ΓΝΩΜΙΚΑ ΠΑΡΟΙΜΙΕΣ

ΑΓΙΟΓΡΑΦΙΚΑ ΧΩΡΙΑ Τ

ΠΕΡΙ ΤΑΞΙΜΑΤΩΝ
ΑΓΙΟΓΡΑΦΙΚΑ ΧΩΡΙΑ Τ
Ἀριθ. 30,3 Ἄνθρωπος άνθρωπος, ός αν εύξηται ευχήν Κυρίω ή ομόση όρκον ή ορίσηται ορισμώ περί της ψυχής αυτού, ού βεβηλώσει το ρήμα αυτού . πάντα όσα αν εξέλθη εκ του στόματος αυτού, ποιήσει
Ἀριθ. 30,4-5 Ἐὰν δὲ εύξηται γυνή ευχήν Κυρίω ή ορίσηται ορισμόν εν τω οίκω του πατρός αυτής εν τη νεότητι αυτής και ακούση ο πατήρ αυτής τας ευχάς αυτής και τους ορισμούς αυτής, ους ωρίσατο κατά της ψυχής αυτής, και παρασιωπήση αυτής ο πατήρ, και στήσονται πάσαι αι ευχαί αυτής, και πάντες οι ορισμοί, ους ωρίσατο κατά της ψυχής αυτής, μενούσιν αυτη.
Ἀριθ. 30,6 Ἐὰν δὲ ἀνανεύων ανανεύση ο πατήρ αυτής, ή αν ημέρα ακούση πάσας τας ευχάς αυτής και τους ορισμούς, ους ωρίσατο κατά της ψυχής αυτής, ου στήσονται· και Κύριος καθαριεί αυτήν, ότι ανένευσεν ο πατήρ αυτής.
Ἀριθ. 30,7-8 Ἐὰν δὲ γενομένη γένηται ανδρί και αι ευχαί αυτής επ' αυτη κατά την διαστολήν των χειλέων αυτής, ους ωρίσατο κατά της ψυχής αυτής, και ακούση ο ανήρ αυτής και παρασιωπήση αυτη, ή αν ημέρα ακούση, και ούτω στήσονται πάσαι αι ευχαί αυτής και οι ορισμοί αυτής, ους ωρίσατο κατά της ψυχής αυτής, στήσονται.
Ἀριθ. 30,9 Ἐὰν δὲ ανανεύων ανανεύση ο ανήρ αυτής, ή εάν ημέρα ακούση, πάσαι αι ευχαί αυτής και οι ορισμοί αυτής, ους ωρίσατο κατά της ψυχής αυτής, ου μενούσιν, ότι ο ανήρ ανένευσεν απ' αυτής, και Κύριος καθαριεί αυτήν.
Ἀριθ. 32,24 Καὶ τὸ εκπορευόμενον εκ του στόματος υμών ποιήσετε.
Δευτ-23,22 Εάν δε εύξη ευχήν ευχήν Κυρίω τω Θεώ σου, ού χρονιείς αποδούναι αυτήν, ότι εκζητών εκζητήσει Κύριος ο Θεός σου παρά σου, και έσται εν σοί αμαρτία.
Δευτ-23,23 Εάν δε μη θέλεις εύξασθαι, ούκ έστιν εν σοί αμαρτία.
Δευτ-23,24 Τα επορευόμενα διά των χειλέων σου φυλάξη και ποιήσεις όν τρόπον ήυξω Κυρίω τώ Θεώ σου δόμα, ο ελάλησας τω στοματί σου.
Εκκλ-5,1 Μή σπεύδε επί στοματί σου, καί καρδία σου μή ταχυνάτω τού εξενέγκαι λόγον πρό προσώπου τού Θεού . ότι ο Θεός εν τώ ουρανώ άνω, και σύ επί τής γής. Διά τούτο έστωσαν οι λόγοι σου ολίγοι.
Εκκλ-5,3 Καθώς αν εύξη ευχήν τω θεώ, μη χρονίσεις του αποδούναι αυτήν, ότι ού έστι θέλημα εν άφροσι· συ ούν όσα εάν εύξη, απόδος.
Εκκλ-5,4 Αγαθόν το μη εύξασθαί σε ή το εύξασθαί σε και μη αποδούναι.
Εκκλ-5,5 Μη δώς το στόμα σου του εξαμαρτήσαι την σάρκα σου και μη είπης πρό προσώπου του Θεού, ότι άγνοια εστιν, ίνα μη οργισθή ο Θεός επί φωνή σου και διαφθείρη τα ποιήματα χειρών σου.
Παρ.19,13 Οὐχ ἀγναὶ εὐχαὶ ἀπὸ μισθώματος ἐταίρας.
Παρ-20,25 Παγίς ανδρί ταχύ τι των ιδίων αγιάσαι, μετά γάρ το εύξασθαι μετανοείν γίνεται.
Σειρ-18,22 Μη εμποδισθής του αποδούναι ευχήν ευκαίρως, και μη μείνης έως θανάτου δικαιωθήναι.
Σειρ-18,23 Πρίν εύξασθαι, ετοίμασον σεαυτόν και μη γίνου ως άνθρωπος πειράζων τον Κύριον.
Ψαλμ. 65,13 Εἰσελεύσομαι εἰς τὸν οἶκόν σου ἐν ὁλοκαυτώμασιν, ἀποδώσω σοι τὰς εὐχάς μου, ἃς διέστειλε τὰ χείλη μου καὶ ἐλάλησε τὸ στόμα μου ἐν τῇ θλίψει μου·
Ψαλμ. 75,12 Εὔξασθε καὶ ἀπόδοτε Κυρίῳ τῷ Θεῷ ἡμῶν· πάντες οἱ κύκλῳ αὐτοῦ οἴσουσι δῶρα·
Ψαλμ-115,9 Τάς ευχάς μου τώ Κυρίω αποδώσω εναντίον παντός του λαού αυτού.
ΠΕΡΙ ΤΑΠΕΙΝΩΣΗΣ
Α Κορ.15,10 Χάριτι Θεού ειμι ό ειμι· και η χάρις αυτού η είς εμέ ου κενή εγενήθη, αλλά περισσότερον αυτών πάντων εκοπίασα, ουκ εγώ δε, αλλ' η χάρις του Θεού η σύν εμοί.
Α Πετρ. 5,5 Ὁμοίως νεώτεροι ὑποτάγητε πρεσβυτέροις, πάντες δὲ ἀλλήλοις ὑποτασσόμενοι τὴν ταπεινοφροσύνην ἐγκομβώσασθε· ὅτι ὁ Θεὸς ὑπερηφάνοις ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσι χάριν.
Α Πετρ. 5,6 Ταπεινώθητε οὖν ὑπὸ τὴν κραταιὰν χεῖρα τοῦ Θεοῦ, ἵνα ὑμᾶς ὑψώσῃ ἐν καιρῷ.
Β Κορ. 11,7 Ἢ ἁμαρτίαν ἐποίησα ἐμαυτὸν ταπεινῶν ἵνα ὑμεῖς ὑψωθῆτε, ὅτι δωρεὰν τὸ τοῦ Θεοῦ εὐαγγέλιον εὐηγγελισάμην ὑμῖν;
Εφ. 4,1-2 Παρακαλῶ οὖν ὑμᾶς ἐγὼ ὁ δέσμιος ἐν Κυρίῳ ἀξίως περιπατῆσαι τῆς κλήσεως ἧς ἐκλήθητε, μετὰ πάσης ταπεινοφροσύνης καὶ πρᾳότητος, μετὰ μακροθυμίας, ἀνεχόμενοι ἀλλήλων ἐν ἀγάπῃ,
Ιακ. 1,9-10 καυχάσθω δὲ ὁ ἀδελφὸς ὁ ταπεινὸς ἐν τῷ ὕψει αὐτοῦ, ὁ δὲ πλούσιος ἐν τῇ ταπεινώσει αὐτοῦ, ὅτι ὡς ἄνθος χόρτου παρελεύσεται.
Ιακ-4,6 Ὁ Θεὸς ὑπερηφάνοις ἀντιτάσσεται, ταπεινοῖς δέ, δίδωσι χάριν.
Ιακ. 4,10 ταπεινώθητε ἐνώπιον τοῦ Κυρίου, καὶ ὑψώσει ὑμᾶς.
Ησ-66,2 Και επί τίνα επιβλέψω, αλλ' ή επί τον ταπεινόν και ησύχιον και τρέμοντα τους λόγους μου;
Κολ. 2,18 μηδεὶς ὑμᾶς καταβραβευέτω θέλων ἐν ταπεινοφροσύνῃ καὶ θρησκείᾳ τῶν ἀγγέλων, ἃ μὴ ἑώρακεν ἐμβατεύων, εἰκῆ φυσιούμενος ὑπὸ τοῦ νοὸς τῆς σαρκὸς αὐτοῦ,
Κολ. 2,23 ἅτινά ἐστι λόγον μὲν ἔχοντα σοφίας ἐν ἐθελοθρησκείᾳ καὶ ταπεινοφροσύνῃ καὶ ἀφειδίᾳ σώματος, οὐκ ἐν τιμῇ τινι πρὸς πλησμονὴν τῆς σαρκός.
Κολ. 3,12 Ἐνδύσασθε οὖν, ὡς ἐκλεκτοὶ τοῦ Θεοῦ ἅγιοι καὶ ἠγαπημένοι, σπλάγχνα οἰκτιρμοῦ, χρηστότητα, ταπεινοφροσύνην, πρᾳότητα, μακροθυμίαν,
Λουκ. 1,48 ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ. ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί.
Λουκ. 1,52 καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς,
Λουκ. 3,5 πᾶσα φάραγξ πληρωθήσεται καὶ πᾶν ὄρος καὶ βουνὸς ταπεινωθήσεται, καὶ ἔσται τὰ σκολιὰ εἰς εὐθεῖαν καὶ αἱ τραχεῖαι εἰς ὁδοὺς λείας,
Λουκ-17,10 Ούτω και υμείς, όταν ποιήσητε πάντα τα διαταχθέντα υμίν, λέγετε ότι δούλοι αχρείοί εσμεν, ότι ό ωφείλομεν ποιήσαι πεποιήκαμεν.
Λουκ. 18,14 λέγω ὑμῖν, κατέβη οὗτος δεδικαιωμένος εἰς τὸν οἶκον αὐτοῦ ἢ γὰρ ἐκεῖνος· ὅτι πᾶς ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται, ὁ δὲ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται.
Ματθ-5,3 Μακάριοι οἱ πτωχοί τῷ πνεύματι ὅτι αὐτῶν ἐστίν ἡ βασιλεία τῶν οὐρανῶν.
Ματθ. 11,29 ἄρατε τὸν ζυγόν μου ἐφ᾿ ὑμᾶς καὶ μάθετε ἀπ᾿ ἐμοῦ, ὅτι πρᾷός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν·
Ματθ. 18,4 ὅστις οὖν ταπεινώσει ἑαυτὸν ὡς τὸ παιδίον τοῦτο, οὗτός ἐστιν ὁ μείζων ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν.
Ματθ-20,26 Ὃς ἐὰν θέλη ἐν ὑμῖν μέγας γενέσθαι, ἔσται ὑμῶν διάκονος.
Ματθ-20,27 καὶ ὃς ἐὰν θέλη ἐν ὑμῖν εἶναι πρώτος, ἔσται ὑμῶν δούλος.
Ματθ-20,28 Ωσπερ ο υιός του ανθρώπου ούκ ήλθε διακονηθήναι, αλλά διακονήσαι και δούναι την ψυχήν αυτού λύτρον αντί πολλών.
Ματθ. 23,12 ὅστις δὲ ὑψώσει ἑαυτὸν ταπεινωθήσεται, καὶ ὅστις ταπεινώσει ἑαυτὸν ὑψωθήσεται.
Πραξ. 8,33 ἐν τῇ ταπεινώσει αὐτοῦ ἡ κρίσις αὐτοῦ ἤρθη· τὴν δὲ γενεὰν αὐτοῦ τίς διηγήσεται; ὅτι αἴρεται ἀπὸ τῆς γῆς ἡ ζωὴ αὐτοῦ.
Πραξ. 20,19 δουλεύων τῷ Κυρίῳ μετὰ πάσης ταπεινοφροσύνης καὶ πολλῶν δακρύων καὶ πειρασμῶν τῶν συμβάντων μοι ἐν ταῖς ἐπιβουλαῖς τῶν Ἰουδαίων,
Ρωμ. 12,16 τὸ αὐτὸ εἰς ἀλλήλους φρονοῦντες. μὴ τὰ ὑψηλὰ φρονοῦντες, ἀλλὰ τοῖς ταπεινοῖς συναπαγόμενοι. μὴ γίνεσθε φρόνιμοι παρ᾿ ἑαυτοῖς.
Σειρ-2,5 Ότι εν πυρί δοκιμάζεται χρυσός, και άνθρωποι δεκτοί εν καμίνω ταπεινώσεως.
Σειρ-3,18-20 Ὅσῳ μέγας εἶ, τοσούτῳ ταπεινοῦ σεαυτόν, καὶ ἔναντι Κυρίου εὑρήσεις χάριν· ὅτι μεγάλη ἡ δυναστεία τοῦ Κυρίου καὶ ὑπὸ τῶν ταπεινῶν δοξάζεται.
Σειρ-7,17 Ταπείνωσον σφόδρα την ψυχή σου, ότι εκδίκησις ασεβούς πυρ και σκώληξ.
Σειρ-13,20 Βδέλυγμα υπερηφάνω ταπεινότης, ούτως βδέλυγμα πλουσίω πτωχός.
Φιλιπ. 2,3 μηδὲν κατὰ ἐριθείαν ἢ κενοδοξίαν, ἀλλὰ τῇ ταπεινοφροσύνῃ ἀλλήλους ἡγούμενοι ὑπερέχοντας ἑαυτῶν.
Φιλιπ. 2,8 καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος ἐταπείνωσεν ἑαυτὸν γενόμενος ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ.
Φιλιπ. 3,21 ὃς μετασχηματίσει τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν εἰς τὸ γενέσθαι αὐτὸ σύμμορφον τῷ σώματι τῆς δόξης αὐτοῦ κατὰ τὴν ἐνέργειαν τοῦ δύνασθαι αὐτὸν καὶ ὑποτάξαι αὐτῷ τὰ πάντα.
Φιλιπ. 4,12 οἶδα καὶ ταπεινοῦσθαι, οἶδα καὶ περισσεύειν· ἐν παντὶ καὶ ἐν πᾶσι μεμύημαι καὶ χορτάζεσθαι καὶ πεινᾶν, καὶ περισσεύειν καὶ ὑστερεῖσθαι·
Ψαλμ.24,18 Ίδε την ταπείνωσίν μου και τον κόπον μου και άφες πάσας τας αμαρτίας μου.
Ψαλμ.50,19 Καρδίαν συντετριμμένην και τεταπεινωμένην ο Θεός ούκ εξουδενώσει.
Ψαλμ.101,18 Επέβλεψεν επί την προσευχήν των ταπεινών και ούκ εξουδένωσε την δέησιν αυτών.
Ψαλμ. 114,6 φυλάσσων τὰ νήπια ὁ Κύριος· ἐταπεινώθην, καὶ ἔσωσέ με.
ΠΕΡΙ ΤΑΧΥΛΑΛΟΥ ἢ ΠΡΟΠΕΤΗ
Ἰάκ. 1,19 Ὥστε, ἀδελφοί μου ἀγαπητοί, ἔστω πᾶς ἄνθρωπος ταχὺς εἰς τὸ ἀκούσαι, βραδὺς εἰς τὸ λαλήσαι, βραδὺς εἰς ὀργήν·
Ἐκκλ. 5,1 Μὴ σπεύδε επί στόματί σου, και καρδία σου μη ταχυνάτω του εξενέγκαι λόγον προ προσώπου του Θεού· ότι ο Θεός εν τω ουρανω άνω, και συ επί της γης. δια τούτο έστωσαν οι λόγοι σου ολίγοι.
Παρ.10,14 Σοφοὶ κρύψουσιν αἴσθησιν, στόμα δὲ προπετοῦς ἐγγίζει συντριβῇ.
Παρ. 12,19 Χείλη ἀληθινὰ κατορθοῖ μαρτυρίαν, μάρτυς δὲ ταχὺς γλῶσσαν ἔχει ἄδικον.
Παρ. 13,3 Ὃς φυλάσσει τὸ ἑαυτοῦ στόμα, τηρεῖ τὴν ἑαυτοῦ ψυχήν, ὁ δὲ προπετὴς χείλεσι πτοήσει ἑαυτόν.
Παρ.18,13 Ὃς ἀποκρίνεται λόγον πριν ακούσαι, αφροσύνη αυτω εστι και όνειδος.
Παρ. 29,20 Ἐὰν ἴδῃς ἄνδρα ταχὺν ἐν λόγοις, γίνωσκε ὅτι ἐλπίδα ἔχει μᾶλλον ὁ ἄφρων αὐτοῦ.
Σειρ. 4,29 Μη γίνου ταχύς εν γλώσση σου και νωθρός και παρειμένος εν τοις έργοις σου.
Σειρ.5,11 Γίνου ταχύς εν ακροάσει σου και εν μακροθυμία φθέγγου απόκρισιν.
Σειρ.9,18 Φοβερός εν πόλει αυτού ανήρ γλωσσώδης, και ο προπετής εν λόγω αυτού μισηθήσεται.
ΠΕΡΙ ΤΕΛΕΙΟΤΗΤΑΣ
Α Ιω. 4,18 φόβος οὐκ ἔστιν ἐν τῇ ἀγάπῃ, ἀλλ᾿ ἡ τελεία ἀγάπη ἔξω βάλλει τὸν φόβον, ὅτι ὁ φόβος κόλασιν ἔχει, ὁ δὲ φοβούμενος οὐ τετελείωται ἐν τῇ ἀγάπῃ.
Α Κορ. 13,10 ὅταν δὲ ἔλθῃ τὸ τέλειον, τότε τὸ ἐκ μέρους καταργηθήσεται.
Α Κορ. 14,20 Ἀδελφοί, μὴ παιδία γίνεσθε ταῖς φρεσίν, ἀλλὰ τῇ κακίᾳ νηπιάζετε, ταῖς δὲ φρεσὶ τέλειοι γίνεσθε.
Α Πετρ-1,16 Διότι γέγραπται : άγιοι γίνεσθε, ότι εγώ άγιος ειμι.
Β Κορ. 12,9 καὶ εἴρηκέ μοι· ἀρκεῖ σοι ἡ χάρις μου· ἡ γὰρ δύναμίς μου ἐν ἀσθενείᾳ τελειοῦται. ἥδιστα οὖν μᾶλλον καυχήσομαι ἐν ταῖς ἀσθενείαις μου, ἵνα ἐπισκηνώσῃ ἐπ᾿ ἐμὲ ἡ δύναμις τοῦ Χριστοῦ.
Δευτ-18,13 Τέλειος έση έναντι Κυρίου του Θεού σου.
Εβρ. 5,14 τελείων δέ ἐστιν ἡ στερεὰ τροφή, τῶν διὰ τὴν ἕξιν τὰ αἰσθητήρια γεγυμνασμένα ἐχόντων πρὸς διάκρισιν καλοῦ τε καὶ κακοῦ.
Εβρ. 6,1 Διὸ ἀφέντες τὸν τῆς ἀρχῆς τοῦ Χριστοῦ λόγον ἐπὶ τὴν τελειότητα φερώμεθα, μὴ πάλιν θεμέλιον καταβαλλόμενοι μετανοίας ἀπὸ νεκρῶν ἔργων, καὶ πίστεως ἐπὶ Θεόν,
Εφεσ-4,10 μέχρι καταντήσωμεν οι πάντες είς την ενότητα της πίστεως και της επιγνώσεως του υιού του Θεού, είς άνδρα τέλειον, είς μέτρον ηλικίας του πληρώματος του Χριστού
Εφ. 4,13 μέχρι καταντήσωμεν οἱ πάντες εἰς τὴν ἑνότητα τῆς πίστεως καὶ τῆς ἐπιγνώσεως τοῦ υἱοῦ τοῦ Θεοῦ, εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ,
Ιακ. 1,4 ἡ δὲ ὑπομονὴ ἔργον τέλειον ἐχέτω, ἵνα ἦτε τέλειοι καὶ ὁλόκληροι, ἐν μηδενὶ λειπόμενοι.
Ιακ. 2,10 Οστις γάρ όλον τον νόμο τηρήσει, πταίση δε εν ενί, γέγονε πάντων ένοχος.
Ιακ. 3,2 πολλὰ γὰρ πταίομεν ἅπαντες. εἴ τις ἐν λόγῳ οὐ πταίει, οὗτος τέλειος ἀνήρ, δυνατὸς χαλιναγωγῆσαι καὶ ὅλον τὸ σῶμα.
Κολ. 1,28 ὃν ἡμεῖς καταγγέλλομεν νουθετοῦντες πάντα ἄνθρωπον καὶ διδάσκοντες πάντα ἄνθρωπον ἐν πάσῃ σοφίᾳ, ἵνα παραστήσωμεν πάντα ἄνθρωπον τέλειον ἐν Χριστῷ Ἰησοῦ·
Κολ. 3,14 ἐπὶ πᾶσι δὲ τούτοις τὴν ἀγάπην, ἥτις ἐστὶ σύνδεσμος τῆς τελειότητος.
Κολ. 4,12 ἀσπάζεται ὑμᾶς Ἐπαφρᾶς ὁ ἐξ ὑμῶν, δοῦλος Χριστοῦ, πάντοτε ἀγωνιζόμενος ὑπὲρ ὑμῶν ἐν ταῖς προσευχαῖς, ἵνα στῆτε τέλειοι καὶ πεπληρωμένοι ἐν παντὶ θελήματι τοῦ Θεοῦ·
Λεϋιτ-19,2 Λάλησον τη συναγωγή των υιών Ισραήλ και ερείς προς αυτούς . άγιοι έσεσθε, ότι άγιος εγώ Κύριος ο Θεός ημών.
Λουκ-17,10 Ούτω και υμείς, όταν ποιήσητε πάντα τα διαταχθέντα υμίν, λέγετε ότι δούλοι αχρείοί εσμεν, ότι ό ωφείλομεν ποιήσαι πεποιήκαμεν.
Ματθ-5,20 Λεγω γάρ υμίν ότι εάν μη περισσεύση ή δικαιοσύνη υμών πλείον των γραμματέων και Φαρισαίων, ού μη εισέλθητε είς την βασιλεία των ουρανών.
Ματθ. 5,48 Ἔσεσθε οὖν ὑμεῖς τέλειοι, ὥσπερ ὁ πατὴρ ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς τέλειός ἐστιν.
Ματθ. 19,21 ἔφη αὐτῷ ὁ Ἱησοῦς· εἰ θέλεις τέλειος εἶναι, ὕπαγε πώλησόν σου τὰ ὑπάρχοντα καὶ δὸς πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανῷ, καὶ δεῦρο ἀκολούθει μοι.
Φιλιπ-3,14-15 Τὰ μὲν ὁπίσω ἐπιλανθανόμενος τοῖς δὲ ἔμπροσθεν ἐπεκτεινόμενος κατὰ σκοπὸν διώκω ἐπὶ τὸ βραβείον τῆς ἄνω κλήσεως τοῦ Θεοῦ ἐν Χριστῷ Ἰησοῦ ὅσοι οὖν τέλειοι, τοῦτο φρονῶμεν· καὶ εἴ τι ἑτέρως φρονεῖτε, καὶ τοῦτο ὁ Θεὸς ὑμῖν ἀποκαλύψει.
ΠΕΡΙ ΤΕΛΟΥΣ
Αποκ. 2,26 Καὶ ὁ νικῶν καὶ ὁ τηρῶν ἄχρι τέλους τὰ ἔργα μου, δώσω αὐτῷ ἐξουσίαν ἐπὶ τῶν ἐθνῶν,
Αποκ. 21,6 Ἐγὼ τὸ Α καὶ τὸ Ω, ἡ ἀρχὴ καὶ τὸ τέλος. ἐγὼ τῷ διψῶντι δώσω ἐκ τῆς πηγῆς τοῦ ὕδατος τῆς ζωῆς δωρεάν.
Αποκ. 22,13 Ἐγὼ τὸ Α καὶ τὸ Ω, ὁ πρῶτος καὶ ὁ ἔσχατος, ἀρχὴ καὶ τέλος.
Α Κορ. 1,8 ὃς καὶ βεβαιώσει ὑμᾶς ἕως τέλους ἀνεγκλήτους ἐν τῇ ἡμέρᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.
Α Πε. 1,9 κομιζόμενοι τὸ τέλος τῆς πίστεως ὑμῶν, σωτηρίαν ψυχῶν.
Α Πε. 3,8 Τὸ δὲ τέλος πάντες ὁμόφρονες, συμπαθεῖς, φιλάδελφοι, εὔσπλαγχνοι, φιλόφρονες,
Α Πε. 4,7 Πάντων δὲ τὸ τέλος ἤγγικε. σωφρονήσατε οὖν καὶ νήψατε εἰς τὰς προσευχάς·
Α Πε. 4,17 ὅτι ὁ καιρὸς τοῦ ἄρξασθαι τὸ κρῖμα ἀπὸ τοῦ οἴκου τοῦ Θεοῦ· εἰ δὲ πρῶτον ἀφ᾿ ἡμῶν, τί τὸ τέλος τῶν ἀπειθούντων τῷ τοῦ Θεοῦ εὐαγγελίῳ;
Α Τιμ. 1,5 τὸ δὲ τέλος τῆς παραγγελίας ἐστὶν ἀγάπη ἐκ καθαρᾶς καρδίας καὶ συνειδήσεως ἀγαθῆς καὶ πίστεως ἀνυποκρίτου,
Β Κορ.1,13 οὐ γὰρ ἄλλα γράφομεν ὑμῖν, ἀλλ᾿ ἢ ἃ ἀναγινώσκετε ἢ καὶ ἐπιγινώσκετε, ἐλπίζω δὲ ὅτι καὶ ἕως τέλους ἐπιγνώσεσθε,
Β Κορ.11,15 οὐ μέγα οὖν εἰ καὶ οἱ διάκονοι αὐτοῦ μετασχηματίζονται ὡς διάκονοι δικαιοσύνης, ὧν τὸ τέλος ἔσται κατὰ τὰ ἔργα αὐτῶν.
Εβρ. 3,6 Χριστὸς δὲ ὡς υἱὸς ἐπὶ τὸν οἶκον αὐτοῦ, οὗ οἶκός ἐσμεν ἡμεῖς, ἐάνπερ τὴν παῤῥησίαν καὶ τὸ καύχημα τῆς ἐλπίδος μέχρι τέλους βεβαίαν κατάσχωμεν.
Εβρ. 6,8 ἐκφέρουσα δὲ ἀκάνθας καὶ τριβόλους, ἀδόκιμος καὶ κατάρας ἐγγύς, ἧς τὸ τέλος εἰς καῦσιν.
Εβρ. 6,11 ἐπιθυμοῦμεν δὲ ἕκαστον ὑμῶν τὴν αὐτὴν ἐνδείκνυσθαι σπουδὴν πρὸς τὴν πληροφορίαν τῆς ἐλπίδος ἄχρι τέλους,
Εβρ. 7,3 ἀπάτωρ, ἀμήτωρ, ἀγενεαλόγητος, μήτε ἀρχὴν ἡμερῶν μήτε ζωῆς τέλος ἔχων, ἀφωμοιωμένος δὲ τῷ υἱῷ τοῦ Θεοῦ, μένει ἱερεὺς εἰς τὸ διηνεκές.
Ιακ. 5,11 ἰδοὺ μακαρίζομεν τοὺς ὑπομένοντας· τὴν ὑπομονὴν Ἰὼβ ἠκούσατε, καὶ τὸ τέλος Κυρίου εἴδετε, ὅτι πολύσπλαγχνός ἐστιν ὁ Κύριος καὶ οἰκτίρμων.
Λουκ. 1,33 καὶ βασιλεύσει ἐπὶ τὸν οἶκον Ἰακὼβ εἰς τοὺς αἰῶνας, καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος.
Ματθ. 10,22 καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου· ὁ δὲ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται.
Ματθ. 24,14 καὶ κηρυχθήσεται τοῦτο τὸ εὐαγγέλιον τῆς βασιλείας ἐν ὅλῃ τῇ οἰκουμένῃ εἰς μαρτύριον πᾶσι τοῖς ἔθνεσι, καὶ τότε ἥξει τὸ τέλος.
Μαρκ. 3,26 καὶ εἰ ὁ σατανᾶς ἀνέστη ἐφ᾿ ἑαυτὸν καὶ μεμέρισται, οὐ δύναται σταθῆναι, ἀλλὰ τέλος ἔχει.
Μαρκ. 13,7 ὅταν δὲ ἀκούσητε πολέμους καὶ ἀκοὰς πολέμων, μὴ θροεῖσθε· δεῖ γὰρ γενέσθαι, ἀλλ᾿ οὔπω τὸ τέλος.
Ρωμ. 6,21 τίνα οὖν καρπὸν εἴχετε τότε ἐφ᾿ οἷς νῦν ἐπαισχύνεσθε; τὸ γὰρ τέλος ἐκείνων θάνατος.
Ρωμ. 6,22 νυνὶ δὲ ἐλευθερωθέντες ἀπὸ τῆς ἁμαρτίας δουλωθέντες δὲ τῷ Θεῷ ἔχετε τὸν καρπὸν ὑμῶν εἰς ἁγιασμόν, τὸ δὲ τέλος ζωὴν αἰώνιον.
Ρωμ. 10,4 τέλος γὰρ νόμου Χριστὸς εἰς δικαιοσύνην παντὶ τῷ πιστεύοντι.
Φιλιπ. 3,19 ὧν τὸ τέλος ἀπώλεια, ὧν ὁ θεὸς ἡ κοιλία καὶ ἡ δόξα ἐν τῇ αἰσχύνῃ αὐτῶν, οἱ τὰ ἐπίγεια φρονοῦντες!
ΠΕΡΙ ΤΙΜΩΡΙΑΣ
Αποκ-3,19 Εγώ όσους εάν φιλώ, ελέγχω και παιδεύω, ζήλωσον ούν και μετενόησον.     
Β Πετρ-2,4-6 Ει γάρ ο Θεός αγγέλων αμαρτησάντων ουκ εφείσατο, αλλά σειραίς ζόφου ταρταρώσας παρέδωκεν είς κρίσιν τηρουμένους, και αρχαίου κόσμου ουκ εφείσατο, αλλά όγδοον Νώε δικαιωσύνης κήρυκα εφύλαξε, κατακλυσμόν κόσμω ασεβών επάξας, και πόλεις Σοδόμων και Γομόρρας τεφρώσας καταστροφή κατέκρινεν, υπόδειγμα μελλόντων ασεβείν τεθεικώς.
Β Πετρ-2,9 Οίδε Κύριος ευσεβείς εκ πειρασμού ρύεσθαι, αδίκους δε είς ημέραν κρίσεως κολαζομένους τηρείν
Ιωαν-5,29 Και εκπορεύσονται οι τα αγαθα ποιήσαντες είς ανάστασιν ζωής, οι δε τα φαύλα πράξαντες είς ανάστασιν κρίσεως.
Λουκ-12,47 Εκείνος δε ο δούλος, ο γνούς το θέλημα του κυρίου εαυτού και μη ετοιμάσας μηδέ ποιήσας προς το θέλημα αυτού, δαρήσεται πολλάς.
Λουκ-12,48 Ὁ δε μη γνούς, ποιήσας δε άξια πληγών, δαρήσεται ολίγας.Παντί δε ώ εδόθη πολύ, πολύ ζητηθήσεται παρ' αυτού, και ὧ παρέθεντο πολύ, περισσότερον αιτήσουσιν αυτόν.
Παρ-3,12 Ὃν γὰρ ἀγαπᾷ Κύριος παιδεύει, μαστιγοὶ δὲ πάντα υἱὸν ὂν παραδέχεται
Παρ-21,8 Προς τους σκολιούς σκολίας αποστέλλει ο Θεός, αγνά γάρ και ορθά τα έργα αυτού.
Ρωμ-1,18 Αποκαλύπτεται γαρ οργη θεου απ' ουρανου επι πασαν ασεβιαν και αδικια ανθρωπων, των την αλήθειαν εν αδικία κατεχόντων.
ΠΕΡΙ ΤΟΚΩΝ ΚΑΙ ΤΟΚΙΖΟΝΤΩΝ
Δευτ. 23,20 Ουκ εκτοκιείς τω αδελφώ σου τόκον αργυρίου και τόκον βρωμάτων και τόκον παντός πράγματος, ου εάν εκδανείσης.
Δευτ-23,21 Τω αλλοτρίω εκτοκιείς, τω δε αδελφώ σου ούκ εκτοκιείς, ίνα ευλογήση σε Κύριος ο Θεός σου εν πάσι τοίς έργοις σου επί της γής, εις ήν εισπορεύη εκεί κληρονομήσαι αυτήν.
Εξοδ-22,25 Εάν δε αργύριον εκδανίσης τω αδελφώ τω πενιχρώ παρά σοί, ούκ έση αυτόν κατεπείγον, ουκ επιθήσεις αυτώ τόκον.
Λευτ-25,36 Ού λήψη παρ' αυτού τόκον, ουδέ επί πλήθει· και φοβηθήση τον Θεόν σου, εγώ Κύριος, και ζήσεται ο αδελφός σου μετά σου.
Λευτ-25,37 Το αργύριον σου ού δώσεις αυτώ επί τόκω και επί πλεονασμώ ού δώσεις αυτώ τα βρώματά σου.
Ματθ-25,27 Εδει ούν βαλείν το αργύριον μου τοίς τραπεζίταις, και ελθών εγώ εκομισάμην αν το εμόν συν τόκω.
Παρ-28,8 Ο πληθύνων τον πλούτον αυτού μετά τόκων και πλεονασμών τώ ελεώντι πτωχούς συνάγει αυτόν.
Σειρ-27,1 Χάριν διαφόρου πολλοί ήμαρτον, και ο ζητών πληθύναι αποστρέψει οφθαλμόν.
Ψαλμ.14,5 Το αργύριον αυτού ουκ έδωκεν επι τόκω και δώρα επ' αθώοις ουκ έλαβεν.Ο ποιών ταύτα ου σαλευθήσεται εις τον αιώνα.
Ψαλμ-54,12 Και ούκ εξέλειπεν εκ των πλατειών αυτής τόκος και δόλος.
ΠΕΡΙ ΤΟΛΜΗΡΙΑΣ ΚΑΚΗΣ ΚΑΙ ΚΑΛΗΣ
Α Κορ. 6,1 Τολμᾷ τις ὑμῶν, πρᾶγμα ἔχων πρὸς τὸν ἕτερον, κρίνεσθαι ἐπὶ τῶν ἀδίκων καὶ οὐχὶ ἐπὶ τῶν ἁγίων;
Β Κορ. 10,12 Οὐ γὰρ τολμῶμεν ἐγκρῖναι ἢ συγκρῖναι ἑαυτούς τισι τῶν ἑαυτοὺς συνιστανόντων· ἀλλὰ αὐτοὶ ἐν ἑαυτοῖς ἑαυτοὺς μετροῦντες καὶ συγκρίνοντες ἑαυτοὺς ἑαυτοῖς οὐ συνιοῦσιν.
Β Κορ. 11,21 κατὰ ἀτιμίαν λέγω, ὡς ὅτι ἡμεῖς ἠσθενήσαμεν. ἐν ᾧ δ᾿ ἄν τις τολμᾷ, ἐν ἀφροσύνῃ λέγω, τολμῶ κἀγώ.
Ιου. 1,9 ὁ δὲ Μιχαὴλ ὁ ἀρχάγγελος, ὅτε τῷ διαβόλῳ διακρινόμενος διελέγετο περὶ τοῦ Μωϋσέως σώματος, οὐκ ἐτόλμησε κρίσιν ἐπενεγκεῖν βλασφημίας, ἀλλ᾿ εἶπεν· ἐπιτιμήσαι σοι Κύριος.
Ιω. 21,12 λέγει αὐτοῖς ὁ Ἰησοῦς· δεῦτε ἀριστήσατε. οὐδεὶς δὲ ἐτόλμα τῶν μαθητῶν ἐξετάσαι αὐτὸν σὺ τίς εἶ, εἰδότες ὅτι ὁ Κύριός ἐστιν.
Μαρκ. 15,43 ἐλθὼν Ἰωσὴφ ὁ ἀπὸ Ἀριμαθαίας, εὐσχήμων βουλευτής, ὃς καὶ αὐτὸς ἦν προσδεχόμενος τὴν βασιλείαν τοῦ Θεοῦ, τολμήσας εἰσῆλθε πρὸς Πιλᾶτον καὶ ᾐτήσατο τὸ σῶμα τοῦ Ἰησοῦ.
Ματθ. 22,46 καὶ οὐδεὶς ἐδύνατο αὐτῷ ἀποκριθῆναι λόγον, οὐδὲ ἐτόλμησέ τις ἀπ᾿ ἐκείνης τῆς ἡμέρας ἐπερωτῆσαι αὐτὸν οὐκέτι.
Πραξ. 5,13 τῶν δὲ λοιπῶν οὐδεὶς ἐτόλμα κολλᾶσθαι αὐτοῖς, ἀλλ᾿ ἐμεγάλυνεν αὐτοὺς ὁ λαός·
Πραξ. 7,32 ἐγὼ ὁ Θεὸς τῶν πατέρων σου, ὁ Θεὸς Ἀβραὰμ καὶ ὁ Θεὸς Ἰσαὰκ καὶ ὁ Θεὸς Ἰακώβ. ἔντρομος δὲ γενόμενος Μωϋσῆς οὐκ ἐτόλμα κατανοῆσαι.
Ρωμ. 5,7  μόλις γὰρ ὑπὲρ δικαίου τις ἀποθανεῖται· ὑπὲρ γὰρ τοῦ ἀγαθοῦ τάχα τις καὶ τολμᾷ ἀποθανεῖν.
Ρωμ. 15,18 οὐ γὰρ τολμήσω λαλεῖν τι ὧν οὐ κατειργάσατο Χριστὸς δι᾿ ἐμοῦ εἰς ὑπακοὴν ἐθνῶν λόγῳ καὶ ἔργῳ,
Φιλιπ.1,14 καὶ τοὺς πλείονας τῶν ἀδελφῶν ἐν Κυρίῳ πεποιθότας τοῖς δεσμοῖς μου περισσοτέρως τολμᾶν ἀφόβως τὸν λόγον λαλεῖν.
ΠΕΡΙ ΤΡΥΦΗΣ
Β Πετρ. 2,13 Κομιούμενοι μισθὸν ἀδικίας, ἡδονὴν ἡγούμενοι τὴν ἐν ἡμέρᾳ τρυφήν, σπίλοι καὶ μῶμοι, ἐντρυφῶντες ἐν ταῖς ἀπάταις αὐτῶν, συνευωχούμενοι ὑμῖν,
Ιακ. 5,5 Ἐτρυφήσατε ἐπὶ τῆς γῆς καὶ ἐσπαταλήσατε, ἐθρέψατε τὰς καρδίας ὑμῶν ὡς ἐν ἡμέρᾳ σφαγῆς.
Λουκ. 7,25 ἀλλὰ τί ἐξεληλύθατε ἰδεῖν; ἄνθρωπον ἐν μαλακοῖς ἱματίοις ἠμφιεσμένον; ἰδοὺ οἱ ἐν ἱματισμῷ ἐνδόξῳ καὶ τρυφῇ ὑπάρχοντες ἐν τοῖς βασιλείοις εἰσίν.
Λουκ. 12,19-20 καὶ ἐρῶ τῇ ψυχῇ μου· ψυχή, ἔχεις πολλὰ ἀγαθὰ κείμενα εἰς ἔτη πολλά· ἀναπαύου, φάγε, πίε, εὐφραίνου. εἶπε δὲ αὐτῷ ὁ Θεός· ἄφρον, ταύτῃ τῇ νυκτὶ τὴν ψυχήν σου ἀπαιτοῦσιν ἀπὸ σοῦ· ἃ δὲ ἡτοίμασας τίνι ἔσται;
Παροιμ. 19,10. Οὐ συμφέρει ἄφρονι τρυφή, καὶ ἐὰν οἰκέτης ἄρξηται μεθ᾿ ὕβρεως δυναστεύειν.
Σειρ. 37,29 Μὴ ἀπληστεύου ἐν πάσῃ τρυφῇ καὶ μὴ ἐκχυθῇς ἐπὶ ἐδεσμάτων·  

Δεν υπάρχουν σχόλια: