον ἡμῖν ἀγῶνα,
Λουκ. 21,12-13 πρὸ δὲ τούτων πάντων ἐπιβαλοῦσιν ἐφ᾿ ὑμᾶς τὰς χεῖρας αὐτῶν καὶ διώξουσι, παραδιδόντες εἰς συναγωγὰς καὶ φυλακάς, ἀγομένους ἐπὶ βασιλεῖς καὶ ἡγεμόνας ἕνεκεν τοῦ ὀνόματός μου· ἀποβήσεται δὲ ὑμῖν εἰς μαρτύριον.
Μαρκ. 13,9 ἀρχαὶ ὠδίνων ταῦτα. Βλέπετε δὲ ὑμεῖς ἑαυτούς. παραδώσουσι γὰρ ὑμᾶς εἰς συνέδρια καὶ ἐν ταῖς συναγωγαῖς αὐτῶν δαρήσεσθε, καὶ ἐπὶ ἡγεμόνων καὶ βασιλέων σταθήσεσθε ἕνεκεν ἐμοῦ εἰς μαρτύριον αὐτοῖς.
Ματθ. 20,22 Ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν· οὐκ οἴδατε τί αἰτεῖσθε. δύνασθε πιεῖν τὸ ποτήριον ὃ ἐγὼ μέλλω πίνειν, ἢ τὸ βάπτισμα ὃ ἐγὼ βαπτίζομαι βαπτισθῆναι; λέγουσιν αὐτῷ· δυνάμεθα.
Πραξ. 4,33 καὶ μεγάλῃ δυνάμει ἀπεδίδουν τὸ μαρτύριον οἱ ἀπόστολοι τῆς ἀναστάσεως τοῦ Κυρίου Ἰησοῦ χάρις τε μεγάλη ἦν ἐπὶ πάντας αὐτούς.
Πραξ. 7,58-59 καὶ ἐκβαλόντες ἔξω τῆς πόλεως ἐλιθοβόλουν. καὶ οἱ μάρτυρες ἀπέθεντο τὰ ἱμάτια αὐτῶν παρὰ τοὺς πόδας νεανίου καλουμένου Σαύλου, καὶ ἐλιθοβόλουν τὸν Στέφανον, ἐπικαλούμενον καὶ λέγοντα· Κύριε Ἰησοῦ, δέξαι τὸ πνεῦμά μου.
Πραξ. 22,20 καὶ ὅτε ἐξεχεῖτο τὸ αἷμα Στεφάνου τοῦ μάρτυρός σου, καὶ αὐτὸς ἤμην ἐφεστὼς καὶ συνευδοκῶν τῇ ἀναιρέσει αὐτοῦ καὶ φυλάσσων τὰ ἱμάτια τῶν ἀναιρούντων αὐτόν.
ΠΕΡΙ ΜΑΤΑΙΟΤΗΤΟΣ
Α Κορ. 3,20 καὶ πάλιν· Κύριος γινώσκει τοὺς διαλογισμοὺς τῶν σοφῶν, ὅτι εἰσὶ μάταιοι.
Εκκλ-1,2 Ματαιότης ματαιοτήτων, εἶπεν ὁ ἐκκλησιαστής, ματαιότης ματαιοτήτων τὰ πάντα ματαιότης.
Εκκλ-3,20 Τα πάντα είς τόπον ένα· τα πάντα εγένετο από του χοός, και τα πάντα επιστρέψει είς τον χούν.
Εκκλ-5,10 Αγαπών αργύριον ου πλησθήσεται αργυρίου . και τις ηγάπησεν εν πλήθει αυτών γένημα; Και γε τούτο ματαιότης.
Εφ. 4,17      μηκέτι ὑμᾶς περιπατεῖν καθὼς καὶ τὰ λοιπὰ ἔθνη περιπατεῖ ἐν ματαιότητι τοῦ νοὸς αὐτῶν,
Ησ. 44,9 Πάντες μάταιοι οἱ ποιούντες τα καταθύμια αυτών, ἅ οὐκ ὠφελήσει αυτούς· 
Ιακ.1,26 Εἴ τις δοκεῖ θρῆσκος εἶναι ἐν ὑμῖν μὴ χαλιναγωγῶν γλῶσσαν αὐτοῦ, ἀλλ᾿ ἀπατῶν καρδίαν αὐτοῦ, τούτου μάταιος ἡ θρησκεία.
Ιερ-2,5 Τάδε λέγει Κύριος· τὶ εὔροσαν οἱ πατέρες ὑμῶν ἐν ἐμοῖ πλημμέλημα, ὅτι ἀπέστησαν μακράν ἀπ' ἐμοῦ καἰ ἐπορεύθησαν ὁπίσω τῶν ματαίων καὶ ἐματαιώθησαν;
Παρ.12,11 Οἱ δὲ διώκοντες μάταια ἐνδεεῖς φρενῶν.
Ρωμ. 8,20 τῇ γὰρ ματαιότητι ἡ κτίσις ὑπετάγη, οὐχ ἑκοῦσα, ἀλλὰ διὰ τὸν ὑποτάξαντα, ἐπ᾿ ἐλπίδι
Τιτ. 3,9 μωρὰς δὲ ζητήσεις καὶ γενεαλογίας καὶ ἔρεις καὶ μάχας νομικὰς περιΐστασο· εἰσὶ γὰρ ἀνωφελεῖς καὶ μάταιοι.
Ψαλμ-4,2 Υἱοὶ ἀνθρώπων, ἕως πότε βαρυκάρδιοι; ἱνατί ἀγαπᾶτε ματαιότητα καὶ ζητεῖτε ψεῦδος;
Ψαλμ. 30,7 Ἐμίσησας τοὺς διαφυλάσσοντας ματαιότητας διακενῆς· ἐγὼ δὲ ἐπὶ τῷ Κυρίῳ ἤλπισα.
Ψαλμ. 38,7 μέντοιγε ἐν εἰκόνι διαπορεύεται ἄνθρωπος, πλὴν μάτην ταράσσεται· θησαυρίζει καὶ οὐ γινώσκει τίνι συνάξει αὐτά.
Ψαλμ-39,5 Μακάριος ἀνήρ, οὗ ἐστι τὸ ὄνομα Κυρίου ἐλπὶς αὐτοῦ, καὶ οὐκ ἐπέβλεψεν εἰς ματαιότητας καὶ μανίας ψευδεῖς.  
ΠΕΡΙ ΜΕΓΑΛΟΡΡΗΜΟΣΥΝΗΣ ΚΑΙ ΜΕΓΑΛΛΟΡΡΗΜΟΝΟΣ
Α΄Βασ.2,3 Μὴ καυχάσθε, και μη λαλείτε υψηλά, μη εξελθέτω μεγαλορρημοσύνη εκ του στόματος υμών, ότι Θεός γνώσεων Κύριος και Θεός ετοιμάζων επιτηδεύματα αυτού.
Οβδ.1,12 καὶ μὴ ἐπίδῃς ἡμέραν ἀδελφοῦ σου ἐν ἡμέρᾳ ἀλλοτρίων καὶ μὴ ἐπιχαρῇς ἐπὶ τοὺς υἱοὺς Ἰούδα ἐν ἡμέρᾳ ἀπωλείας αὐτῶν καὶ μὴ μεγαλοῤῥημονήσῃς ἐν ἡμέρᾳ θλίψεως,
Ψαλμ.11,4-5 Ἐξολοθρεύσαι Κύριος πάντα τὰ χείλη τὰ δόλια καὶ γλώσσαν μεγαλορρήμονα. Τοὺς εἰπόντας· τὴν γλώσσαν ἡμῶν μεγαλυνοῦμεν, τὰ χείλη ἡμῶν παρ’ ἡμῖν ἐστι· τις ἡμῶν Κύριός ἐστιν;
Ψαλμ. 34,26 Αἰσχυνθείησαν καὶ ἐντραπείησαν ἅμα οἱ ἐπιχαίροντες τοῖς κακοῖς μου, ἐνδυσάσθωσαν αἰσχύνην καὶ ἐντροπὴν οἱ μεγαλοῤῥημονοῦντες ἐπ᾿ ἐμέ.
Ψαλμ. 37,17 Ὅτι εἶπα· μήποτε ἐπιχαρῶσί μοι οἱ ἐχθροί μου· καὶ ἐν τῷ σαλευθῆναι πόδας μου ἐπ᾿ ἐμὲ ἐμεγαλοῤῥημόνησαν.
Ψαλμ. 54,13 Ὅτι εἰ ἐχθρὸς ὠνείδισέ με, ὑπήνεγκα ἄν, καὶ εἰ ὁ μισῶν ἐπ᾿ ἐμὲ ἐμεγαλοῤῥημόνησεν, ἐκρύβην ἂν ἀπ᾿ αὐτοῦ.
ΠΕΡΙ ΜΕΘΗΣ, ΟΙΝΟΥ ΚΑΙ ΜΕΘΥΟΝΤΩΝ
Α΄Τιμ. 5,23 Μηκέτι υδροπότει, αλλ' οίνω ολίγω χρώ δια τον στόμαχόν σου και τας πυκνάς σου ασθενείας.
Ἐκκλ. 7,2 Ἀγαθόν πορευθήναι εις οίκον πένθους ή ότι πορευθήναι εις οίκον πότου,
Εφεσ-5,18 Και μη μεθύσκεσθε οίνω, εν ώ έστι ασωτία
Ησ-5,11 Ουαί οι εγειρόμενοι το πρωί, και τα σίκερα διώκοντες, οι μένοντες το όψε, ο γάρ οίνος αυτούς συγκαύσει.
Ησ-5,22 Ουαί οι ισχύοντες ημών, οι πίνοντες τον οίνον και οι δυνάσται οι κεραννύντες τα σικερά
Ἰωήλ 1,5 Ἐκνήψατε, οι μεθύοντες, εξ οίνου αυτών και κλαύσατε· θρηνήσατε, πάντες οι πίνοντες οίνον εις μέθην, ότι εξήρθη εκ στόματος υμών ευφροσύνη και χαρά.
Λουκ-21,34 Προσέχετε δε εαυτοίς μήποτε βαρηθώσιν υμών αι καρδίαι εν κραιπάλη και μέθη και μέριμνες βιοτικαίς, και αιφνίδιος ἐφ’ ἡμᾶς ἐπιστῇ ἡ ἡμέρα ἐκείνη.
Παρ.12,11α Ὅς ἐστιν ἡδὺς ἐν οἴνων διατριβαῖς, ἐν τοῖς ἐαυτοῦ ὀχυρώμασι καταλείψει ἀτιμίαν.
Παρ-20,1 Ακόλαστον οίνος και υβριστικόν μέθη, πάς δε άφρων τοιούτοις συμπλέκεται.
Παρ-21,17 Ανήρ ενδεής αγαπά εφροσύνην, φιλών οίνον και έλαιον είς πλούτον.
Παρ-23,20 Μη ίσθι οινοπότης, μηδέ εκτείνου συμβουλαίς κρέων τε αγορασμοίς
Παρ-23,21 πάς γάρ μέθυσος και πορνοκόπος πτωχεύσει, και ενδύσεται διερρηγμένα και ρακώδη πάς υπνώδης.
Παρ-23,31 Μὴ μεθύσκεσθε ἐν οἴνοις, ἀλλὰ ὁμιλεῖτε ἀνθρώποις δικαίοις καὶ ὁμιλεῖτε ἐν περιπάτοις· ἐὰν γὰρ εἰς τὰς φιάλας καὶ τὰ ποτήρια δῷς τοὺς ὀφθαλμούς σου, ὕστερον περιπατήσεις γυμνότερος ὑπέρου.
Ρωμ.13,13 Ὠς ἐν ἡμέρα εὐσχημόνως περιπατήσωμεν, μη κώμοις και μέθαις, μη κοίτας και ασελγείαις, μη έριδι και ζήλω,
Σειρ.19,1 Εργάτης μέθυσος ού πλουτισθήσεται
Σειρ.19,2 Οἶνος καὶ γυναίκες αποστήσουσι συνετούς, και ο κολλώμενος πόρναις τολμηρότερος έσται·
Σειρ. 31,25 Εν οίνω μη ανδρίζου, πολλούς γάρ απώλεσεν ο οίνος.
Σειρ. 31,27 Ἔπισον ζωῆς οἶνος ἀνθρώπῳ, ἐὰν πίνης αὐτὸν μέτρω αὐτοῦ. Τὶς ζωὴ ἐλασσουμένω οἴνω; Καὶ αὐτὸς ἔκτισται εἰς ἐφροσύνην ἀνθρώποις.
Σειρ. 31,28 Αγαλλίαμα καρδίας και εφροσύνη ψυχής οίνος πινόμενος εν καιρώ αυτάρκης.
Σειρ. 31,29 Πικρία ψυχής οίνος πινόμενος πολύς εν ερεθισμώ και αντιπτώματι.
Σειρ. 31,30 Πληθύνει μέθη θυμόν άφρονος είς πρόσκομμα, ελαττών ισχύν και προσποιών τραύματα.
Σειρ. 31,31 Ἐν συμποσίω οίνου μη ελέγξης τον πλησίον και μη εξουδενώσης αυτόν εν ευφροσύνη αυτού· λόγον ονειδισμού μη είπης αυτω, και μη αυτόν θλίψης εν απαιτήσει.
Ψαλμ.103,15 Και οίνος ευφραίνει καρδίαν ανθρώπου του ιλαρύναι πρόσωπον εν ελαίω, και άρτος καρδίαν ανθρώπου στηρίζει.
ΠΕΡΙ ΜΕΛΛΟΝΤΩΝ ΑΓΑΘΩΝ
Α Κορ-2,9 Αλλά καθώς γέγραπται, ά οφθαλμός ούκ είδε και ούς ούκ ήκουσε και επί καρδίαν ανθρώπου ούκ ανέβη, ά ητοίμασεν ο Θεός τοίς αγαπώσιν αυτόν.
Α Κορ-9,25 Πας ο αγωνιζόμενος πάντα εγκρατεύεται, εκείνοι μεν ούν ίνα φθαρτόν στέφανον λάβωσιν ημείς δε άφθαρτον.
Αποκ-2,7 Τω νικώντι δώσω αυτώ φαγειν εκ του ξύλου της ζωής, ο εστιν εν τω παραδείσω του Θεου μου.
Αποκ-2,10 Γίνου πιστός άχρι θανάτου και δώσω σοι τον στέφανον της ζωής.
Αποκ-2,11 Ο νικών ου μη αδικηθή εκ του θανάτου του δευτέρου.
Αποκ-2,17 Τω νικώντι δώσω αυτώ του μάννα του κεκρυμμένου.
Αποκ-2,26 Και ο νικών και ο τηρών άχρι τέλους τα έργα μου, δώσω αυτώ εξουσίαν επί των εθνών.
Αποκ-3,21 Ο νικών, δώσω αυτώ καθίσαι μετ' εμού εν τω θρόνω μου, ως καγώ ενίκησα και εκάθισα μετά του πατρός μου εν τω θρόνω αυτού.
Αποκ-21,7 Ο νικών, έσται αυτώ ταύτα, και έσομαι αυτώ Θεός και αυτός έσται μοι υιός.
Αποκ-21,10 Και απήνεγκέ με εν πνεύματι επ' όρος μέγα και υψηλόν.Και έδειξέ μοι την πόλιν την αγίαν Ιερουσαλήμ καταβαίνουσαν εκ του ουρανού από του Θεού,
Αποκ-21,11 έχουσαν την δόξαν του Θεού . ο φωστήρ αυτής όμοιος λίθω τιμιωτάτω, ως λίθω ιάσπιδι κρυσταλλίζοντι
Αποκ-21,12 έχουσα τείχος μέγα και υψηλόν, έχουσα πυλώνας δώδεκα, και επί τοίς πυλώσιν αγγέλους δώδεκα, και ονόματα επιγεγραμένα, ά εστιν ονόματα των δώδεκα φυλών των υιών Ισραήλ.
Αποκ-21,13 Απ' ανατολών πυλώνες τρείς, και από βορρά πυλώνες τρείς, και από νότου πυλώνες τρείς, και από δυσμών πυλώνες 3.
Αποκ-21,14 Και το τείχος της πόλεως έχον θεμελίους δώδεκα, και επ' αυτών δώδεκα ονόματα των 12 Ἀποστόλων του αρνίου.
Αποκ-21,15 Και ο λαλών μετ' εμού είχε μέτρον κάλαμον χρυσούν ίνα μετρήση την πόλιν και τους πυλώνας αυτής και το τείχος αυτής.
Αποκ-21,16 Και η πόλις τετράγωνος κείται, και το μήκος αυτής όσον και το πλάτος.Και εμέτρησε την πόλιν εν τώ καλάμω επί
σταδίους δώδεκα χιλιάδων, το μήκος και το πλάτος και το ύψος αυτής ίσα εστί.
Αποκ-21,17 Και εμέτρησε το τείχος αυτής εκατόν τεσσαράκοντα τεσσάρων πηχών, μέτρον ανθρώπου, ό εστιν αγγέλου.
Αποκ-21,18 Και η δόμησις του τείχους αυτής ίασπις, και η πόλις χρυσίον καθαρόν, όμοιων υάλω καθαρώ.
Αποκ-21,19 Οι θεμέλιοι του τείχους της πόλεως παντί λίθω τιμίω κεκοσμημένοι . ο θεμέλιος ο πρώτος ίασπις, ο δεύτερος σάπφειρος, ο τρίτος χαλκηδών, ο τέταρτος σμάραγδος,
Αποκ-21,20 ο πέμπτος σαρδόνυξ, ο έκτος σάρδιον, ο έβδομος χρυσόλιθος, ο όγδοος βήρυλλός, ο ένατος τοπάζιον, ο δέκατος χρυσόπρασος, ο ενδέκατος υάκινθος, ο δωδέκατος αμέθυστος.
Αποκ-21,21 Και οι δώδεκα πυλώνες δώδεκα μαργαρίται . ανα είς έκαστος των πυλώνων ήν εξ ενός μαργαρίτου.Και η πλατεία της πόλεως χρυσίον καθαρόν ως ύαλος διυγής.
Αποκ-21,22-23 Και ναόν ούκ είδον εν αυτή· ο γάρ Κύριος ο Θεός ο παντοκράτωρ ναός αυτής εστι, και το αρνίον. Και η πόλις ού χρείαν έχει του ηλίου ουδέ της σελήνης ίνα φαίνωσιν αυτή· η γάρ δόξα του Θεού εφώτισεν αυτήν, και ο λύχνος αυτής το αρνίον.
Αποκ-21,24-27 Και περιπατήσουσι τα έθνη δια του φωτός αυτής, και οι βασιλείς της γής φέρουσι την δόξαν και την τιμήν αυτών είς αυτήν, και οι πυλώνες αυτής ου μη κλεισθώσιν ημέρας· νύξ γάρ ούκ έσται εκεί· και οίσουσι την δόξαν και την τιμήν των εθνών είς αυτήν. Και ου μη εισέλθη είς αυτήν πάν κοινόν και ο ποιών βδέλυγμα και ψεύδος, εί μη οι γεγραμένοι εν τω βιβλίω της ζωής του αρνίου.
Β΄Πέτρ. 3,13 Καινοὺς δὲ οὐρανοὺς καὶ γῆν καινήν κατὰ τὸ επάγγελμα αὐτοῦ προσδοκώμεν, ἐν οἷς δικαιοσύνη κατοικεῖ.
Ιωαν-14,2 Εν τη οικία του πατρός μου μοναί πολλαί εισιν . ει δε μη, είπον αν υμίν.Πορεύομαι ετοιμάσαι τόπον υμίν
Λουκ-23,43 Και είπεν αυτώ ο Ιησούς . Αμήν λέγω σοι, σήμερον μετ' εμού έση εν τω παραδείσω.
Μαρκ-10,29 Αμήν λέγω υμίν, ουδείς εστιν ός άφηκεν οικίαν ή αδελφούς ή αδελφάς ή πατέρα ή μητέρα ή γυναίκα ή τέκνα ή αγρούς ένεκεν εμού και ένεκεν του ευαγγελίου,
Μαρκ-10,30 εάν μη λάβη εκατονταπλασίονα νυν εν τω καιρώ τούτω οικίας και αδελφούς και αδελφάς και πατέρα και μητέρα και τέκνα και αγρούς μετά διωγμών, και εν τω αιώνι το ερχομένω ζωήν αιώνιον.
Ματθ-22,30 Εν γάρ τη αναστάσει ούτε γαμούσιν ούτε εκγαμίζονται αλλ' ως άγγελοι Θεού εν ουρανώ είσι.
Ματθ-25,34 Τότε ερεί ο βασιλεύς τοίς εξ' δεξιών αυτού . δεύτε οι ευλογημένοι του πατρός μου, κληρονομήσατε την ητοιμασμένην υμίν βασιλεία από καταβολής κόσμου.
ΠΕΡΙ ΜΕΡΙΜΝΩΝ
Α Κορ. 7,32 θέλω δὲ ὑμᾶς ἀμερίμνους εἶναι. ὁ ἄγαμος μεριμνᾷ τὰ τοῦ Κυρίου, πῶς ἀρέσει τῷ Κυρίῳ·
Α Κορ. 7,33 ὁ δὲ γαμήσας μεριμνᾷ τὰ τοῦ κόσμου, πῶς ἀρέσει τῇ γυναικί.
Α Πετρ. 5,7 πᾶσαν τὴν μέριμναν ὑμῶν ἐπιῤῥίψαντες ἐπ᾿ αὐτόν, ὅτι αὐτῷ μέλει περὶ ὑμῶν,
Β Τιμ-2,4 Ουδείς στρατευόμενος εμπλέκεται ταίς του βίου πραγματείαις, ίνα τω στρατολογήσαντι αρέση.
Ἐκκλ. 2,26 Ὅτι τῷ ἀνθρώπω τῷ ἀγαθῷ πρὸ προσώπου αὐτοῦ ἔδωκε σοφίαν καὶ γνώσιν καὶ εὐφροσύνην· καὶ τῷ ἁμαρτάνοντι ἔδωκε περισπασμόν τοῦ προσθείναι καὶ τοῦ συναγαγεῖν, τοῦ δούναι τῷ ἀγαθῷ πρὸ προσώπου τοῦ Θεοῦ·
Λουκ. 10,41-42 ἀποκριθεὶς δὲ εἶπεν αὐτῇ ὁ Ἰησοῦς· Μάρθα Μάρθα, μεριμνᾷς καὶ τυρβάζῃ περὶ πολλά· ἑνὸς δὲ ἔστι χρεία. Μαρία δὲ τὴν ἀγαθὴν μερίδα ἐξελέξατο, ἤτις οὐκ ἀφαιρεθήσεται ἀπ’ αὐτῆς.
Λουκ. 12,11 ὅταν δὲ προσφέρωσιν ὑμᾶς ἐπὶ τὰς συναγωγὰς καὶ τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας, μὴ μεριμνᾶτε πῶς ἢ τί ἀπολογήσησθε ἢ τί εἴπητε·
Λουκ. 12,22 Εἶπε δὲ πρὸς τοὺς μαθητὰς αὐτοῦ· διὰ τοῦτο λέγω ὑμῖν, μὴ μεριμνᾶτε τῇ ψυχῇ ὑμῶν τί φάγητε, μηδὲ τῷ σώματι ὑμῶν τί ἐνδύσησθε.
Λουκ. 12,25-26 τίς δὲ ἐξ ὑμῶν μεριμνῶν δύναται προσθεῖναι ἐπὶ τὴν ἡλικίαν αὐτοῦ πῆχυν ἕνα; εἰ οὖν οὔτε ἐλάχιστον δύνασθε, τί περὶ τῶν λοιπῶν μεριμνᾶτε;
Λουκ-12,29 Και υμείς μη ζητείτε τι φάγεται και τι πίητε, και μη μετεωρίζεσθε· ταύτα γάρ πάντα τα έθνη του κόσμου επιζητεί· ημών δε ο πατήρ οίδεν ότι χρήζετε τούτων
Λουκ. 21,34 Προσέχετε δὲ ἑαυτοῖς μήποτε βαρηθῶσιν ὑμῶν αἱ καρδίαι ἐν κραιπάλῃ καὶ μέθῃ καὶ μερίμναις βιοτικαῖς, καὶ αἰφνίδιος ἐφ᾿ ὑμᾶς ἐπιστῇ ἡ ἡμέρα ἐκείνη·
Ματθ. 6,25 Διὰ τοῦτο λέγω ὑμῖν, μὴ μεριμνᾶτε τῇ ψυχῇ ὑμῶν τί φάγητε καὶ τί πίητε, μηδὲ τῷ σώματι ὑμῶν τί ἐνδύσησθε· οὐχὶ ἡ ψυχὴ πλεῖόν ἐστι τῆς τροφῆς καὶ τὸ σῶμα τοῦ ἐνδύματος;
Ματθ. 6,27-28 τίς δὲ ἐξ ὑμῶν μεριμνῶν δύναται προσθεῖναι ἐπὶ τὴν ἡλικίαν αὐτοῦ πῆχυν ἕνα; καὶ περὶ ἐνδύματος τί μεριμνᾶτε; καταμάθετε τὰ κρῖνα τοῦ ἀγροῦ πῶς αὐξάνει· οὐ κοπιᾷ οὐδὲ νήθει·
Ματθ-6,30 Ει δε τον χόρτον του αγρού, σήμερον όντα και αύριον εις κλίβανον βαλόμενον ο Θεός ούτως αμφιέννυσιν, ου πολλώ μάλλον υμάς ολιγόπιστοι;
Ματθ. 6,31 μὴ οὖν μεριμνήσητε λέγοντες, τί φάγωμεν ἢ τί πίωμεν ἢ τί περιβαλώμεθα;
Ματθ. 6,34 Μὴ οὖν μεριμνήσητε εἰς τὴν αὔριον· ἡ γὰρ αὔριον μεριμνήσει τὰ ἑαυτῆς· ἀρκετὸν τῇ ἡμέρᾳ ἡ κακία αὐτῆς.
Ματθ. 10,19 ὅταν δὲ παραδώσωσιν ὑμᾶς, μὴ μεριμνήσητε πῶς ἢ τί λαλήσετε· δοθήσεται γὰρ ὑμῖν ἐν ἐκείνῃ τῇ ὥρᾳ τί λαλήσετε.
Ματθ. 13,22 ὁ δὲ εἰς τὰς ἀκάνθας σπαρείς, οὗτός ἐστιν ὁ τὸν λόγον ἀκούων καὶ ἡ μέριμνα τοῦ αἰῶνος τούτου καὶ ἡ ἀπάτη τοῦ πλούτου συμπνίγει τὸν λόγον, καὶ ἄκαρπος γίνεται.
Φιλ. 4,6 μηδὲν μεριμνᾶτε, ἀλλ᾿ ἐν παντὶ τῇ προσευχῇ καὶ τῇ δεήσει μετὰ εὐχαριστίας τὰ αἰτήματα ὑμῶν γνωριζέσθω πρὸς τὸν Θεόν.
Σειρ.11,10 Τέκνον, μη περί πολλά έστωσαν οι πράξεις σου· εάν πληθυνής, ουκ αθωωθήση· και εάν διώκης, ου μη καταλάβης, και ου μη εκφύγης διαδράς.
Σειρ. 30,24 Ζήλος και θυμός ελαττούσιν ημέρας, και προ καιρού γήρας άγει μέριμνα.
Ψαλμ-54,23 Επίρριψον επι Κύριον την μεριμνά σου, και αυτός σε διαθρέψει ου δώσει εις τον αιώνα σάλον τω δικαίω.
ΠΕΡΙ ΜΕΤΑΣΤΡΑΦΕΝΤΩΝ ΠΙΣΩ ΣΤΗΝ ΑΜΑΡΤΙΑ
Β Πέτρ-2,20 Ει γάρ αποφυγόντες τα μιάσματα τού κόσμου εν επιγνώσει τού Κυρίου και Σωτήρος Ιησού Χριστού, τούτοις δέ πάλιν εμπλακέντες ηττώνται, γέγονεν αυτοίς τα έσχατα χείρονα τών πρώτων.
Β Πετρ-2,21 Κρείττον γάρ ήν αυτοίς μη επεγνωκέναι την οδόν της δικαιοσύνης ή επιγνούσιν επιστρέψαι εκ της παραδοθείσης αυτοίς αγίας εντολής.
Β Πετρ-2,22 Συμβέβηκε δε αυτοίς το της αληθούς παροιμοίας, κύων επιστρέψας επί το ίδιον εξέραμα, και ύς λουσαμένη είς κύλισμα βορβόρου.
Ἑβρ. 6,4-6.- «Ἀδύνατον τοὺς ἅπαξ φωτισθέντας, γευσαμένους τε τῆς δωρεᾶς τῆς ἐπουρανίου, καὶ μετόχους γενηθέντας
Πνεύματος ἁγίου, καὶ καλὸν γευσαμένους Θεοῦ ρῆμα, δυνάμεις τε μέλλοντος αἰῶνος, καὶ παραπεσόντας, πάλιν ἀνακαινίζειν εἰς μετάνοιαν, ἀνασταυροῦντας ἑαυτοῖς τὸν Υἱὸν τοῦ Θεοῦ καὶ παραδειγματίζοντας».
Εβρ. 12,17 ἴστε γὰρ ὅτι καὶ μετέπειτα, θέλων κληρονομῆσαι τὴν εὐλογίαν ἀπεδοκιμάσθη· μετανοίας γὰρ τόπον οὐχ εὗρε, καίπερ μετὰ δακρύων ἐκζητήσας αὐτήν.
Λουκ-9,62 Ουδείς επιβαλών τήν χείρα αυτού επ' άροτρον καί βλέπων είς τά οπίσω εύθετός εστιν είς τήν βασιλεία τού Θεού.
Ἰεζ. 18,24.- «Ἐν τῷ ἀποστρέψαι δίκαιον ἐκ τῆς δικαιοσύνης αὐτοῦ καὶ ποιήσει ἀδικίαν, κατὰ πάσας τὰς ἀνομίας ἃς ἐποίησεν ὁ ἄνομος πᾶσαι αἱ δικαιοσύναι αὐτοῦ ἃς ἐποίησεν, οὐ μὴ φυλαχθῶσιν ἐν τῷ παραπτώματι αὐτοῦ, ᾧ παρέπεσεν, καὶ ἐν ταῖς ἁμαρτίαις αὐτοῦ αἷς ἥμαρτεν, ἐν αὐταῖς ἀποθανεῖται».
Ἰεζ. 18,30.- «Δικαιοσύνη δικαίου οὐ μὴ ἐξέληται αὐτόν, ἐν ᾗ ἃν ἡμέρᾳ πλανηθῇ· καὶ ἀνομίᾳ ἀσεβοῦς οὐ μὴ κακώσῃ αὐτόν, ἐν ᾗ  ἃν ἡμέρᾳ ἀποστραφῇ ἀπὸ τῆς ἀνομίας αὑτοῦ. Ἕκαστον ἐν ταῖς ὁδοῖς ὑμῶν κρινῶ ὑμᾶς, οἶκος Ἰσραήλ».
Παρ-26,11 Ώσπερ κύων όταν επέλθη επί τον εαυτού έμετον και μισητός γένηται, ούτως άφρων τη εαυτού κακία αναστρέψας επί την εαυτού αμαρτίαν.
Σοφ. Σειρ. 26,28.- «Ἐπανάγων ἀπὸ δικαιοσύνης εἰς ἁμαρτίαν, ὁ Κύριος ἑτοιμάσει εἰς ρομφαίαν αὐτόν».
Σειρ-34,25 Βαπτιζόμενος από νεκρού και πάλιν απτόμενος αυτού, τι ωφέλησε τώ λουτρώ αυτού;
Σειρ-34,26 Ούτως άνθρωπος νηστεύων επί των αμαρτιών αυτού και πάλιν πορευόμενος και τα αυτά ποιών· της προσευχής
αυτού τις εισακούσεται; Και τι οφέλησεν εν τω ταπεινωθήναι αυτόν.
Φιλιπ. 3,13-14 Ἀδελφοί, ἐγὼ ἐμαυτόν οὔπω λογίζομαι κατειληφέναι· ἐν δέ, τὰ μὲν ὁπίσω ἐπιλανθανόμενος τοῖς δε έμπροσθεν επεκτεινόμενος κατά σκοπόν διώκω επί το βραβείον της άνω κλήσεως του Θεού εν Χριστω Ιησού.
Ψαλμ. 124,5. «Τοὺς ἐκκλίνοντας εἰς τὰς στραγγαλιάς, ἀπάξει Κύριος μετὰ τῶν ἐργαζομένων τὴν ἀνομίαν».
ΠΕΡΙ ΜΕΤΑΝΟΙΑΣ
Α Κορ-15,34 Εκνήψατε δικαίως και μη αμαρτάνετε, αγνωσίαν γάρ Θεού τινες έχουσι, προς εντροπήν υμίν λέγω.
Αποκ. 2,5 μνημόνευε οὖν πόθεν πέπτωκας, καὶ μετανόησον καὶ τὰ πρῶτα ἔργα ποίησον· εἰ δὲ μή, ἔρχομαί σοι ταχὺ καὶ κινήσω τὴν λυχνίαν σου ἐκ τοῦ τόπου αὐτῆς, ἐὰν μὴ μετανοήσῃς.
Αποκ. 2,16 μετανόησον οὖν· εἰ δὲ μή, ἔρχομαί σοι ταχὺ καὶ πολεμήσω μετ᾿ αὐτῶν ἐν τῇ ῥομφαίᾳ τοῦ στόματός μου.
Αποκ. 2,22 ἰδοὺ βάλλω αὐτὴν εἰς κλίνην καὶ τοὺς μοιχεύοντας μετ᾿ αὐτῆς εἰς θλῖψιν μεγάλην, ἐὰν μὴ μετανοήσωσιν ἐκ τῶν ἔργων αὐτῆς,
Αποκ. 3,3 μνημόνευε οὖν πῶς εἴληφας καὶ ἤκουσας, καὶ τήρει καὶ μετανόησον. ἐὰν οὖν μὴ γρηγορήσῃς, ἥξω ἐπὶ σὲ ὡς κλέπτης, καὶ οὐ μὴ γνώσῃ ποίαν ὥραν ἥξω ἐπὶ σέ.
Αποκ-3,15 Οίδα σου τα έργα, ότι ούτε ψυχρός εί ούτε ζεστός, όφελον ψυχρός ής ή ζεστός.ούτως ότι χλιαρός ει, και ούτε ζεστός ούτε ψυχρός, μέλλω σε εμέσαι εκ του στοματός μου.
Αποκ. 3,19 ἐγὼ ὅσους ἐὰν φιλῶ, ἐλέγχω καὶ παιδεύω· ζήλωσον οὖν καὶ μετανόησον.
Β Κορ. 7,9-10 νῦν χαίρω, οὐχ ὅτι ἐλυπήθητε, ἀλλ᾿ ὅτι ἐλυπήθητε εἰς μετάνοιαν· ἐλυπήθητε γὰρ κατὰ Θεόν, ἵνα ἐν μηδενὶ ζημιωθῆτε ἐξ ἡμῶν. ἡ γὰρ κατὰ Θεὸν λύπη μετάνοιαν εἰς σωτηρίαν ἀμεταμέλητον κατεργάζεται· ἡ δὲ τοῦ κόσμου λύπη θάνατον κατεργάζεται.
Β Πετρ. 3,9 οὐ βραδύνει ὁ Κύριος τῆς ἐπαγγελίας, ὥς τινες βραδυτῆτα ἡγοῦνται, ἀλλὰ μακροθυμεῖ εἰς ἡμᾶς, μὴ βουλόμενός τινας ἀπολέσθαι, ἀλλὰ πάντας εἰς μετάνοιαν χωρῆσαι.
Β Τιμ. 2,25 ἐν πρᾳότητι παιδεύοντα τοὺς ἀντιδιατιθεμένους, μήποτε δῷ αὐτοῖς ὁ Θεὸς μετάνοιαν εἰς ἐπίγνωσιν ἀληθείας,
Ζαχ-1,3 Επιστρέψατε προς με, λέγει Κύριος των δυνάμεων, και επιστραφήσομαι προς ημάς, λέγει Κύριος των δυνάμεων.
Ησ-1,16 Λούσασθε και καθαροί γίνεσθε, αφέλετε τάς πονηρίας από των ψυχών ημών απέναντι των οφθαλμών μου, παύσασθε από των πονηριών υμών
Ησ. 30,15 Οὔτω λέγει Κύριος Κύριος ο άγιος του Ισραήλ· όταν αποστραφείς στενάξης, τότε σωθήση και γνώση που ήσθα·
Ιακ-4,8 Ἐγγίσατε τῷ Θεῷ, καὶ ἐγγιεῖ ἠμῖν. Καθαρίσατε χείρας ἁμαρτωλοί καὶ ἀγνίσατε καρδίας δίψυχοι.
Ιακ-4,9 Ταλαιπωρήσατε και πενθήσατε και κλαύσατε ο γέλως ημών είς πένθος μεταστραφήτω και η χαρά είς κατήφειαν.
Ἰεζ.18,21 Και ο άνομος εάν αποστρέψη εκ πασών των ανομιών αυτού, ων εποίησε, και φυλάξηται πάσας τας εντολάς μου και ποιήση δικαιοσύνην και έλεος, ζωή ζήσεται και ου μη αποθάνη. πάντα τα παραπτώματα αυτού, όσα εποίησεν, ου μνησθήσεται, εν τη δικαιοσύνη αυτού, ή εποίησε, ζήσεται.
Ἰεζ.18,23 Μὴ θελήσει θελήσω τον θάνατον του ανόμου, λέγει Κύριος, ως το αποστρέψαι αυτόν εκ της οδού της πονηράς και ζήν αυτόν;
Ἰώβ 33,23 Ἐὰν ὦσι χίλιοι ἄγγελοι θανατηφόροι, εἷς αὐτών οὐ μὴ τρώση αὐτόν· ἐὰν νοήση τῇ καρδία ἐπιστραφήναι πρὸς Κύριον, ἀναγγείλη δὲ ἀνθρώπω τὴν ἐαυτοῦ μέμψιν, τὴν δὲ ἄνοιαν αὐτοῦ δείξη.
Κολασ. 3,9-10 Ἀπεκδυσάμενοι τον παλαιόν άνθρωπον συν ταις πράξεσιν αυτού και ενδυσάμενοι τον νέον τον ανακαινούμενον εις επίγνωσιν κατ' εικόνα του κτίσαντος αυτόν,
Λουκ. 3,8 ποιήσατε οὖν καρποὺς ἀξίους τῆς μετανοίας, καὶ μὴ ἄρξησθε λέγειν ἐν ἑαυτοῖς, πατέρα ἔχομεν τὸν Ἀβραάμ· λέγω γὰρ ὑμῖν ὅτι δύναται ὁ Θεὸς ἐκ τῶν λίθων τούτων ἐγεῖραι τέκνα τῷ Ἀβραάμ.
Λουκ. 13,3 οὐχί, λέγω ὑμῖν, ἀλλ᾿ ἐὰν μὴ μετανοῆτε, πάντες ὡσαύτως ἀπολεῖσθε.
Λουκ. 15,7 λέγω ὑμῖν ὅτι οὕτω χαρὰ ἔσται ἐν τῷ οὐρανῷ ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι ἢ ἐπὶ ἐνενήκοντα ἐννέα δικαίοις, οἵτινες οὐ χρείαν ἔχουσι μετανοίας.
Λουκ. 17,3 προσέχετε ἑαυτοῖς. ἐὰν δὲ ἁμάρτῃ εἰς σὲ ὁ ἀδελφός σου, ἐπιτίμησον αὐτῷ· καὶ ἐὰν μετανοήσῃ, ἄφες αὐτῷ·
Λουκ. 17,4 καὶ ἐὰν ἑπτάκις τῆς ἡμέρας ἁμάρτῃ εἰς σὲ καὶ ἑπτάκις τῆς ἡμέρας ἐπιστρέψῃ πρός σε λέγων, μετανοῶ, ἀφήσεις αὐτῷ.
Μαρκ. 1,15 καὶ λέγων ὅτι πεπλήρωται ὁ καιρὸς καὶ ἤγγικεν ἡ βασιλεία τοῦ Θεοῦ· μετανοεῖτε καὶ πιστεύετε ἐν τῷ εὐαγγελίῳ.
Μαρκ. 2,17 καὶ ἀκούσας ὁ Ἰησοῦς λέγει αὐτοῖς· οὐ χρείαν ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ, ἀλλ᾿ οἱ κακῶς ἔχοντες· οὐκ ἦλθον καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν.
Μαρκ. 6,12 Καὶ ἐξελθόντες ἐκήρυσσον ἵνα μετανοήσωσι,
Ματθ. 3,2 καὶ λέγων· μετανοεῖτε· ἤγγικε γὰρ ἡ βασιλεία τῶν οὐρανῶν.
Ματθ. 3,8 ποιήσατε οὖν καρπὸν ἄξιον τῆς μετανοίας,
Ματθ-25,13 Γρηγορείτε ούν, ότι ούκ οίδατε την ημέρα ουδέ την ώραν εν ή ο υιός του ανθρώπου έρχεται.
Ματθ-27,3 Τότε ιδών Ιούδας ο παραδιδούς αυτόν ότι κατεκρίθη, μεταμεληθείς απέστρεψε τα τριάκοντα αργύρια τοις αρχιερεύσι και τοις πρεσβυτέροις λέγων ήμαρτον παραδούς αίμα αθώον.
Παρ-5,11-12 Και μεταμεληθήση επ' εσχάτων, ηνίκα αν κατατριβώσι σάρκες σώματων σου, και ερείς πως εμίσησα παιδείαν και ελέγχους εξέκλινεν η καρδία μου;
Παρ-14,15 Ακακος πιστεύει παντί λόγω, πανούργος δε έρχεται είς μετάνοιαν.
Παρ-24,16 Επτάκις γάρ πεσείται δίκαιος και αναστήσεται, οι δε ασεβείς ασθενήσουσιν εν κακοίς.
Πραξ. 2,38 Πέτρος δὲ ἔφη πρὸς αὐτούς· μετανοήσατε, καὶ βαπτισθήτω ἕκαστος ὑμῶν ἐπὶ τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ εἰς ἄφεσιν ἁμαρτιῶν, καὶ λήψεσθε τὴν δωρεὰν τοῦ Ἁγίου Πνεύματος.
Πραξ. 3,19 μετανοήσατε οὖν καὶ ἐπιστρέψατε εἰς τὸ ἐξαλειφθῆναι ὑμῶν τὰς ἁμαρτίας,
Πραξ-5,31 Τούτον ο Θεός αρχηγόν και σωτήρα ύψωσε τη δεξιά αυτού δούναι μετάνοιαν τω Ισραήλ και άφεσιν αμαρτιών.
Πραξ. 8,22 μετανόησον οὖν ἀπὸ τῆς κακίας σου ταύτης, καὶ δεήθητι τοῦ Θεοῦ εἰ ἄρα ἀφεθήσεταί σοι ἡ ἐπίνοια τῆς καρδίας σου·
Πραξ. 17,30 τοὺς μὲν οὖν χρόνους τῆς ἀγνοίας ὑπεριδὼν ὁ Θεὸς τανῦν παραγγέλλει τοῖς ἀνθρώποις πᾶσι πανταχοῦ μετανοεῖν,
Πραξ. 26,20 ἀλλὰ τοῖς ἐν Δαμασκῷ πρῶτον καὶ Ἱερολύμοις, εἰς πᾶσάν τε τὴν χώραν τῆς Ἰουδαίας καὶ τοῖς ἔθνεσιν ἀπαγγέλλω μετανοεῖν καὶ ἐπιστρέφειν ἐπὶ τὸν Θεόν, ἄξια τῆς μετανοίας ἔργα πράσσοντας.
Ρωμ. 2,4  ἢ τοῦ πλούτου τῆς χρηστότητος αὐτοῦ καὶ τῆς ἀνοχῆς καὶ τῆς μακροθυμίας καταφρονεῖς, ἀγνοῶν ὅτι τὸ χρηστὸν τοῦ Θεοῦ εἰς μετάνοιάν σε ἄγει;
Σειρ-5,4-5 Μη είπης, ήμαρτον, και τι μοί εγένετο; Ο γάρ Κύριος εστι μακρόθυμος.
Σειρ-5,6 Και μη είπης, ο οίκτιρμός αυτού πολύς, το πλήθος των αμαρτιών μου εξιλάσεται . έλεος γάρ και οργή παρ' αυτού, και επί αμαρτωλούς καταπαύσει ο θυμός αυτού.
Σειρ-5,7 Μη ανάμενε επιστρέψαι προς Κύριον και μη υπερβάλλου ημέραν έξ ημέρας . εξάπινα γάρ εξελεύσεται οργή Κυρίου, και εν καιρώ εκδικήσεως εξολή.
Σειρ-17,25 Επίστρεφε επί Κύριον και απόλειπε αμαρτίας, δεήθητι κατά πρόσωπον και σμίκρυνον πρόσκομα.
ΠΕΡΙ ΜΗ ΜΕΤΑΝΟΟΥΝΤΩΝ
Αποκ. 2,21 καὶ ἔδωκα αὐτῇ χρόνον ἵνα μετανοήσῃ, καὶ οὐ θέλει μετανοῆσαι ἐκ τῆς πορνείας αὐτῆς.
Αποκ. 9,20 καὶ οἱ λοιποὶ τῶν ἀνθρώπων, οἳ οὐκ ἀπεκτάνθησαν ἐν ταῖς πληγαῖς ταύταις, οὐ μετενόησαν ἐκ τῶν ἔργων τῶν χειρῶν αὐτῶν, ἵνα μὴ προσκυνήσωσι τὰ δαιμόνια καὶ τὰ εἴδωλα τὰ χρυσᾶ καὶ τὰ ἀργυρᾶ καὶ τὰ χαλκᾶ καὶ τὰ λίθινα καὶ τὰ ξύλινα, ἃ οὔτε βλέπειν δύναται οὔτε ἀκούειν οὔτε περιπατεῖν,
Αποκ. 9,21 καὶ οὐ μετενόησαν ἐκ τῶν φόνων αὐτῶν οὔτε ἐκ τῶν φαρμακειῶν αὐτῶν οὔτε ἐκ τῆς πορνείας αὐτῶν οὔτε ἐκ τῶν κλεμμάτων αὐτῶν.
Αποκ. 16,9 καὶ ἐκαυματίσθησαν οἱ ἄνθρωποι καῦμα μέγα, καὶ ἐβλασφήμησαν οἱ ἄνθρωποι τὸ ὄνομα τοῦ Θεοῦ τοῦ ἔχοντος ἐξουσίαν ἐπὶ τὰς πληγὰς ταύτας, καὶ οὐ μετενόησαν δοῦναι αὐτῷ δόξαν.
Αποκ. 16,11 καὶ ἐβλασφήμησαν τὸν Θεὸν τοῦ οὐρανοῦ ἐκ τῶν πόνων αὐτῶν καὶ ἐκ τῶν ἑλκῶν αὐτῶν, καὶ οὐ μετενόησαν ἐκ τῶν ἔργων αὐτῶν.
Β Κορ. 12,21 μὴ πάλιν ἐλθόντα με ταπεινώσῃ ὁ Θεός μου πρὸς ὑμᾶς καὶ πενθήσω πολλοὺς τῶν προημαρτηκότων καὶ μὴ μετανοησάντων ἐπὶ τῇ ἀκαθαρσίᾳ καὶ πορνείᾳ καὶ ἀσελγείᾳ ᾗ ἔπραξαν.
Ἰερ. 5,3 Κύριε, οι οφθαλμοί σου εις πίστιν· εμαστίγωσας αυτούς, και ουκ επόνεσαν, συνετέλεσας αυτούς, και ουκ ηθέλησαν δέξασθαι παιδείαν· εστερέωσαν τα πρόσωπα αυτών υπέρ πέτραν και ουκ ηθέλησαν επιστραφήναι.
Ἰερ. 8,4-5 Οτι τάδε λέγει Κύριος· μη ο πίπτων ουκ ανίσταται; ή ο αποστρέφων ουκ αναστρέφει; διατί απέστρεψεν ο λαός μου ούτος αποστροφήν αναιδή και κατεκρατήθησαν εν τη προαιρέσει αυτών και ουκ ηθέλησαν του επιστρέψαι;
Λουκ. 16,30-31 ὁ δὲ εἶπεν· οὐχί, πάτερ Ἀβραάμ, ἀλλ᾿ ἐάν τις ἀπὸ νεκρῶν πορευθῇ πρὸς αὐτούς, μετανοήσουσιν. εἶπε δὲ αὐτῷ· εἰ Μωϋσέως καὶ τῶν προφητῶν οὐκ ἀκούουσιν, οὐδὲ ἐάν τις ἐκ νεκρῶν ἀναστῇ πεισθήσονται.
Ματθ-11,17 Ηυλήσαμεν υμίν, και ούκ ωρχήσασθε, εθρηνήσαμεν υμίν και ούκ εκόψασθε.
Ματθ. 11,20 Τότε ἤρξατο ὀνειδίζειν τὰς πόλεις ἐν αἷς ἐγένοντο αἱ πλεῖσται δυνάμεις αὐτοῦ, ὅτι οὐ μετενόησαν·
Ματθ-13,19 Παντὸς ἀκούοντος τὸν λόγον τῆς Βασιλείας καὶ μὴ συνιέντος, ἔρχεται ὁ πονηρὸς καὶ αἴρει τὸ ἐσπαρμένον ἐν τῇ καρδία αὐτοῦ,
Ρωμ. 2,5-6 Κατά δε την σκληρότητά σου και αμετανόητον καρδίαν θησαυρίζεις σεαυτω οργήν εν ημέρα οργής και αποκαλύψεως και δικαιοκρισίας του Θεού, ὃς αποδώσει εκάστω κατά έργα αυτού,
Σειρ.18,22 Μὴ εμποδισθής του αποδούναι ευχήν ευκαίρως, και μη μείνης έως θανάτου δικαιωθήναι.
ΠΕΡΙ ΜΙΣΘΟΥ ΚΑΙ ΜΙΣΘΩΤΩΝ
Α Κορ. 3,8 ὁ φυτεύων δὲ καὶ ὁ ποτίζων ἕν εἰσιν· ἕκαστος δὲ τὸν ἴδιον μισθὸν λήψεται κατὰ τὸν ἴδιον κόπον.
Α Κορ. 3,14 εἴ τινος τὸ ἔργον μενεῖ ὃ ἐπῳκοδόμησε, μισθὸν λήψεται·
Α Κορ. 9,17-18 εἰ γὰρ ἑκὼν τοῦτο πράσσω, μισθὸν ἔχω· εἰ δὲ ἄκων, οἰκονομίαν πεπίστευμαι. τίς οὖν μοί ἐστιν ὁ μισθός; ἵνα εὐαγγελιζόμενος ἀδάπανον θήσω τὸ εὐαγγέλιον τοῦ Χριστοῦ, εἰς τὸ μὴ καταχρήσασθαι τῇ ἐξουσίᾳ μου ἐν τῷ εὐαγγελίῳ.
Α Τιμ. 5,18 λέγει γὰρ ἡ γραφή· βοῦν ἀλοῶντα οὐ φιμώσεις· καί· ἄξιος ὁ ἐργάτης τοῦ μισθοῦ αὐτοῦ.
Ἰάκ. 5,4 ἰδοὺ ὁ μισθὸς τῶν ἐργατῶν τῶν ἀμησάντων τὰς χώρας ὑμῶν ὁ ἀπεστερημένος ἀφ᾿ ὑμῶν κράζει, καὶ αἱ βοαὶ τῶν θερισάντων εἰς τὰ ὦτα Κυρίου Σαβαὼθ εἰσεληλύθασιν.
Ἰερ.22,13 Ὦ ὁ οἰκοδομῶν οἰκίαν αὐτού ου μετά δικαιοσύνης και τα υπερωα αυτού ουκ εν κρίματι, παρά τω πλησίον αυτού εργάται δωρεάν και τον μισθόν αυτού ου μη αποδώσει αυτω.
Αποκ. 22,12 ᾿Ἰδοὺ ἔρχομαι ταχύ, καὶ ὁ μισθός μου μετ᾿ ἐμοῦ, ἀποδοῦναι ἑκάστῳ ὡς τὸ ἔργον ἔσται αὐτοῦ.
Β Ιωάν. 1,8 βλέπετε ἑαυτούς, ἵνα μὴ ἀπολέσωμεν ἃ εἰργασάμεθα, ἀλλὰ μισθὸν πλήρη ἀπολάβωμεν.
Ιωάν. 4,36 καὶ ὁ θερίζων μισθὸν λαμβάνει καὶ συνάγει καρπὸν εἰς ζωὴν αἰώνιον, ἵνα καὶ ὁ σπείρων ὁμοῦ χαίρῃ καὶ ὁ θερίζων.
Ιωάν-10,12-13 Ὁ μισθωτός δὲ καὶ οὐκ ὣν ποιμήν, οὗ οὐκ εἰσί τὰ πρόβατα ἵδια, θεωρεῖ τὸν λύκον ερχόμενον και αφήσει τα πρόβατα και φεύγει, και ο λύκος αρπάζει αυτά και σκορπίζει τα πρόβατα. Ο δε μισθωτός φεύγει, ότι μισθωτός έστι και ου μέλει αυτώ περί των προβάτων.
Λεϋιτ.19,13 Οὐ μη κοιμηθήσεται ο μισθός του μισθωτού σου παρά σοί έως πρωϊ.
Λουκ. 6,35 πλὴν ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν καὶ ἀγαθοποιεῖτε καὶ δανείζετε μηδὲν ἀπελπίζοντες, καὶ ἔσται ὁ μισθὸς ὑμῶν πολύς, καὶ ἔσεσθε υἱοὶ ὑψίστου, ὅτι αὐτὸς χρηστός ἐστιν ἐπὶ τοὺς ἀχαρίστους καὶ πονηρούς.
Λουκ. 10,7 ἐν αὐτῇ δὲ τῇ οἰκίᾳ μένετε ἐσθίοντες καὶ πίνοντες τὰ παρ᾿ αὐτῶν· ἄξιος γὰρ ὁ ἐργάτης τοῦ μισθοῦ αὐτοῦ ἐστι· μὴ μεταβαίνετε ἐξ οἰκίας εἰς οἰκίαν.
Ματθ. 5,12 χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς· οὕτω γὰρ ἐδίωξαν τοὺς προφήτας τοὺς πρὸ ὑμῶν.
Ματθ. 5,46 ἐὰν γὰρ ἀγαπήσητε τοὺς ἀγαπῶντας ὑμᾶς, τίνα μισθὸν ἔχετε; οὐχὶ καὶ οἱ τελῶναι τὸ αὐτὸ ποιοῦσι;
Ματθ. 6,1 Προσέχετε τὴν ἐλεημοσύνην ὑμῶν μὴ ποιεῖν ἔμπροσθεν τῶν ἀνθρώπων πρὸς τὸ θεαθῆναι αὐτοῖς· εἰ δὲ μήγε, μισθὸν οὐκ ἔχετε παρὰ τῷ πατρὶ ὑμῶν τῷ ἐν τοῖς οὐρανοῖς.
Ματθ. 6,2 Ὅταν οὖν ποιῇς ἐλεημοσύνην, μὴ σαλπίσῃς ἔμπροσθέν σου, ὥσπερ οἱ ὑποκριταὶ ποιοῦσιν ἐν ταῖς συναγωγαῖς καὶ ἐν ταῖς ῥύμαις, ὅπως δοξασθῶσιν ὑπὸ τῶν ἀνθρώπων· ἀμὴν λέγω ὑμῖν, ἀπέχουσι τὸν μισθὸν αὐτῶν.
Ματθ. 10,41 ὁ δεχόμενος προφήτην εἰς ὄνομα προφήτου μισθὸν προφήτου λήψεται, καὶ ὁ δεχόμενος δίκαιον εἰς ὄνομα δικαίου μισθὸν δικαίου λήψεται.
Ματθ. 10,42 καὶ ὃς ἐὰν ποτίσῃ ἕνα τῶν μικρῶν τούτων ποτήριον ψυχροῦ μόνον εἰς ὄνομα μαθητοῦ, ἀμὴν λέγω ὑμῖν, οὐ μὴ ἀπολέσῃ τὸν μισθὸν αὐτοῦ.
Ρωμ. 4,4  τῷ δὲ ἐργαζομένῳ ὁ μισθὸς οὐ λογίζεται κατὰ χάριν, ἀλλὰ κατὰ ὀφείλημα·
Σειρ. 7,20 Μὴ κακώσης οικέτην εργαζόμενον εν αληθεία, μηδέ μίσθιον διδόντα ψυχήν αυτού.
Σειρ. 24,22 Φονεύων τον πλησίον ο αφαιρούμενος συμβίωσιν, και εκχέων αίμα ο αποστερών μισθόν μισθίου.
ΠΕΡΙ ΜΙΣΟΥΣ
Α Ιωαν-3,14 Ο μη αγαπών τον αδελφόν, μένει εν τω θανάτω.
Α Ιωαν-3,15 Ο μισών τον αδελφόν αυτού ανθρωποκτόνος εστι.
Α Ιωαν-4,20 Ἐὰν τις εἴπη ὅτι ἀγαπῷ τὸν Θεόν καὶ τὸν ἀδελφὸν αὐτοῦ μισῇ ψεύστης ἐστιν.
Α Ιωαν-2,9 Ο λέγων εν τω φωτί είναι, και τον αδελφόν αυτού μισών, εν τη σκοτία εστίν έως άρτι.
Εφεσ-4,31 Πασα πικρια  και θυμος και οργη και κραυγη και βλασθημια αρθητω αφ' ημων συν παση κακια
Ιωαν-15,18 Ει ο κόσμος υμάς μισεί, γινώσκετε ότι εμέ πρώτον ημών μεμίσηκεν.
Ιωαν-15,19 Εί εκ του κόσμου ήτε,ο κόσμος αν το ίδιον εφίλει. ότι δε εκ του κόσμου ούκ εστέ, αλλ' εγώ εξελεξάμην υμάς εκ του κόσμου, δια τούτο μισεί υμας ο κόσμος.
Ιωαν-15,23 Ο εμέ μισών και τον πατέρα μου μισεί.
Ιωαν-15,24 Ει τα έργα μη εποίησα εν αυτοίς ά ουδείς άλλος πεποίηκεν, αμαρτίαν ουκ είχον . νύν δε και εωράκασι και μεμισήκασι και εμέ και τον πατέρα μου.
Ιωαν-15,25 Αλλ' ίνα πληρωθή ο λόγος ο γεγραμμένος εν τώ νόμω αυτών, ότι εμίσησάν με δωρεάν.
Ματθ-10,22 Και έσεσθε μισούμενοι υπο πάντων διά το ονομά μου . ο δε υπομείνας είς τέλος, ούτος σωθήσεται.
Λευιτ-19,17 Ου μισησεις τον αδελφόν σου τη διανοία σου .
Παρ-10,12 Μίσος εγείρει νείκος, πάντας δε τους μη φιλονεικούντας καλύπτει φιλία.
Ψαλμ. 138,21-22 Οὐχὶ τοὺς μισοῦντάς σε, Κύριε, ἐμίσησα καὶ ἐπὶ τοὺς ἐχθρούς σου ἐξετηκόμην; τέλειον μῖσος ἐμίσουν αὐτούς, εἰς ἐχθροὺς ἐγένοντό μοι.
ΠΕΡΙ ΜΝΗΜΗΣ ΘΕΟΥ
Ψαλμ. 76,4 Ἐμνήσθην τοῦ Θεοῦ καὶ εὐφράνθην· ἠδολέσχησα, καὶ ὠλιγοψύχησε τὸ πνεῦμά μου.
Ψαλμ. 76,12-13 Ἐμνήσθην τῶν ἔργων Κυρίου, ὅτι μνησθήσομαι ἀπὸ τῆς ἀρχῆς τῶν θαυμασίων σου καὶ μελετήσω ἐν πᾶσι τοῖς ἔργοις σου καὶ ἐν τοῖς ἐπιτηδεύμασί σου ἀδολεσχήσω.
Ψαλμ. 77,35 Καὶ ἐμνήσθησαν ὅτι ὁ Θεὸς βοηθὸς αὐτῶν ἐστι καὶ ὁ Θεὸς ὁ Ὕψιστος λυτρωτὴς αὐτῶν ἐστι.
ΠΕΡΙ ΜΝΗΣΙΚΑΚΙΑΣ
Ζαχαρ. 7,10. «Κακίαν ἕκαστος τοῦ ἀδελφοῦ αὑτοῦ οὐ μὴ μνησικακῆτε ἐν ταῖς καρδίαις ὑμῶν».
Ματθ-6,14 Εάν γάρ αφήτε τοίς ανθρώποις τα παραπτωματα αυτών, αφήσει και υμιν ο πατήρ υμών ο ουράνιος.
Ματθ-6,15 Εάν δε μη αφήτε τοίς ανθρώποις τα παραπτωματα αυτών, ουδε ο πατηρ υμών αφήσει τα παραπτωματα υμών.
Ματθ-5,23 Εάν ούν προσφέρης το δώρον σου επί το θυσιαστηριον κακεί μνησθής ότι ο αδελφός σου έχει τι κατά σού,
Ματθ-5,24 αφες εκεί το δώρον σου έμπροσθεν του θυσιαστηρίου και υπαγε πρωτον διαλλάγηθι τώ αδελφω σου, και τοτε ελθών πρόσφερε το δώρον σου.
Λουκᾶ 17,3-4.- «Ἐὰν ἁμάρτῃ ὁ ἀδελφός σου, ἐπιτίμησον αὐτῷ, καὶ ἐὰν μετανοήσῃ, ἄφες αὐτῷ. Καὶ ἐὰν ἑπτάκις τῆς ἡμέρας ἁμαρτήσῃ εἰς σέ, καὶ ἑπτάκις τῆς ἡμέρας ἐπιστρέψῃ, λέγων, Μετανοῶ, ἀφήσεις αὐτῷ».
Παρ-12,28 Εν οδοίς δικαιοσύνης ζωή, οδοί δε μνησικάκων εις θάνατον.
Παρ-21,24 Θρασὺς καὶ αὐθάδης καὶ ἀλαζὼν λοιμὸς καλεῖται, ὃς δὲ μνησικακεῖ, παράνομος.
Σειρ-28,2 Άφες αδίκημα τώ πλησίον σου, και τότε δεηθέντος σου αί αμαρτίαι σου λυθήσονται.
Σειρ-28,3 Άνθρωπος ανθρώπω συντηρεί οργήν, και παρά Κυρίου ζητεί ίασιν; Επ' άνθρωπον όμοιον αυτώ ούκ έχει έλεος, και περί των αμαρτιών αυτού δείται;
Σοφ. Σειρ. 28,6. «Μνήσθητι τὰ ἔσχατά σου καὶ παῦσαι ἐχθραίνων».
ΠΕΡΙ ΜΟΛΥΣΜΟΥ ΚΑΙ ΚΑΘΑΡΣΗΣ ΑΝΔΡΟΣ
Λευτ-15,2 Λάλησον τοίς υιοίς Ισραήλ, και ερείς αυτοίς . ανδρί ανδρί, ώ εάν γένηται ρύσις εκ του σώματος αυτού, η ρύσις αυτού ακάθαρτός εστι.
Λευτ-15,3 Και ούτος ο νόμος της ακαθαρσίας αυτού . ρέων γόνον εκ σώματος αυτού εκ της ρύσεως, ής συνέστηκε το σώμα
αυτού διά της ρύσεως, αυτή η ακαθαρσία αυτού εν αυτώ πάσαι αι ημέραι ρύσεως σώματος αυτού, ή συνέστηκε το σώμα αυτού διά της ρύσεως, ακαθαρσία αυτού έστι.
Λευτ-15,4 Πάσα κοίτη, εφ' ής εάν κοιμηθή ο γονορρυής, ακάθαρτος έστι, και πάν σκεύος εφ' ὅ ἂν καθίση επ' αυτό ο γονορρυής, ακάθαρτον έσται.
Λευτ-15,5 Και άνθρωπος, ός εάν άψηται της κοίτης αυτού, πλυνεί τα ιμάτια αυτού και λούσεται ύδατι και ακάθαρτος έσται έως εσπέρας
Λευτ-15,6 Και ο καθήμενος επί του σκεύους, εφ' ό εάν καθίση ο γονορρυής, πλυνεί τα ιμάτια αυτού και λούσεται ύδατι και ακάθαρτος έσται έως εσπέρας
Λευτ-15,7 Και ο απτόμενος του χρωτός του γονορρυούς πλυνεί τα ιμάτια και λούσεται ύδατι και ακάθαρτος έσται έως εσπέρας.
Λευτ-15,8 Εάν δε προσσιελίση ο γονορρυής επί τον καθαρόν, πλυνεί τα ιμάτια αυτού και λούσεται ύδατι και ακάθαρτος έσται έως εσπέρας.
Λευτ-15,9 Και πάν επίσαγμα όνου, εφ' ό αν επιβή επ' αυτό ο γονορρυής, ακάθαρτον έσται έως εσπέρας
Λευτ-15,10 Και πάς ο απτόμενος όσα άν ή υποκάτω αυτού, ακάθαρτος έσται έως εσπέρας . και ο αίρων αυτά πλυνεί τα ιμάτια αυτού και λούσεται ύδατι και ακάθαρτος έσται έως εσπέρας.
Λευτ-15,11 Και όσων εάν άψηται ο γονυρρυής, και τας χείρας ού νένιπται ύδατι, πλυνεί τα ιμάτια και λούσεται το σώμα ύδατι και ακάθαρτος έσται έως εσπέρας.
Λευτ-15,12 Και σκεύος οστράκινον, ού άν άψηται ο γονορρυής, συντριβήσεται· και σκεύος ξύλινον νιφήσεται ύδατι και καθαρόν έσται.
Λευτ-15,13 Εάν δε καθαρισθή ο γονορρυής εκ της  ρύσεως αυτού, και εξαριθμηθήσεται αυτώ επτά ημέρας είς τον καθαρισμόν
αυτού, και πλυνεί τα ιμάτια αυτού και λούσεται το σώμα ύδατι και καθαρός έσται.
Λευτ-15,16 Και άνθρωπος, ώ άν εξέλθη εξ  αυτού κοίτη σπέρματος, και λούσεται ύδατι πάν το σώμα αυτού και ακάθαρτος έσται έως εσπέρας.
Λευτ-15,17 Και πάν ιμάτιον και πάν δέρμα, εφ' ό εάν ή επ' αυτό κοίτη σπέρματος, και πλυθήσεται ύδατι και ακάθαρτον έσται έως εσπέρας
Λευτ-15,18 Και γυνή εάν κοιμηθή ανήρ μετ' αυτής κοίτην σπέρματος, και λούσονται ύδατι και ακάθαρτοι έσονται έως εσπέρας.
Λευτ-15,31 Και ευλαβείς ποιήσετε τους υιούς Ισραήλ από των ακαθαρσιών αυτών, και ουκ αποθανούνται διά την ακαθαρσίαν αυτών εν τώ μιαίνειν αυτούς την σκηνήν μου την εν αυτοίς.
ΠΕΡΙ ΜΟΛΥΣΜΟΥ ΚΑΙ ΚΑΘΑΡΣΗΣ ΓΥΝΑΙΚΟΣ
Λευτ-12,2 Λάλησον τοίς υιοίς Ισραήλ και ερείς προς αυτούς  . γυνή, ήτις εάν σπερματισθή και τέκη άρσεν, και ακάθαρτος έσται επτά ημέρας, κατά τας ημέρας του χωρισμού της αφέδρου αυτής, ακάθαρτος έσται
Λευτ-12,4 και τριάκοντα και τρείς ημέρας καθήσεται εν αίματι ακαθάρτω αυτής, παντός αγίου ουχ άψεται και είς το αγιαστήριον ουκ εισελεύσεται, εώς να πληρωθώσιν αι ημέραι καθάρσεως αυτής.
Λευτ-12,5 Εάν δε θήλυ τέκη, και ακάθαρτος έσται δίς επτά ημέρας, κατά την άφεδρον αυτής . και εξήκοντα ημέρας και έξ καθεσθήσεται εν αίματι ακαθάρτου αυτής.
Λευτ-15,18 Και γυνή εάν κοιμηθή ανήρ μετ' αυτής κοίτην σπέρματος, και λούσονται ύδατι και ακάθαρτοι έσονται έως εσπέρας.
Λευτ-15,19 Και γυνή, ήτις εάν ή ρέουσα αίματι, και έσται η ρύσις αυτής εν τώ σώματι αυτής, επτά ημέρας έσται εν τη αφέδρω αυτής . πάς ο απτόμενος αυτής ακάθαρτος έσται εώς εσπέρας.
Λευτ-15,20 Και πάν, εφ' ό εάν κοιτάζηται επ' αυτό εν τη αφέδρω αυτής, ακάθαρτον έσται. Και πάν εφ' ό εάν επικαθήση επ' αυτό ακάθαρτον έσται.
Λευτ-15,21 Και πάς ός εάν άψηται της κοίτης αυτής, πλυνεί τα ιμάτια αυτού, και λούσεται το σώμα αυτού ύδατι και ακάθαρτος έσται έως εσπέρας.
Λευτ-15,22 Και πάς ο απτόμενος παντός σκεύους, ού εάν καθίση επ' αυτό, πλυνεί τα ιμάτια αυτού, και λούσεται ύδατι και ακάθαρτος έσται εώς εσπέρας.
Λευτ-15,23 Εάν δε εν τη κοίτη αυτής ούσης, ή επί του σκεύους, ού εάν καθίση επ' αυτώ εν τώ άπτεσθαι αυτόν αυτής, ακάθαρτος έσται έως εσπέρας.
Λευτ-15,24 Εάν δε κοίτη κοιμηθή τις μετ' αυτής και γένηται η ακαθαρσία αυτής επ' αυτώ, ακάθαρτος έσται επτά ημέρας. Και πάσα κοίτη, εφ' ή αν κοιμηθή επ' αυτή, ακάθαρτος έσται.
Λευτ-15,25 Και γυνή εάν ρέη ρύσει αίματος ημέρας πλείους, ουκ εν καιρώ της αφέδρου αυτής, εάν και ρέη μετά την άφεδρον αυτής, πάσαι αι ημέραι ρύσεως ακαθαρσίας αυτής καθάπερ αι ημέραι της αφέδρου αυτής, έσται ακάθαρτος.
Λευτ-15,26 Και πάσα κοίτη, εφ' ής εάν κοιμηθή επ' αυτής πάσας τας ημέρας της ρύσεως, κατά την κοίτην της αφέδρου έσται αυτή, και πάν σκεύος, εφ' ό εάν καθίση επ' αυτό, ακάθαρτον έσται κατά την ακαθαρσίαν της αφέδρου.
Λευτ-15,27 Και πάς ο απτόμενος αυτής ακάθαρτός έσται, και πλυνεί τα ιμάτια και λούσεται το σώμα ύδατι και ακάθαρτος έσται έως εσπέρας.
Λευτ-15,28 Εάν δε καθαρισθή από της ρύσεως, και εξαριθμήσεται αυτή επτά ημέρας και μετά ταύτα καθαρισθήσεται.
Λευτ-15,31 Και ευλαβείς ποιήσετε τους υιούς Ισραήλ από των ακαθαρσιών αυτών, και ουκ αποθανούνται διά την ακαθαρσίαν αυτών εν τώ μιαίνειν αυτούς την σκηνήν μου την εν αυτοίς.
ΠΕΡΙ ΜΥΣΤΗΡΙΩΝ
Α Κορ. 2,7 ἀλλὰ λαλοῦμεν σοφίαν Θεοῦ ἐν μυστηρίῳ, τὴν ἀποκεκρυμμένην, ἣν προώρισεν ὁ Θεὸς πρὸ τῶν αἰώνων εἰς δόξαν ἡμῶν,
Α Κορ. 4,1 Οὔτως ἡμᾶς λογιζέσθω ἄνθρωπος, ὡς ὑπηρέτας Χριστοῦ καὶ οἰκονόμους μυστηρίων Θεοῦ.
Α Κορ. 13,2 καὶ ἐὰν ἔχω προφητείαν καὶ εἰδῶ τὰ μυστήρια πάντα καὶ πᾶσαν τὴν γνῶσιν, καὶ ἐὰν ἔχω πᾶσαν τὴν πίστιν, ὥστε ὄρη μεθιστάνειν, ἀγάπην δὲ μὴ ἔχω, οὐδέν εἰμι.
Α Κορ. 15,51 ἰδοὺ μυστήριον ὑμῖν λέγω· πάντες μὲν οὐ κοιμηθησόμεθα, πάντες δὲ ἀλλαγησόμεθα,
Α Τιμ. 3,8-9 Διακόνους ὡσαύτως σεμνούς, μὴ διλόγους, ... ἔχοντας τὸ μυστήριον τῆς πίστεως ἐν καθαρᾷ συνειδήσει.
Α Τιμ. 3,16 καὶ ὁμολογουμένως μέγα ἐστὶ τὸ τῆς εὐσεβείας μυστήριον· Θεὸς ἐφανερώθη ἐν σαρκί, ἐδικαιώθη ἐν Πνεύματι, ὤφθη ἀγγέλοις, ἐκηρύχθη ἐν ἔθνεσιν, ἐπιστεύθη ἐν κόσμῳ, ἀνελήφθη ἐν δόξῃ.
Αποκ. 1,20 τὸ μυστήριον τῶν ἑπτὰ ἀστέρων ὧν εἶδες ἐπὶ τῆς δεξιᾶς μου, καὶ τὰς ἑπτὰ λυχνίας τὰς χρυσᾶς. οἱ ἑπτὰ ἀστέρες ἄγγελοι τῶν ἑπτὰ ἐκκλησιῶν εἰσι, καὶ αἱ λυχνίαι αἱ ἑπτὰ ἑπτὰ ἐκκλησίαι εἰσίν.
Αποκ. 10,7 ἀλλ᾿ ἐν ταῖς ἡμέραις τῆς φωνῆς τοῦ ἑβδόμου ἀγγέλου, ὅταν μέλλῃ σαλπίζειν, καὶ ἐτελέσθη τὸ μυστήριον τοῦ Θεοῦ, ὡς εὐηγγέλισε τοὺς δούλους αὐτοῦ τοὺς προφήτας.
Αποκ. 17,5 καὶ ἐπὶ τὸ μέτωπον αὐτῆς ὄνομα γεγραμμένον· μυστήριον, Βαβυλὼν ἡ μεγάλη, ἡ μήτηρ τῶν πορνῶν καὶ τῶν βδελυγμάτων τῆς γῆς.
Αποκ. 17,7 Καὶ εἶπέ μοι ὁ ἄγγελος· διατί ἐθαύμασας; ἐγὼ ἐρῶ σοι τὸ μυστήριον τῆς γυναικὸς καὶ τοῦ θηρίου τοῦ βαστάζοντος αὐτήν, τοῦ ἔχοντος τὰς ἑπτὰ κεφαλὰς καὶ τὰ δέκα κέρατα.
Εφ. 1,9 γνωρίσας ἡμῖν τὸ μυστήριον τοῦ θελήματος αὐτοῦ κατὰ τὴν εὐδοκίαν αὐτοῦ, ἣν προέθετο ἐν αὐτῷ
Εφ. 3,3 ὅτι κατὰ ἀποκάλυψιν ἐγνώρισέ μοι τὸ μυστήριον, καθὼς προέγραψα ἐν ὀλίγῳ,
Εφ. 3,4 πρὸς ὃ δύνασθε ἀναγινώσκοντες νοῆσαι τὴν σύνεσίν μου ἐν τῷ μυστηρίῳ τοῦ Χριστοῦ,
Εφ. 3,9 καὶ φωτίσαι πάντας τίς ἡ οἰκονομία τοῦ μυστηρίου τοῦ ἀποκεκρυμμένου ἀπὸ τῶν αἰώνων ἐν τῷ Θεῷ, τῷ τὰ πάντα κτίσαντι διὰ Ἰησοῦ Χριστοῦ,
Εφ. 5,31-32 Ἀντὶ τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν. τὸ μυστήριον τοῦτο μέγα ἐστίν, ἐγὼ δὲ λέγω εἰς Χριστὸν καὶ εἰς τὴν ἐκκλησίαν.
Εφ. 6,19  καὶ ὑπὲρ ἐμοῦ, ἵνα μοι δοθῇ λόγος ἐν ἀνοίξει τοῦ στόματός μου, ἐν παῤῥησίᾳ γνωρίσαι τὸ μυστήριον τοῦ εὐαγγελίου,
Κολ.1,26-27 τὸ μυστήριον τὸ ἀποκεκρυμμένον ἀπὸ τῶν αἰώνων καὶ ἀπὸ τῶν γενεῶν, νυνὶ δὲ ἐφανερώθη τοῖς ἁγίοις αὐτοῦ, οἷς ἠθέλησεν ὁ Θεὸς γνωρίσαι τίς ὁ πλοῦτος τῆς δόξης τοῦ μυστηρίου τούτου ἐν τοῖς ἔθνεσιν, ὅς ἐστι Χριστὸς ἐν ὑμῖν, ἡ ἐλπὶς τῆς δόξης·
Κολ. 2,2 ἵνα παρακληθῶσιν αἱ καρδίαι αὐτῶν, συμβιβασθέντων ἐν ἀγάπῃ καὶ εἰς πάντα πλοῦτον τῆς πληροφορίας τῆς συνέσεως, εἰς ἐπίγνωσιν τοῦ μυστηρίου τοῦ Θεοῦ καὶ πατρὸς καὶ τοῦ Χριστοῦ,
Κολ. 4,3 προσευχόμενοι ἅμα καὶ περὶ ἡμῶν, ἵνα ὁ Θεὸς ἀνοίξῃ ἡμῖν θύραν τοῦ λόγου, λαλῆσαι τὸ μυστήριον τοῦ Χριστοῦ, δι᾿ ὃ καὶ δέδεμαι,
Λουκ. 8,10 ὁ δὲ εἶπεν· ὑμῖν δέδοται γνῶναι τὰ μυστήρια τῆς βασιλείας τοῦ Θεοῦ, τοῖς δὲ λοιποῖς ἐν παραβολαῖς, ἵνα βλέποντες μὴ βλέπωσι καὶ ἀκούοντες μὴ συνιῶσιν.
ΠΕΡΙ ΜΥΣΤΙΚΩΝ ΚΑΙ ΑΠΟΡΡΗΤΩΝ
Παρ-11,13νὴρ δίγλωσσος ἀποκαλύπτει βουλὰς ἐν συνεδρίῳ, πιστὸς δὲ πνοῇ κρύπτει πράγματα.
Σειρ.13,12 Ἀνελεήμων ο μη συντηρών λόγους και ου μη φείσηται περί κακώσεως και δεσμών.
Σειρ.18,9 Παντί ανθρώπω μη έκφαινε σήν καρδίαν, και μη αναφερέτω σοι χάριν.
Σειρ-19,8 Εν φίλω και εν εχθρώ μη διηγού, και εί μη έστι σοι αμαρτία, μη αποκάλυπτε.
Σειρ-19,10 Ακήκοας λόγον, συναποθανέτω σοι . θάρσει, ού μή σε ρίξει.
Σειρ-22,22 Επί φίλον εάν ανοίξης στόμα, μη ευλαβηθής, έστι γάρ διαλλαγή . πλήν ονειδισμού και υπερηφανίας και μυστηρίου αποκαλύψεως και πληγής δολίας, εν τούτοις αποφεύξεται πάς φίλος.
Σειρ-27,16 Ο αποκαλύπτων μυστήρια απώλεσε πίστιν, και ου μη εύρη φίλον προς την ψυχή αυτού.
Σειρ-27,17 Στέρξον φίλον και πιστώθητι μετ' αυτού . εάν δε αποκαλύψης τα μυστήρια αυτού, ου μη καταδιώξης οπίσω αυτού.
Σειρ-27,21 Ότι τραύμα έστι καταδήσαι και λοιδορίας εστί διαλλαγή, ο δε αποκαλύψας μυστήρια απήλπισεν.
Σειρ-41,26 (Αισχύνεσθε) από δευτερώσεως καί λόγου ακοής, καί από αποκαλύψεως λόγων κρυφίων.
ΠΕΡΙ ΜΩΡΩΝ & ΑΝΟΗΤΩΝ
Παρ. 15,21 Ἀνοήτου τρίβοι ἐνδεεῖς φρενῶν, ἀνὴρ δὲ φρόνιμος κατευθύνων πορεύεται.
Παρ. 17,28 Ἀνοήτῳ ἐπερωτήσαντι σοφίαν σοφία λογισθήσεται, ἐνεὸν δέ τις ἑαυτὸν ποιήσας δόξει φρόνιμος εἶναι.
Σειρ. 4,27 Καὶ μὴ ὑποστρώσῃς σεαυτὸν ἀνθρώπῳ μωρῷ καὶ μὴ λάβῃς πρόσωπον δυνάστου.
Σειρ. 8,17 Μετὰ μωροῦ μὴ συμβουλεύου, οὐ γὰρ δυνήσεται λόγον στέξαι.
Σειρ. 16,23 Ἀνὴρ ἄφρων καὶ πλανώμενος διανοεῖται μωρά.
Σειρ. 18,18 Μωρὸς ἀχαρίστως ὀνειδιεῖ, καὶ δόσις βασκάνου ἐκτήκει ὀφθαλμούς.
Σειρ. 19,11 Ἀπὸ προσώπου λόγου ὠδινήσει μωρὸς ὡς ἀπὸ προσώπου βρέφους ἡ τίκτουσα.
Σειρ. 19,12 Βέλος πεπηγὸς ἐν μηρῷ σαρκός, οὕτως λόγος ἐν κοιλίᾳ μωροῦ.
Σειρ. 20,13 Ὁ σοφὸς ἐν λόγῳ ἑαυτὸν προσφιλῆ ποιήσει, χάριτες δὲ μωρῶν ἐκχυθήσονται.
Σειρ. 20,16-17 Μωρὸς ἐρεῖ· οὐχ ὑπάρχει μοι φίλος, καὶ οὐκ ἔστι χάρις τοῖς ἀγαθοῖς μου· οἱ ἔσθοντες τὸν ἄρτον μου, φαῦλοι γλώσσῃ· ποσάκις καὶ ὅσοι καταγελάσονται αὐτοῦ; 
Σειρ. 20,20 Ἀπὸ στόματος μωροῦ ἀποδοκιμασθήσεται παραβολή, οὐ γὰρ μὴ εἴπῃ αὐτὴν ἐν καιρῷ αὐτῆς.
Σειρ. 20,31 Κρείσσων ἄνθρωπος ἀποκρύπτων τὴν μωρίαν αὐτοῦ ἢ ἄνθρωπος ἀποκρύπτων τὴν σοφίαν αὐτοῦ.
Σειρ. 21,14 Ἔγκατα μωροῦ ὡς ἀγγεῖον συντετριμμένον καὶ πᾶσαν γνῶσιν οὐ κρατήσει.
Σειρ. 21,16 Ἐξήγησις μωροῦ ὡς ἐν ὁδῷ φορτίον, ἐπὶ δὲ χείλους συνετοῦ εὑρεθήσεται χάρις.
Σειρ. 21,18 Ὡς οἶκος ἠφανισμένος οὕτως μωρῷ σοφία, καὶ γνῶσις ἀσυνέτου ἀδιεξέταστοι λόγοι.
Σειρ. 21,19 Πέδαι ἐν ποσὶν ἀνοήτοις παιδεία καὶ ὡς χειροπέδαι ἐπὶ χειρὸς δεξιᾶς.
Σειρ. 21,20 Μωρὸς ἐν γέλωτι ἀνυψοῖ φωνὴν αὐτοῦ, ἀνὴρ δὲ πανοῦργος μόλις ἡσυχῇ μειδιάσει.
Σειρ. 21,22 Ποὺς μωροῦ ταχὺς εἰς οἰκίαν, ἄνθρωπος δὲ πολύπειρος αἰσχυνθήσεται ἀπὸ προσώπου.
Σειρ. 21,26 Ἐν στόματι μωρῶν ἡ καρδία αὐτῶν, καρδία δὲ σοφῶν στόμα αὐτῶν.
Σειρ. 22,7 Συγκολλῶν ὄστρακον ὁ διδάσκων μωρόν, ἐξεγείρων καθεύδοντα ἐκ βαθέως ὕπνου.
Σειρ. 22,8 Διηγούμενος νυστάζοντι ὁ διηγούμενος μωρῷ, καὶ ἐπὶ συντελείᾳ ἐρεῖ, τί ἐστιν;
Σειρ. 22,11 Ἐπὶ νεκρῷ κλαῦσον, ἐξέλιπε γὰρ φῶς, καὶ ἐπὶ μωρῷ κλαῦσον, ἐξέλιπε γὰρ σύνεσις. ἥδιον κλαῦσον ἐπὶ νεκρῷ, ὅτι ἀνεπαύσατο, τοῦ δὲ μωροῦ ὑπὲρ θάνατον ἡ ζωὴ πονηρά.
Σειρ. 22,12 Πένθος νεκροῦ ἑπτὰ ἡμέραι, μωροῦ δὲ καὶ ἀσεβοῦς πᾶσαι αἱ ἡμέραι τῆς ζωῆς αὐτοῦ.
Σειρ. 22,14 Ὑπὲρ μόλυβδον τί βαρυνθήσεται; καὶ τί αὐτῷ ὄνομα ἀλλ᾿ ἢ μωρός;
Σειρ. 22,18 Χάρακες ἐπὶ μετεώρου κείμενοι κατέναντι ἀνέμου οὐ μὴ ὑπομείνωσιν· οὕτως καρδία δειλὴ ἐπὶ διανοήματος μωροῦ κατέναντι παντὸς φόβου οὐ μὴ ὑπομείνῃ.
Σειρ. 27,13 Διήγησις μωρῶν προσόχθισμα, καὶ ὁ γέλως αὐτῶν ἐν σπατάλῃ ἁμαρτίας.
Σειρ. 33,5 Τροχὸς ἁμάξης σπλάγχνα μωροῦ, καὶ ὡς ἄξων στρεφόμενος ὁ διαλογισμὸς αὐτοῦ.
Σειρ. 42,8 Περὶ παιδείας ἀνοήτου καὶ μωροῦ καὶ ἐσχατογήρου κρινομένου πρὸς νέους· καὶ ἔσῃ πεπαιδευμένος ἀληθινῶς καὶ δεδοκιμασμένος ἔναντι παντὸς ζῶντος. 

Δεν υπάρχουν σχόλια: